Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν χειροτονίαν Εὐλαλίου ἐπισκόπου Δοαρηνῶν

Γρηγόριος ὁ Ναζιανζηνός

Εισαγωγή: Ευχαριστία για την απαλλαγή από τους κινδύνους

Ο ιεράρχης αναπέμπει δοξολογία προς τον Θεό για την αποτροπή των δεινών και των πειρασμών, ζητώντας την αποδοχή του λόγου του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 4

ΛΟΓΟΣ ΙΓʹ. Εἰς τὴν χειροτονίαν Δοαρῶν ὁμιλία ἐκδοθεῖσα Εὐλαλίῳ ἐπισκόπῳ. Αʹ. Δέξασθε τὸν ἡμέτερον λόγον, ἀδελφοὶ, κἂν ἐλάχιστος ᾖ, κἂν παρὰ πολὺ τῆς ἀξίας λειπόμενος· πλὴν ὅμως σταθμίζειν οἶδεν ὁ Δεσπότης Θεὸς τῇ δικαίᾳ κρίσει τὸν ἔλεον· δέχεται γὰρ καὶ Παύλου τὴν φυτείαν, ὡς Παύλου, καὶ Ἀπολλὼ τὴν ἀρδείαν, καὶ τὰ δύο λεπτὰ τῆς χήρας, καὶ τοῦ τελώνου τὴν ταπείνωσιν, καὶ τοῦ Μανασσῆ τὴν ἐξαγόρευσιν.

Δέξασθε λόγον νεόκτιστον ἐπὶ νεοκτίστῳ ποιμένι· δέξασθε φωνὴν εὐχαριστήριον ἐπὶ τοῖς ὀρωμένοις θαύμασι. Μικροὶ μὲν ἡμεῖς καὶ ἐλάχιστοι ἐν υἱοῖς Ἰσραήλ· εὐχαριστεῖν δὲ πλουσίως οὐδὲν κωλύει καὶ τοὺς μικρούς. Τὴν μὲν οὖν τελεωτέραν εὐφημίαν ἀποδώσουσι τῷ Θεῷ πάντως οἱ τελεώτεροι· ἡμεῖς δὲ τὴν κατὰ δύναμιν εἰσοίσομεν σήμερον.

Τοιγαροῦν ᾄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ὅτι θαυμαστὰ ἐποίησεν. Ἐκυμαινόμεθα, ἐπολεμούμεθα, ἐξωθούμεθα· τὰ μὲν ἤδη παρῆν τῶν δεινῶν, τὰ δὲ ἤμελλεν. Ἀλλὰ τίς ἔστησε τὴν καταιγίδα εἰς αὔραν; Τίς συνέτριψεν ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον; Τίς τοὺς ἐξωσμένους καὶ ἀπεῤῥιμμένους ἡμᾶς εἰσεδέξατο; Οὐχὶ σὺ ὁ Θεὸς, ὁ ἐνεργήσας ταῦτα;