Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ἅγιον πάσχα καὶ εἰς τὴν βραδύτητα

Γρηγόριος ὁ Ναζιανζηνός

Το μυστήριο του Πάσχα και η μίμηση του Χριστού

Ανάπτυξη της θεολογίας της Εξόδου ως πνευματικής απελευθερώσεως και προτροπή για προσφορά του εαυτού στον Θεό κατά μίμηση της θείας συγκαταβάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 3

Γʹ. Χθὲς ὁ ἀμνὸς ἐσφάζετο, καὶ ἐχρίοντο αἱ φλιαὶ, καὶ ἐθρήνησεν Αἴγυπτος τὰ πρωτότοκα, καὶ ἡμᾶς παρῆλθεν ὁ ὀλοθρεύων, καὶ ἡ σφραγὶς φοβερὰ καὶ αἰδέσιμος, καὶ τῷ τιμίῳ αἵματι ἐτειχίσθημεν· σήμερον καθαρῶς ἐφύγομεν Αἴγυπτον, καὶ Φαραὼ τὸν πικρὸν δεσπότην, καὶ τοὺς βαρεῖς ἐπιστάτας, καὶ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἠλευθερώθημεν· καὶ οὐδεὶς ὁ κωλύσων ἡμᾶς ἑορτάζειν Κυρίῳ τῷ Θεῷ ἡμῶν ἑορτὴν τὴν ἐξόδιον, καὶ ἑορτάζειν, οὐκ ἐν ζύμῃ παλαιᾷ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, μηδὲν ἐπιφερομένους Αἰγυπτιακοῦ καὶ ἀθέου φυράματος.

Δʹ. Χθὲς συνεσταυρούμην Χριστῷ, σήμερον συνδοξάζομαι· χθὲς συνενεκρούμην, συζωοποιοῦμαι σήμερον· χθὲς συνεθαπτόμην, σήμερον συνεγείρομαι. Ἀλλὰ καρποφορήσωμεν τῷ ὑπὲρ ἡμῶν παθόντι καὶ ἀναστάντι. Χρυσόν με ἴσως οἴεσθε λέγειν, ἢ ἄργυρον, ἢ ὑφάσματα, ἢ λίθους τῶν διαφανῶν καὶ τιμίων, γῆς ῥέουσαν ὕλην, καὶ κάτω μένουσαν, ἧς ἀεὶ τὸ πλεῖον ἔχουσιν οἱ κακοὶ καὶ δοῦλοι τῶν κάτω καὶ τοῦ κοσμοκράτορος.

Καρποφορήσωμεν ἡμᾶς αὐτοὺς, τὸ τιμιώτατον Θεῷ κτῆμα καὶ οἰκειότατον· ἀποδῶμεν τῇ εἰκόνι τὸ κατ᾽ εἰκόνα, γνωρίσωμεν ἡμῶν τὸ ἀξίωμα, τιμήσωμεν τὸ ἀρχέτυπον, γνῶμεν τοῦ μυστηρίου τὴν δύναμιν, καὶ ὑπὲρ τίνος Χριστὸς ἀπέθανε.

Εʹ. Γενώμεθα ὡς Χριστὸς, ἐπεὶ καὶ Χριστὸς ὡς ἡμεῖς· γενώμεθα θεοὶ δι᾽ αὐτὸν, ἐπειδὴ κἀκεῖνος δι᾽ ἡμᾶς ἄνθρωπος. Προσέλαβε τὸ χεῖρον, ἵνα δῷ τὸ βέλτιον· ἐπτώχευσεν, ἵν᾽ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· δούλου μορφὴν ἔλαβεν, ἵνα τὴν ἐλευθερίαν ἡμεῖς ἀπολάβωμεν· κατῆλθεν, ἵν᾽ ὑψωθῶμεν· ἐπειράσθη, ἵνα νικήσωμεν· ἠτιμάσθη, ἵνα δοξάσῃ· ἀπέθανεν, ἵνα σώσῃ· ἀνῆλθεν, ἵν᾽ ἑλκύσῃ πρὸς ἑαυτὸν κάτω κειμένους ἐν τῷ τῆς ἁμαρτίας πτώματι.