Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ἅγιον πάσχα

Γρηγόριος ὁ Ναζιανζηνός

Η τυπολογία του Πάσχα και ο Μωσαϊκός Νόμος

Επεξηγείται η ετυμολογία του Πάσχα, αναπτύσσεται η τυπολογική διάσταση των νομικών διατάξεων και η παιδαγωγική λειτουργία των θυσιών ως σταδιακή θεραπεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 11

Ιʹ. Ἀλλὰ τί τούτων ἡμῖν, τάχα ἂν εἴποι τις τῶν λίαν φιλεόρτων καὶ θερμοτέρων; Κέντει τὸν πῶλον περὶ τὴν νύσσαν· τὰ τῆς ἑορτῆς ἡμῖν φιλοσόφει, καὶ οἷς προκαθεζόμεθα σήμερον. Τοῦτο δὴ καὶ ποιήσω, καὶ εἰ μικρὸν ἄνωθεν ἠρξάμην, οὕτω τοῦ λόγου καὶ τοῦ πόθου βιασαμένων. Οὐ χεῖρον δὲ ἴσως τοῖς φιλομαθέσι καὶ φιλοκάλοις περὶ τῆς προσηγορίας αὐτῆς τοῦ Πάσχα βραχέα διαλαβεῖν. Γένοιτο γὰρ ἂν οὐ φαῦλον τοῦτο ταῖς ἀκοαῖς ἐπεισόδιον.

Τὸ Πάσχα τοῦτο, τὸ μέγα τε καὶ σεβάσμιον, Φάσκα τοῖς Ἑβραίοις προσαγορεύεται, κατὰ τὴν ἐκείνων φωνήν· δηλοῖ δὲ ἡ φωνὴ τὴν διάβασιν· ἱστορικῶς μὲν, διὰ τὴν ἐξ Αἰγύπτου πρὸς τὴν Χαναναίαν φυγὴν καὶ μετανάστασιν· πνευματικῶς δὲ, διὰ τὴν ἐκ τῶν κάτω πρὸς τὰ ἄνω, καὶ τὴν γῆν τῆς ἐπαγγελίας πρόοδον καὶ ἀνάβασιν. Ὅπερ δὲ πολλαχοῦ τῆς Γραφῆς συμβὰν εὕρομεν, ἀπὸ τῶν ἀσαφεστέρων μεταποιηθέντα τινὰ τῶν ὀνομάτων ἐπὶ τὸ σαφέστερον, ἢ τῶν ἀγροικοτέρων ἐπὶ τὸ εὐσχημονέστερον, τοῦτο κἀνταῦθα τεθεωρήκαμεν. Τοῦ γὰρ σωτηρίου πάθους ὄνομα τοῦτο εἶναί τινες νομίσαντες, εἶτα ἐξελληνίζοντες τὴν φωνὴν, κατὰ τὴν τοῦ φῖ πρὸς τὸ πῖ, καὶ τοῦ κάππα πρὸς τὸ χῖ μεταποίησιν, Πάσχα τὴν ἡμέραν προσηγορεύκασιν.

Παραλαβοῦσα δὲ ἡ συνήθεια τὴν φωνὴν, ἰσχυροτέραν ἐποίησε, προστρεχούσης τῆς τῶν πολλῶν ἀκοῆς, ὡς εὐσεβεστέρῳ τῷ ῥήματι. ΙΑʹ. Πάντα μὲν οὖν τὸν νόμον, σκιὰν εἶναι τῶν μελλόντων καὶ νοουμένων, ὁ θεῖος Ἀπόστολος πρὸ ἡμῶν ἀπεφήνατο. Καὶ ὁ χρηματίσας πρὸ τούτου τῷ Μωϋσεῖ Θεὸς, ἡνίκα περὶ τούτων ἐνομοθέτει· Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· σκιαγραφίαν τινὰ καὶ προχάραγμα τῶν ἀοράτων παραδεικνὺς τὰ ὁρώμενα.

Καὶ πείθομαι, μηδὲν εἰκῆ, μηδὲ ἀλογίστως, μηδὲ χαμερπῶς τούτων διατετάχθαι, μηδὲ ἀναξίως τῆς τοῦ Θεοῦ νομοθεσίας, καὶ τῆς Μωϋσέως ὑπουργίας· εἰ καὶ χαλεπὸν ἑκάστῃ τῶν σκιῶν, ἑκάστην ἐφευρεῖν θεωρίαν εἰς λεπτὸν καταβαίνοντα, ὅσα τε περὶ τῆς σκηνῆς αὐτῆς, καὶ μέτρων, καὶ ὕλης, καὶ τῶν αἰρόντων ταῦτα Λευϊτῶν τε καὶ λειτουργῶν, ὅσα τε περὶ θυσιῶν, καὶ καθαρσίων, καὶ ἀφαιρεμάτων νενομοθέτηται· καὶ μόνοις εἶναι θεωρητὰ τοῖς κατὰ Μωϋσέα τὴν ἀρετὴν, ἢ ὅτι ἐγγυτάτω τῆς ἐκείνου παιδεύσεως. Ἐπεὶ καὶ ἐν αὐτῷ τῷ ὄρει Θεὸς ἀνθρώποις φαντάζεται, τὸ μέν τι καταβαίνων αὐτὸς τῆς οἰκείας περιωπῆς, τὸ δὲ ἡμᾶς ἀνάγων ἐκ τῆς κάτωθεν ταπεινώσεως, ἵνα χωρηθῇ μετρίως γοῦν θνητῇ φύσει, καὶ ὅσον ἀσφαλὲς, ὁ ἀχώρητος. Οὐ γὰρ οἷόν τε ἄλλως ἐν περινοίᾳ Θεοῦ γενέσθαι σώματος ὑλικοῦ καὶ δεσμίου νοῦ πάχος μὴ βοηθούμενον.

Τότε τοίνυν, οὐ πάντες τῆς αὐτῆς ἀξιωθέντες φαίνονται τάξεώς τε καὶ στάσεως· ἀλλ᾽ ὁ μὲν τῆς, ὁ δὲ τῆς, πρὸς μέτρον, οἶμαι, τῆς ἑαυτοῦ καθάρσεως ἕκαστος· οἱ δὲ καὶ παντάπασιν ἀπεληλαμένοι, καὶ μόνης ἀκούειν τῆς ἄνωθεν φωνῆς συγχωρούμενοι, ὅσοι θηριώδεις τὸν τρόπον, καὶ θείων μυστηρίων ἀνάξιοι.

ΙΒʹ. Ὅμως δὲ μέσην χωροῦντες ἡμεῖς τῶν τε πάντη παχυτέρων τὴν διάνοιαν, καὶ τῶν ἄγαν θεωρητικῶν τε καὶ ἀνηγμένων, ἵνα μήτε παντελῶς ἀργοὶ καὶ ἀκίνητοι μένωμεν, μήτε περιεργότεροι τοῦ δέοντος ὦμεν, καὶ τῶν προκειμένων ἔκπτωτοι καὶ ἀλλότριοι (τὸ μὲν γὰρ Ἰουδαϊκόν πως καὶ ταπεινὸν, τὸ δὲ ὀνειροκριτικὸν, καὶ ὁμοίως ἀμφότερα κατεγνωσμένα)· οὕτω περὶ τούτων διαλεξόμεθα, κατὰ τὸ ἡμῖν ἐφικτὸν, καὶ οὐ λίαν ἔκτοπον, οὐδὲ τοῖς πολλοῖς καταγέλαστον. Ἡγούμεθα γὰρ, ἐπειδὴ πεσόντας ἡμᾶς ἐκ τῆς ἁμαρτίας τὸ ἀπ᾽ ἀρχῆς, καὶ διὰ τῆς ἡδονῆς κλαπέντας μέχρις εἰδωλολατρείας, καὶ τῶν ἀθέσμων αἱμάτων, ἔδει πάλιν ἀνακληθῆναι, καὶ πρὸς τὸ ἀρχαῖον ἐπαναχθῆναι, διὰ σπλάγχνα ἐλέους Θεοῦ Πατρὸς ἡμῶν, οὐκ ἀνασχομένου ζημιωθῆναι τοσοῦτον ἔργον τῆς οἰκείας χειρὸς τὸν ἄνθρωπον. Πῶς οὖν ἀναπλασθῆναι, καὶ τί γενέσθαι; Τὸ μὲν σφοδρὸν τῆς ἰατρείας ἀποδοκιμασθῆναι, ὡς οὔτε πεῖσον, καὶ προσπλῆξαι δυνάμενον, διὰ τὴν ἐκ τοῦ χρόνου φυσίωσιν, τῷ δὲ ἡμέρῳ καὶ φιλανθρώπῳ τῆς θεραπείας οἰκονομηθῆναι πρὸς ἐπανόρθωσιν. Μηδὲ γὰρ ἂν πτόρθον λοξὸν ἐνεγκεῖν ἀθρόαν μετάκλισιν καὶ βίαν χειρὸς ἀπευθυνούσης (θᾶττον μέν τ᾽ ἂν πληγῆναι, ἢ ὀρθωθῆναι), μήτε ἵππον θερμὸν καὶ ὑπερήλικα χαλινοῦ τυραννίδα, δίχα τινὸς κολακείας καὶ ποππυσμάτων.

Διὰ τοῦτο δίδοται νόμος ἡμῖν εἰς βοήθειαν, οἷόν τι διατείχισμα, μέσον Θεοῦ καὶ εἰδώλων, τῶν μὲν ἀπάγων ἡμᾶς, πρὸς δὲ τὸν ἐπανάγων. Καὶ συγχωρεῖ τι μικρὸν ἀπ᾽ ἀρχῆς, ἵνα τὸ μεῖζον λάβῃ.

Συγχωρεῖ τὰς θυσίας τέως, ἵν᾽ ἐγκαταστήσῃ Θεόν· ἔπειτα, ἡνίκα καιρὸς, καταλύσῃ καὶ τὰς θυσίας, σοφῶς ὑπαλλάττων ἡμᾶς ταῖς κατὰ μικρὸν ὑφαιρέσεσι, καὶ μετάγων ἐπὶ τὸ Εὐαγγέλιον ἤδη γεγυμνασμένους πρὸς εὐπείθειαν.