Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ἅγιον πάσχα
Η πνευματική Έξοδος
Ανάλυση της ενδυμασίας, της χρήσης της βακτηρίας, της σκύλευσης των Αιγυπτίων ως ορθής χρήσης του πλούτου και των θαυμάτων κατά την πορεία της Εξόδου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η πνευματική Έξοδος
Ανάλυση της ενδυμασίας, της χρήσης της βακτηρίας, της σκύλευσης των Αιγυπτίων ως ορθής χρήσης του πλούτου και των θαυμάτων κατά την πορεία της Εξόδου.
ΙΖʹ. Ἄξιον δὲ μηδὲ τὸν τῆς βρώσεως τρόπον παραδραμεῖν, ὅτι μηδὲ ὁ νόμος, ἄχρι καὶ τούτου, τὴν θεωρίαν φιλοπονῶν ἐν τῷ γράμματι. Ἀναλώσομεν γὰρ τὸ θῦμα κατὰ σπουδὴν, καὶ ἄζυμα ἐπὶ πικρίδων συνεσθίοντες, καὶ τὰς ὀσφύας περιεζωσμένοι, καὶ τὰ ὑποδήματα περικείμενοι, καὶ πρεσβυτικῶς βακτηρεύοντες. Κατὰ σπουδὴν μὲν, ἵνα μὴ πάθωμεν ὅπερ ὁ Λὼτ ἐκεῖνος ἀπηγόρευται παρὰ τῆς ἐντολῆς· μὴ περιβλεψώμεθα, μὴ στῶμεν ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὅρος ἀποσωθῶμεν, μὴ συμπαραληφθῶμεν τῷ Σοδομιτικῷ καὶ ξένῳ πυρὶ, μηδ᾽ εἰς στήλην ἀλὸς παγῶμεν, ἐκ τῆς ἐπὶ τὸ χεῖρον ἐπιστροφῆς, ὅπερ ἐργάζεται μέλλησις. Ἐπὶ δὲ πικρίδων, διὰ τὸ πικρὸν τοῦ κατὰ Θεὸν βίου, καὶ πρόσαντες, τοῖς ἀρχομένοις μάλιστα, καὶ ἡδονῶν ὑψηλότερον. Εἰ γὰρ καὶ χρηστὸς ὁ νέος ζυγὸς, καὶ τὸ φορτίον ἐλαφρὸν, ὥσπερ ἀκούεις· ἀλλὰ διὰ τὴν ἐλπίδα τοῦτο καὶ τὴν ἀντίδοσιν, πολλῷ τῆς ἐνταῦθα κακοπαθείας οὖσαν δαψιλεστέραν· ἐπεὶ ἄλλως γε, τίς οὐκ ἂν εἴποι, πολὺ τῶν νομικῶν διατάξεων τὸ Εὐαγγέλιον ἐργωδέστερον εἶναι καὶ μοχθηρότερον; Τοῦ γὰρ νόμον τὰ τέλη τῶν ἀμαρτημάτων κωλύοντος, ἡμεῖς καὶ τὰς αἰτίας, ὡς πράξεις σχεδὸν, ἐγκαλούμεθα.
Οὐ μοιχεύσεις, φησὶν ὁ νόμος· σὺ δὲ, οὐδὲ ἐπιθυμήσεις, ἐκ περιέργου θέας καὶ φιλοπόνου φλέγων τὸ πάθος. Οὐ φονεύσεις, ἐκεῖνος· σὺ δὲ, οὐδὲ ἀντιπλήξεις, ἀλλὰ καὶ σεαυτὸν ἐμπαρέξεις τῷ παίοντι. Ὅσον ταῦτα ἐκείνων φιλοσοφώτερα!
Οὐκ ἐπιορκήσεις, ἐκεῖνος· σὺ δὲ, οὐδὲ ὁμῇ τὴν ἀρχὴν, οὐ μικρὸν, οὐ μεῖζον, ὡς τοῦ ὅρκου τὴν ἐπιορκίαν τίκτοντος. Οὐ συνάψεις οἰκίαν πρὸς οἰκίαν, ἐκεῖνος, καὶ ἀγρὸν πρὸς ἀγρὸν, καταδυναστεύων τοῦ πένητος· σὺ δὲ, ἀποθήσῃ καὶ τὰ δικαίως κτηθέντα προθύμως, καὶ γυμνωθήσῃ τοῖς πένησιν, ἵνα κούφως τὸν σταυρὸν αἴρῃς, καὶ πλουτήσῃς τὰ μὴ ὁρώμενα.
ΙΗʹ. Ὀσφὺς δὲ, τοῖς μὲν ἀλόγοις, ἄνετος ἔστω καὶ ἄδετος· οὐδὲ γὰρ λόγον ἔχουσι, τὸν κρατοῦντα τῶν ἡδονῶν· οὔπω λέγω, ὅτι κἀκεῖνα ὅρον οἶδε τῆς φυσικῆς κινήσεως· σοὶ καὶ ἀναστελλέσθω ζώνῃ καὶ σωφροσύνῃ τὸ ἐπιθυμητικὸν καὶ χρεμετιστικὸν (ὡς ἡ θεία φησὶ Γραφὴ, τὸ τοῦ πάθους αἰσχρὸν διασύρουσα), ἵνα καθαρῶς ἐσθίῃς τὸ Πάσχα, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν Ἰωάννου ζώνην μιμούμενος, τοῦ ἐρημικοῦ, καὶ προδρόμου, καὶ μεγάλου τῆς ἀληθείας κήρυκος. Οἶδα καὶ ζώνην ἄλλην, τὴν στρατιωτικὴν λέγω καὶ ἀνδρικὴν, καθ᾽ ἣν Εὔζωνοι Συρίας καὶ Μονόζωνοί τινες ὀνομάζονται· καθ᾽ ἣν καὶ τῷ Ἰὼβ χρηματίζων φησὶν ὁ Θεός· Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, καὶ δὸς ἀπόκρισιν ἀνδρικήν· ἣν καὶ ὁ θεῖος Δαβὶδ περιεζῶσθαι δύναμιν ἐκ Θεοῦ μεγαλαυχεῖ, καὶ τὸν Θεὸν αὐτὸν εἰσάγει ἐνδεδυμένον δύναμιν καὶ περιεζωσμένον, δηλαδὴ κατὰ τῶν ἀσεβῶν· εἰ μή τῳ φίλον, τὸ περιὸν τῆς δυνάμεως, καὶ οἷον ἀνεσταλμένον, οὕτω παραδηλοῦσθαι, καθὸ καὶ φῶς ἀναβάλλεται, ὡς ἱμάτιον. Τὸ γὰρ ἄσχετον αὐτοῦ τῆς δυνάμεως καὶ τοῦ φωτὸς τίς ὑποστήσεται; Ζητῶ, τί κοινὸν ὀσφύϊ καὶ ἀληθείᾳ; τί δαὶ τῷ ἁγίῳ Παύλῳ νοεῖται τὸ φάσκειν· Στῆτε οὖν περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ;
Μήποτε ὡς τοῦ θεωρητικοῦ τὸ ἐπιθυμητικὸν περισφίγγοντος, καὶ οὐκ ἐῶντος ἀλλαχοῦ φέρεσθαι; Οὐ γὰρ ἐθέλει τὸ περί τι διακείμενον ἐρωτικῶς, πρὸς τὰς ἄλλας ἡδονὰς τὴν αὐτὴν ἔχειν δύναμιν. ΙΘʹ. Τὰ δὲ ὑποδήματα, ὁ μὲν τῆς ἁγίας γῆς καὶ θεοστιβοῦς ψαύειν μέλλων, ὑπολυέσθω, καθὰ καὶ Μωϋσῆς ἐκεῖνος ἐπὶ τοῦ ὄρους, ἵνα μηδὲν νεκρὸν φέρῃ, μηδὲ μέσον Θεοῦ καὶ ἀνθρώπων. Ὡς δὲ καὶ εἴ τις μαθητὴς ἐπὶ τὸ Εὐαγγέλιον πέμπεται, φιλοσόφως καὶ ἀπερίττως· ὃν δεῖ πρὸς τῷ ἀχάλκῳ, καὶ ἀράβδῳ, καὶ μονοχίτωνι, ἔτι καὶ γυμνοποδεῖν, ἵνα φανῶσιν οἱ πόδες ὡραῖοι τῶν εὐαγγελιζομένων εἰρήνην, καὶ ἄλλο πᾶν ἀγαθόν. Ὁ δὲ φεύγων Αἴγυπτόν τε καὶ τὰ Αἰγύπτια, ὑποδεδέσθω, τῆς τε ἄλλης ἀσφαλείας ἕνεκα καὶ τῆς πρὸς τοὺς σκορπίους καὶ τοὺς ὄφεις, οὓς καὶ πολλοὺς Αἴγυπτος τρέφει, ὥστε μὴ βλάπτεσθαι παρὰ τῶν τηρούντων τὴν πτέρναν, οὓς πατεῖν ἐκελεύσθημεν. Περὶ δὲ τῆς βακτηρίας οὕτως ἔχω, καὶ τοῦ περὶ ταύτην αἰνίγματος.
Τὴν μὲν ὑπερειστικὴν οἶδα, τὴν δὲ ποιμαντικήν τε καὶ διδασκαλικὴν, καὶ τὰ λογικὰ πρόβατα ἐπιστρέφουσαν. Ἀλλὰ σοὶ νῦν τὴν ὑπερείδουσαν ὁ νόμος διακελεύεται, μήπου τὸν λογισμὸν ὀκλάσῃς, αἷμα Θεοῦ, καὶ πάθος ἀκούων, καὶ θάνατον, μήπου περιενεχθῇς ἀθέως, ὡς Θεοῦ συνήγορος· ἀλλ᾽ ἀνεπαισχύντως καὶ ἀνενδοιάστως, φάγε τὸ σῶμα, πίε τὸ αἷμα, εἰ τῆς ζωῆς ἐπιθυμητικῶς ἔχεις, μήτε τοῖς περὶ σαρκὸς ἀπιστῶν λόγοις, μήτε τοῖς περὶ τὸ πάθος βλαπτόμενος. Ἐρηρεισμένος ἵστατο, πάγιος, βεβηκὼς, ἐν μηδενὶ σαλευόμενος ὑπὸ τῶν ἀντικειμένων, μηδὲ πιθανότητος λόγοις παρασυρόμενος. Ἐπὶ τὸ ὕψος σεαυτοῦ στῆθι, ἐν ταῖς αὐλαῖς Ἱερουσαλὴμ στῆσον τοὺς πόδας, ἐπὶ τῆς πέτρας ἔρεισον, ἵνα μὴ σαλεύηταί σου τὰ κατὰ Θεὸν διαβήματα.
Κʹ. Τί φῄς; Οὕτω ταῦτα ἔδοξεν, Αἴγυπτον ἐξελθεῖν, τὴν σιδηρᾶν κάμινον, καταλιπεῖν σε τὴν ἐκεῖσε πολυθεΐαν, καὶ ὑπὸ Μωϋσέως ἀχθῆναι, καὶ τῆς ἐκείνου νομοθεσίας καὶ στρατηγίας; Εἰσηγοῦμαι τι καὶ τῶν οὐκ ἐμῶν, μᾶλλον δὲ καὶ λίαν ἐμῶν, ἂν πνευματικῶς θεωρῇς. Χρῆσαι παρ᾽ Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ· μετὰ τούτων ὅδευσον· ἐκ τῶν ἀλλοτρίων ἐφοδιάσθητι, μᾶλλον δὲ τῶν σῶν· χρεωστεῖταί σοι μισθὸς τῆς δουλείας καὶ τῆς πλινθείας· σόφισαί τι καὶ σὺ περὶ τὴν ἀπαίτησιν· καλῶς ἀποστέρησον.
Ἔστω, τεταλαιπώρηκας ἐνταῦθα, τῷ πηλῷ μαχόμενος, τῷ μοχθηρῷ τούτῳ καὶ ῥυπαρῷ σώματι, καὶ πόλεις οἰκοδομῶν ἀλλοτρίας καὶ σφαλερὰς, ὧν ἀπολεῖται τὸ μνημόσυνον μετ᾽ ἤχου. Τί δαί; προῖκα ἐξέρχῃ καὶ ἀμισθί; Τί δαί; καταλείψεις Αἰγυπτίοις καὶ ταῖς ἀντικειμέναις δυνάμεσιν, ἃ κακῶς ἐκτήσαντο, καὶ χεῖρον δαπανήσουσιν; Οὐκ ἔστιν ἐκείνων· ἐσύλησαν, ἥρπασαν τοῦ εἰπόντος· Ἐμόν ἐστι τὸ ἀργύριον, καὶ ἐμόν ἐστι τὸ χρυσίον, καὶ δώσω αὐτὸ ᾧ βούλομαι. Χθὲς ἦν ἐκείνων· συνεχωρεῖτο γάρ. Σήμερον σοὶ προσάγει καὶ δίδωσιν ὁ Δεσπότης, καλῶς χρησομένῳ καὶ σωτηρίως. Κτησώμεθα ἡμῖν αὐτοῖς φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵν᾽ ὅταν ἐκλίπωμεν, ἀντιλάβωμεν ἐν καιρῷ κρίσεως.
ΚΑʹ. Εἰ μέν τις εἶ Ῥαχὴλ, ἢ Λεία, ψυχὴ πατριαρχικὴ καὶ μεγάλη, καὶ τὰ εἴδωλα κλέψον, ἅπερ ἂν εὕρῃς, τοῦ σοῦ πατρὸς, οὐχ ἵνα φυλάξῃς, ἀλλ᾽ ἵν᾽ ἀφανίσῃς· εἰ δὲ Ἰσραηλίτης σοφὸς, πρὸς τὴν γῆν τῆς ἐπαγγελίας μετένεγκε· καὶ περὶ τούτων ὁ διώκτης ἀλγησάτω, καὶ γνώτω κατασοφισθεὶς, ὅτι μάτην ἐτυράννει καὶ κατεδουλοῦτο τοὺς κρείττονας.
Ἂν οὕτω ποιῇς, καὶ οὕτως ἐξέλθῃς Αἴγυπτον, εὖ οἶδα, στύλῳ πυρὸς καὶ νεφέλης ὁδηγηθήσῃ νυκτὸς καὶ ἡμέρας, ἔρημος ἡμερωθήσεται, θάλασσά σοι τμηθήσεται, Φαραὼ βαπτισθήσεται, ἄρτος ὀμβρήσει, πέτρα πηγάσει, Ἀμαλὴκ καταπολεμηθήσεται· οὐχ ὅπλοις μόνον, ἀλλὰ καὶ πολεμίαις χερσὶ δικαίων, εὐχὴν ὁμοῦ τυπούσαις, καὶ σταυροῦ τρόπαιον τὸ ἀήττητον· ποταμὸς ἀνακοπήσεται, ἥλιος στήσεται σελήνη σχεθήσεται, τείχη κατενεχθήσεται, καὶ δίχα μηχανημάτων, σφηκίαι προδραμοῦνται, ὁδοποιοῦσαι τῷ Ἰσραὴλ, καὶ τοὺς ἀλλοφύλους ἀνείργουσαι· τἄλλα τε ὅσα ἐπὶ τούτοις καὶ σὺν τούτοις ἱστόρηται, ἵνα μὴ μακρὸν ἀποτείνω λόγον, παρὰ Θεοῦ σοι δοθήσεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.