Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ἅγιον πάσχα

Γρηγόριος ὁ Ναζιανζηνός

Υπεράσπιση της θείας συγκατάβασης και χριστολογικό δόγμα

Αναίρεση των κατηγοριών κατά της θείας κένωσης, ερμηνεία της διπλής φύσεως του Χριστού και ανακεφαλαίωση του θαύματος της σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 10 από 11

ΚϚʹ. Πρὸς ταῦτα τί φασιν ἡμῖν οἱ συκοφάνται, οἱ πικροὶ τῆς Θεότητος λογισταὶ, οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, ὑπὲρ ὧν Χριστὸς δωρεὰν ἀπέθανε, τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ πλάσματα;

Τοῦτο ἐγκαλεῖς Θεῷ τὴν εὐεργεσίαν; διὰ τοῦτο μικρὸς, ὅτι διὰ σὲ ταπεινός; ὅτι ἐπὶ τὸ πλανώμενον ἦλθεν ὁ Ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς, ἐφ᾽ ὧν ἐθυσίαζες, καὶ πλανώμενον εὗρε, καὶ εὑρὼν ἐπὶ τῶν ὤμων ἀνέλαβεν, ἐφ᾽ ὧν καὶ τὸ ξύλον, καὶ λαβὼν ἐπανήγαγεν ἐπὶ τὴν ἄνω ζωὴν, καὶ ἀναγαγὼν τοῖς μένουσι συνηρίθμησεν; ὅτι λύχνον ἧψε, τὴν ἑαυτοῦ σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε, τῆς ἁμαρτίας τὸν κόσμον ἀποκαθαίρων, καὶ τὴν δραχμὴν ἐζήτησε, τὴν βασιλικὴν εἰκόνα συγκεχωσμένην τοῖς πάθεσι, καὶ συγκαλεῖ τὰς φίλας αὐτῷ δυνάμεις ἐπὶ τῇ τῆς δραχμῆς εὑρέσει, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης, ἃς καὶ τῆς οἰκονομίας μύστιδας πεποίητο, ὅτι τῷ προδρόμῳ λύχνῳ τὸ φῶς ἀκολουθεῖ τὸ ὑπέρλαμπρον, καὶ τῇ φωνῇ ὁ Λόγος, καὶ τῷ νυμφαγωγῷ ὁ νυμφίος, κατασκευάζοντι Κυρίῳ λαὸν περιούσιον, καὶ προκαθαίροντι ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ ὕδατος;

Ταῦτα ἐγκαλεῖς τῷ Θεῷ; διὰ ταῦτα ὑπολαμβάνεις χείρονα, ὅτι λεντίῳ διαζώννυται, καὶ νίπτει τοὺς πόδας τῶν μαθητῶν, καὶ δείκνυσιν ἀρίστην ὁδὸν ὑψώσεως, τὴν ταπείνωσιν; ὅτι διὰ τὴν συγκύπτουσαν χαμαὶ ψυχὴν ταπεινοῦται, ἵνα καὶ συνυψώσῃ τὸ κάτω νεῦον ὑπὸ τῆς ἁμαρτίας; Ἐκεῖνο δὲ πῶς οὐ κατηγορεῖς, ὅτι καὶ μετὰ τελωνῶν ἐσθίει, καὶ παρὰ τελώναις, καὶ μαθητεύει τελώνας, ἵνα καὶ αὐτός τι κερδάνῃ; Τί τοῦτο; Τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν. Εἰ μὴ καὶ τὸν ἰατρὸν αἰτιῷτό τις, ὅτι συγκύπτει ἐπὶ τὰ πάθη, καὶ δυσωδίας ἀνέχεται, ἵνα δῷ τὴν ὑγίειαν τοῖς κάμνουσι· καὶ τὸν ἐπικλινόμενον βόθρῳ διὰ φιλανθρωπίαν, ἵνα τὸ ἐμπεπτωκὸς κτῆνος κατὰ τὸν νόμον ἀνασώσηται.

ΚΖʹ. Ἀπεστάλη μὲν, ἀλλ᾽ ὡς ἄνθρωπος· διπλοῦς γὰρ ἦν· ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε, νόμῳ φύσεως. Εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο; Τὴν εὐδοκίαν τοῦ Πατρὸς ἀποστολὴν εἶναι νόμισον, ἐφ᾽ ὃν ἀναφέρει τὰ ἑαυτοῦ, καὶ ὡς ἀρχὴν τιμῶν ἄχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος. Ἐπεὶ καὶ παραδεδόσθαι λέγεται, ἀλλὰ καὶ ἑαυτὸν παραδεδωκέναι γέγραπται· καὶ ἐγηγέρθαι παρὰ τοῦ Πατρὸς καὶ ἀνειλῆφθαι, ἀλλὰ καὶ ἑαυτὸν ἀνεστακέναι, καὶ ἀνεληλυθέναι πάλιν· ἐκεῖνα τῆς εὐδοκίας, ταῦτα τῆς ἐξουσίας. Σὺ δὲ τὰ μὲν ἐλαττοῦντα λέγεις, τὰ ὑψοῦντα δὲ παρατρέχεις· καὶ ὅτι μὲν ἔπαθε, λογίζῃ· ὅτι δὲ ἑκὼν, οὐ προστίθης.

Οἷα πάσχει καὶ νῦν ὁ Λόγος! Ὑπὸ μὲν τῶν ὡς Θεὸς τιμᾶται καὶ συναλείφεται· ὑπὸ δὲ τῶν ὡς σὰρξ ἀτιμάζεται καὶ χωρίζεται. Τίσιν ὀργισθῆ πλέον; μᾶλλον δὲ, τίσιν ἀφῇ, τοῖς συναιροῦσι κακῶς, ἢ τοῖς τέμνουσι; Καὶ γὰρ κἀκείνους διαιρεῖν ἔδει, καὶ τούτους συνάπτειν· τοὺς μὲν τῷ ἀριθμῷ, τοὺς δὲ τῇ Θεότητι. Προσκόπτεις τῇ σαρκί; τοῦτο καὶ Ἰουδαῖοι.

Ἢ καὶ Σαμαρείτην ἀποκαλεῖς (καὶ τὸ ἑξῆς σιωπήσομαι); ἀπιστεῖς τῇ Θεότητι; τοῦτο οὐδὲ οἱ δαίμονες. Ὦ καὶ δαιμόνων ἀπιστότερε σὺ, καὶ Ἰουδαίων ἀγνωμονέστερε! Ἐκεῖνοι τὴν τοῦ Υἱοῦ προσηγορίαν ὁμοτιμίας φωνὴν ἐνόμισαν· οὗτοι τὸν ἐλαύνοντα Θεὸν ᾔδεσαν· ἐπείθοντο γὰρ ἐξ ὧν ἔπασχον. Σὺ δὲ, οὐδὲ τὴν ἰσότητα δέχῃ, οὐδὲ ὁμολογεῖς τὴν Θεότητα. Κρεῖττον ἦν σοι περιτετμῆσθαι καὶ δαιμονᾷν, ἵν᾽ εἴπω τι καὶ γελοίως, ἢ ἐν ἀκροβυστίᾳ καὶ ὑγιείᾳ διακεῖσθαι πονηρῶς καὶ ἀθέως. Ἀλλ᾽ ὁ μὲν πρὸς ἐκείνους πόλεμος ἢ καταλυέσθω, ὀψὲ γοῦν σωφρονήσαντας εἴπερ ἐθέλοιεν, ἢ ἀναβεβλήσθω, μὴ βουλομένων, ἀλλ᾽ ἐχόντων ὡς ἔχουσιν. Πάντως δὲ οὐδὲν δείσομεν, ὑπὲρ τῆς Τριάδος, μετὰ τῆς Τριάδος ἀγωνιζόμενοι.

ΚΗʹ. Νῦν δὲ ἀναγκαῖον ἡμῖν οὕτω κεφαλαιῶσαι τὸν λόγον· Γεγόναμεν, ἵν᾽ εὖ πάθωμεν· εὖ πεπόνθαμεν, ἐπειδὴ γεγόναμεν. Τὸν παράδεισον ἐπιστεύθημεν, ἵνα τρυφήσωμεν. Ἐντολὴν ἐλάβομεν, ἵν᾽ εὐδοκιμήσωμεν ταύτην φυλάξαντες· οὐκ ἀγνοοῦντος τοῦ Θεοῦ τὸ ἐσόμενον, ἀλλὰ νομοθετοῦντος τὸ αὐτεξούσιον.

Ἠπατήθημεν, ἐπειδὴ ἐφθονήθημεν· ἐκπεπτώκαμεν, ἐπειδὴ παρέβημεν· ἐνηστεύσαμεν, ἐπειδὴ μὴ ἐνηστεύσαμεν, τοῦ ξύλου τῆς γνώσεως ὑποκρατηθέντες. Ἀρχαία γὰρ ἦν ἡ ἐντολὴ, καὶ ἡμῖν ὁμόχρονος ψυχῆς τις οὖσα παιδαγωγία, καὶ τρυφῆς σωφρόνισμα· ἣν ἐπετάχθημεν εἰκότως, ἵν᾽ ὃ μὴ φυλάξαντες ἀποβεβλήκαμεν, φυλάξαντες ἀπολάβωμεν.

Ἐδεήθημεν Θεοῦ σαρκουμένου καὶ νεκρουμένου, ἵνα ζήσωμεν· συνενεκρώθημεν, ἵνα καθαρῶμεν· συνανέστημεν, ἐπειδὴ συνενεκρώθημεν· συνεδοξάσθημεν, ἐπειδὴ συνανέστημεν. ΚΘʹ. Πολλὰ μὲν δὴ τοῦ τότε καιροῦ τὰ θαύματα· Θεὸς σταυρούμενος, ἥλιος σκοτιζόμενος, καὶ πάλιν ἀναφλεγόμενος (ἔδει γὰρ τῷ Κτίστῃ συμπαθεῖν καὶ τὰ κτίσματα)· καταπέτασμα σχιζόμενον, αἷμα καὶ ὕδωρ τῆς πλευρᾶς χεόμενον· τὸ μὲν, ὡς ἀνθρώπου, τὸ δὲ, ὡς ὑπὲρ ἄνθρωπον· γῆ σειομένη, πέτραι ὑπὲρ τῆς πέτρας ῥηγνύμεναι, νεκροὶ ἀνιστάμενοι εἰς πίστιν τῆς τελευταίας καὶ κοινῆς ἀναστάσεως· τὰ ἐπὶ τῷ τάφῳ σημεῖα, τὰ μετὰ τὸν τάφον, ἃ τίς ἂν ἀξίως ὑμνήσειεν; Οὐδὲν δὲ οἷον τὸ θαῦμα τῆς ἐμῆς σωτηρίας· ῥανίδες αἵματος ὀλίγαι κόσμον ὅλον ἀναπλάττουσαι, καὶ γίνονται καθάπερ ὀπὸς γάλακτι πᾶσιν ἀνθρώποις, εἰς ἓν ἡμᾶς συνδέουσαι καὶ συνάγουσαι.