Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ἅγιον πάσχα

Γρηγόριος ὁ Ναζιανζηνός

Επίλογος και προσευχή

Ο λόγος κατακλείεται με ικεσία προς τον Λόγο του Θεού για προστασία από τις δοκιμασίες και με την προσδοκία της επουράνιας λατρείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 11 από 11

Λʹ. Ἀλλ᾽, ὦ Πάσχα, τὸ μέγα καὶ ἱερὸν, καὶ παντὸς τοῦ κόσμου καθάρσιον! ὡς γὰρ ἐμψύχῳ σοι διαλέξομαι. Ὦ Λόγε Θεοῦ, καὶ φῶς, καὶ ζωὴ, καὶ σοφία, καὶ δύναμις! χαίρω γὰρ πᾶσί σου τοῖς ὀνόμασιν. Ὦ νοῦ τοῦ μεγάλου γέννημα, καὶ ὅρμημα, καὶ ἐκσφράγισμα! ὦ Λόγε νοούμενε, καὶ ἄνθρωπε θεωρούμενε, ὃς πάντα φέρεις ἀναδησάμενος τῷ ῥήματι τῆς δυνάμεώς σου! νῦν μὲν ἔχοις τὸν λόγον τοῦτον, οὐκ ἀπαρχὴν, ἀλλὰ συμπλήρωσιν ἵσως τῆς ἡμετέρας καρποφορίας, χαριστήριον τὸν αὐτὸν καὶ ἱκέσιον μηδὲν κακοπαθεῖν ἡμᾶς ἔξω τῶν ἀναγκαίων καὶ ἱερῶν, οἷς συνεζήσαμεν· καὶ στήσαις τῷ σώματι τὴν καθ᾽ ἡμῶν τυραννίδα (ὁρᾷς ὅσην, Κύριε, καὶ ὡς κάμπτουσαν), ἢ τὴν σὴν ψῆφον, εἰ παρὰ σοῦ καθαιροίμεθα.

Εἰ δὲ καταλύσαιμεν ἀξίως τοῦ πόθου, καὶ δεχθείημεν ταῖς οὐρανίαις σκηναῖς, τάχα σοι καὶ αὐτόθι θύσομεν δεκτὰ ἐπὶ τὸ ἅγιόν σου θυσιαστήριον, ὦ Πάτερ, καὶ Λόγε, καὶ Πνεῦμα τὸ ἅγιον· ὅτι σοὶ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.