Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ῥητὸν τοῦ εὐαγγελίου· Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους

Γρηγόριος ὁ Ναζιανζηνός

Η ευαγγελική διδασκαλία για τον γάμο, το διαζύγιο και την ισοτιμία των φύλων

Ανάλυση της απαντήσεως του Χριστού στους Φαρισαίους περί διαζυγίου, με κριτική των μεροληπτικών ανθρώπινων νόμων και ανάδειξη της πλήρους ισότητας ανδρών και γυναικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 7

Εʹ. Πλὴν ὅπερ ἔλεγον, ἵνα πρὸς τὸν ἐμὸν ἀναδράμω λόγον, διὰ τοῦτο ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, ὅτι ταῖς ἀσθενείαις συγκαταβαίνει ταῖς ἡμετέραις. Εἶτα τί; Καὶ προσῆλθον αὐτῷ, φησὶν, οἱ Φαρισαῖοι, πειράζοντες αὐτὸν καὶ λέγοντες· Εἰ ἔξεστιν ἀνθρώπῳ κατὰ πᾶσαν αἰτίαν ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ; Πάλιν Φαρισαῖοι πειράζουσι· πάλιν οἱ τὸν νόμον ἀναγινώσκοντες, τὸν νόμον οὐ γινώσκουσι· πάλιν οἱ ἐξηγηταὶ τοῦ νόμου τυγχάνοντες, ἄλλων διδασκάλων δέονται. Οὐκ ἤρκεσαν Σαδδουκαῖοι πειράζοντες περὶ ἀναστάσεως, καὶ νομικοὶ πυνθανόμενοι περὶ τελειότητος, καὶ Ἡρωδιανοὶ περὶ κήνσου, καὶ περὶ ἐξουσίας ἕτεροι. Ἀλλὰ καὶ περὶ γάμου τις πάλιν ἐρωτᾷ τὸν ἀπείραστον, τὸν κτίστην τῆς συζυγίας, τὸν ἐκ τῆς πρώτης αἰτίας τὸ πᾶν τῶν ἀνθρώπων γένος τοῦτο συστησάμενον. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἐξ ἀρχῆς, ἄῤῥεν καὶ θῆλυ ἐποίησεν αὐτούς; Οἶδε τινὰς μὲν τῶν ἐρωτήσεων διαλύειν, τινὰς δὲ ἐπιστομίζειν. Ὅτε ἐρωτᾶται, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; διὰ τὸ ἄγαν ἀπαίδευτον τῶν ἐρωτησάντων, καὶ αὐτὸς ἀντερωτᾷ· Τὸ βάπτισμα τὸ Ἰωάννου, ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; Καὶ ἀμφοτέρωθεν συμποδίζει τοὺς ἐρωτῶντας. Ὥστε δυνάμεθα καὶ ἡμεῖς μιμούμενοι Χριστὸν, ἔστιν ὅτε τοὺς περιέργως ἡμῖν διαλεγομένους ἐπιστομίζειν, καὶ ἀτοπωτέροις ἀντερωτήμασι λύειν τὴν ἀτοπίαν τῶν ἐρωτήσεων.

Ἐσμὲν γὰρ καὶ ἡμεῖς σοφοὶ τὰ μάταια ἔστιν ὅτε, ἵνα τὰ τῆς ἀφροσύνης καυχήσωμαι.

Ὅτε δὲ ἐρώτησιν ὁρᾷ λογισμοῦ δεομένην, τότε οὐκ ἀπαξιοῖ τοὺς ἐρωτῶντας συνετῶν ἀποκρίσεων. Ϛʹ. Τὸ ἐρώτημα, ὃ ἐρώτησας, τοῦτο σωφροσύνην τιμᾷν μοι δοκεῖ, καὶ ἀπόκρισιν ἀπαιτεῖν φιλάνθρωπον· σωφροσύνην, περὶ ἣν ὁρῶ τοὺς πολλοὺς κακῶς διακειμένους, καὶ τὸν νόμον αὐτῶν ἄνισον, καὶ ἀνώμαλον.

Τί δήποτε γὰρ, τὸ μὲν θῆλυ ἐκόλασαν, τὸ δὲ ἄῤῥεν ἐπέτρεψαν; Καὶ γυνὴ μὲν κακῶς βουλευσαμένη περὶ κοίτην ἀνδρὸς μοιχᾶται, καὶ πικρὰ ἐντεῦθεν τὰ τῶν νόμων ἐπιτίμια· ἀνὴρ δὲ καταπορνεύων γυναικὸς, ἀνεύθυνος; Οὐ δέχομαι ταύτην τὴν νομοθεσίαν, οὐκ ἐπαινῶ τὴν συνήθειαν. Ἄνδρες ἦσαν οἱ νομοθετοῦντες, διὰ τοῦτο κατὰ γυναικῶν ἡ νομοθεσία· ἐπεὶ καὶ τοῖς πατράσιν ὑπ᾽ ἐξουσίαν δεδώκασι τὰ τέκνα, τὸ δὲ ἀσθενέστερον, ἀθεράπευτον εἴασαν. Θεὸς δὲ οὐχ οὕτως· ἀλλὰ, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη, ἵνα εὖ σοι γένηται, ἐν ἐπαγγελίαις κειμένη.

Καὶ, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὁμοίως καὶ τὸ ἀγαθὸν ἐτίμησε, καὶ τὸ κακὸν ἐκόλασεν. Καὶ, Εὐλογία πατρὸς στηρίζει οἴκους τέκνων· κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. Ὁρᾶτε τὸ ἴσον τῆς νομοθεσίας. Εἷς ποιητὴς ἀνδρὸς καὶ γυναικὸς, εἷς χοῦς ἀμφότεροι, εἰκὼν μία, νόμος εἷς, θάνατος εἷς, ἀνάστασις μία.

Ὁμοίως ἐξ ἀνδρὸς καὶ γυναικὸς γεγόναμεν· ἓν χρέος παρὰ τῶν τέκνων τοῖς γονεῦσιν ὀφείλεται. Ζʹ. Πῶς οὖν σὺ σωφροσύνην μὲν ἀπαιτεῖς, οὐκ ἀντεισφέρεις δέ; πῶς, ὃ μὴ δίδως, αἰτεῖς; πῶς ὁμότιμον σῶμα ὢν, ἀνίσως νομοθετεῖς; Εἰ δὲ τὰ χείρω σκοπεῖς· ἥμαρτεν ἡ γυνὴ, τοῦτο καὶ ὁ Ἀδάμ· ἀμφοτέρους ὁ ὄφις ἠπάτησεν. Οὐ τὸ μὲν ἀσθενέστερον εὑρέθη, τὸ δὲ ἰσχυρότερον. Ἀλλὰ τὰ βελτίω λογίζῃ; ἀμφοτέρους σώζει Χριστὸς τοῖς πάθεσιν. Ὑπὲρ ἀνδρὸς σὰρξ ἐγένετο; τοῦτο καὶ ὑπὲρ γυναικός.

Ὑπὲρ ἀνδρὸς ἀπέθανε; καὶ ἡ γυνὴ τῷ θανάτῳ σώζεται. Ἐκ σπέρματος Δαβὶδ ὀνομάζεται· τιμᾶσθαι ἴσως οἴει τὸν ἄνδρα; ἀλλὰ καὶ ἐκ Παρθένου γεννᾶται, τοῦτο καὶ ὑπὲρ γυναικῶν. Ἔσονται μὲν οὖν οἱ δύο, φησὶν, εἰς σάρκα μίαν· καὶ ἡ μία σὰρξ ἐχέτω τὸ ὁμότιμον. Παῦλος δὲ καὶ τῷ ὑποδείγματι τὴν σωφροσύνην νομοθετεῖ. Πῶς, καὶ τίνα τρόπον;

Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Καλὸν τῇ γυναικὶ Χριστὸν αἰδεῖσθαι διὰ τοῦ ἀνδρός· καλὸν καὶ τῷ ἀνδρὶ τὴν Ἐκκλησίαν μὴ ἀτιμάζειν διὰ τῆς γυναικός. Ἡ γυνὴ, φησὶν, ἵνα φοβῆται τὸν ἄνδρα· καὶ Χριστὸν γάρ. Ἀλλὰ καὶ ὁ ἀνὴρ, ἵνα περιέπῃ τὴν γυναῖκα· καὶ γὰρ Χριστὸς τὴν Ἐκκλησίαν. Μᾶλλον δ᾽ ἔτι καὶ προσφιλοπονήσωμεν τῷ ῥητῷ.

Ηʹ. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· ἐξέταζε καὶ τυχὸν ἂν εὕροις τι ἐν αὐτῷ τροφιμώτερον. Δοκεῖ μοι γὰρ παραιτεῖσθαι τὴν διγαμίαν ἐνταῦθα ὁ λόγος. Εἰ μὲν γὰρ δύο Χριστοὶ, δύο καὶ ἄνδρες, δύο καὶ γυναῖκες· εἰ δὲ εἷς Χριστὸς, μία κεφαλὴ τῆς Ἐκκλησίας, καὶ μία σάρξ· ἡ δευτέρα δὲ ἀποπτυέσθω.

Τὸ δεύτερον δὲ ἂν κωλύσῃ, τοῦ τρίτου τίς λόγος; Τὸ πρῶτον νόμος, τὸ δεύτερον συγχώρησις, τὸ τρίτον παρανομία. Ὁ δὲ ὑπὲρ τοῦτο, χοιρώδης, οἷος οὐδὲ πολλὰ ἔχων τῆς κακίας τὰ παραδείγματα. Ὁ μὲν νόμος κατὰ πᾶσαν αἰτίαν τὸ ἀποστάσιον δίδωσι· Χριστὸς δὲ οὐ κατὰ πᾶσαν αἰτίαν· ἀλλὰ συγχωρεῖ μὲν μόνον χωρίζεσθαι τῆς πόρνης, τὰ δὲ ἄλλα πάντα φιλοσοφεῖν κελεύει. Καὶ τὴν πόρνην, ὅτι νοθεύει τὸ γένος· τὰ δ᾽ ἄλλα πάντα καρτερῶμεν καὶ φιλοσοφῶμεν· μᾶλλον δὲ καρτερεῖτε καὶ φιλοσοφεῖτε, ὅσοι τὸν τοῦ γάμου ζυγὸν ἐδέξασθε. Ἐὰν ἐπιγραφὰς ἴδῃς ἢ ὑπογραφὰς, ἀποκόσμησον· κἂν γλῶσσαν προπετῆ, σωφρόνισον· ἂν γέλωτα πορνικὸν, κατηφῆ ποίησον· ἐὰν δαπάνην, ἢ ποτὸν ἄμετρον, σύστειλον· ἐὰν προόδους ἀκαίρους, πέδησον· ἐὰν ὀφθαλμὸν μετέωρον, κόλασον. Μὴ τέμῃς δὲ προπετῶς, μὴ χωρίσῃς.

Ἄδηλον, τί κινδυνεύει, τὸ τέμνον, ἢ τὸ τεμνόμενον. Ἡ πηγὴ, φησὶ, τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι· καὶ, Πῶλος σῶν χαρίτων, καὶ ἔλαφος σῆς φιλίας ὁμιλείτω σοι. Σὺ τοίνυν μὴ γίνου ποταμὸς ἀλλότριος, μηδὲ ἄλλαις ἀρέσκειν σπούδαζε μᾶλλον, ἢ τῇ σῇ γυναικί.