Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ῥητὸν τοῦ εὐαγγελίου· Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους

Γρηγόριος ὁ Ναζιανζηνός

Η σχέση παρθενίας και εγγάμου βίου

Αξιολόγηση του τίμιου γάμου σε αντιδιαστολή με την υποδούλωση στα πάθη και προβολή της ανωτερότητας της παρθενίας ως πλήρους αφιερώσεως στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 7

Εἰ δὲ ἀλλαχοῦ φέρῃ, καὶ τῷ σῷ μέλει νομοθετεῖς τὴν ἀσέλγειαν. Οὕτω μὲν ὁ Σωτήρ. Θʹ. Τί δὲ οἱ Φαρισαῖοι; Τραχὺς τούτοις ὁ λόγος φαίνεται. Καὶ γὰρ καὶ ἄλλα τῶν καλῶς ἐχόντων ἀπαρέσκει, καὶ τοῖς τότε Φαρισαίοις, καὶ τοῖς νῦν Φαρισαίοις. Φαρισαῖον γὰρ, οὐ τὸ γένος μόνον, ἀλλὰ καὶ ὁ τρόπος ἐργάζεται Οὕτω καὶ Ἀσσύριον οἶδα, καὶ Αἰγύπτιον, τὸν τῇ προαιρέσει μετὰ τούτων ταττόμενον. Τί οὖν οἱ Φαρισαῖοι; Εἰ οὕτω, φασὶν, ἐστὶν ἡ αἰτία μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι.

Νῦν δὲ τοῦτο καταμανθάνεις, ὦ Φαρισαῖε, τὸ, Οὐ συμφέρει γαμῆσαι; πρότερον δὲ οὐκ ἠπίστασο, ἡνίκα τὰς χηρείας ἑώρας, καὶ τὰς ὀρφανίας, καὶ τοὺς ἀώρους θανάτους, καὶ τὰ διάδοχα τῶν κρότων πένθη, καὶ τοὺς ἐπὶ τοῖς θαλάμοις τάφους, καὶ τὰς ἀτεκνίας, καὶ τὰς κακοτεκνίας, καὶ τοὺς ἀτελεῖς τόκους καὶ ἀμήτορας, καὶ πᾶσαν τὴν περὶ ταῦτα κωμῳδίαν ἢ τραγῳδίαν; Ἀμφότερα γὰρ εἰπεῖν οἰκειότατον.

Συμφέρει γαμῆσαι; κἀγὼ δέχομαι· Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· συμφέρει δὲ τοῖς μετρίοις, οὐ τοῖς ἀπλήστοις, καὶ πλέον ἢ δεῖ τὴν σάρκα τιμᾷν βουλομένοις. Ὅταν τοῦτο μόνον ὁ γάμος ᾖ, ἢ γάμος, καὶ συζυγία, καὶ παίδων διαδοχῆς ἐπιθυμία, καλὸς ὁ γάμος· πλείονας γὰρ εἰσάγει τοὺς εὐαρεστοῦντας Θεῷ. Ὅταν δὲ ὕλην ἐξάπτῃ, καὶ ταῖς ἀκάνθαις περιβάλλῃ, καὶ οἷον κακίας ὁδὸς εὑρίσκηται, τότε κἀγὼ φθέγγομαι· Οὐ συμφέρει γαμῆσαι.

Ιʹ. Καλὸν ὁ γάμος· ἀλλ᾽ οὐκ ἔχω λέγειν, ὅτι καὶ ὑψηλότερον παρθενίας. Οὐδὲ γὰρ ἂν ἦν τι μέγα ἡ παρθενία, μὴ καλοῦ καλλίων τυγχάνουσα. Μὴ δὴ χαλεπαίνετε, ὅσαι ὑπὸ ζυγόν. Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Πλὴν ἀλλήλαις συνδεσμεῖσθε, καὶ παρθένοι, καὶ γυναῖκες, καὶ ἕν ἐστε ἐν Κυρίῳ, καὶ ἀλλήλων καλλώπισμα. Οὐκ ἂν ἦν ἄγαμος, εἰ μὴ γάμος. Πόθεν γὰρ εἰς τοῦτον παρῆλθε τὸν βίον παρθένος; Οὐκ ἂν ἦν γάμος σεμνὸς, εἰ μὴ παρθένον καρποφορῶν καὶ τῷ Θεῷ καὶ τῷ βίῳ. Τίμησον καὶ σὺ τὴν μητέρα τὴν σὴν, ἐξ ἧς γέγονας. Τίμησον καὶ σὺ τὴν ἐκ μητρὸς, καὶ μητέρα. Μήτηρ μὲν οὐκ ἔστι, Χριστοῦ δὲ νύμφη ἐστί. Τὸ μὲν φαινόμενον κάλλος οὐ κρύπτεται· τὸ δὲ ἀφανὲς Θεῷ βλέπεται. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ Βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη, εἴτ᾽ οὖν πράξεσιν, εἴτε καὶ θεωρήμασιν. Καὶ ἡ ὑπὸ ζυγὸν ἔστω τι Χριστοῦ· καὶ ἡ παρθένος ὅλη Χριστοῦ. Ἡ μὲν μὴ παντελῶς ἐνδεσμείσθω τῷ κόσμῳ· ἡ δὲ μηδ᾽ ὅλως γινέσθω τοῦ κόσμου. Ὃ γάρ ἐστι τῇ ὑπὸ ζυγὸν τὸ μέρος, τοῦτο παντελὲς τῇ παρθένῳ. Ἀγγέλων ἐπανῄρησαι πολιτείαν; μετὰ τῶν ἀζύγων ἐτάχθης; μὴ κατενεχθῇς εἰς σάρκα, μὴ κατενεχθῇς εἰς ὕλην μὴ τῇ ὕλῃ γαμηθῇς, κἂν ἄλλως ἄγαμος μένῃς.

Ὀφθαλμὸς πορνεύων οὐ φυλάσσει τὴν παρθενίαν, γλῶττα πορνεύουσα τῷ πονηρῷ μίγνυται. Πόδες ἄτακτα βαίνοντες ἐγκαλοῦνται νόσον, ἢ κίνδυνον. Παρθενευέτω καὶ ἡ διάνοια· μὴ ῥεμβέσθω, μὴ πλανάσθω, μὴ τύπους ἐν αὐτῇ φερέτω πονηρῶν πραγμάτων. καὶ ὁ τύπος μέρος πορνείας ἐστί· μὴ εἰδωλοποιείτω τῇ ψυχῇ τὰ μισούμενα.

ΙΑʹ. Ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ᾽ οἷς δέδοται. Ὁρᾶτε τοῦ πράγματος τὸ ὑψηλόν; Μικροῦ καὶ ἀχώρητον εὑρίσκεται. Πῶς γὰρ οὐ κρεῖττον σαρκὸς, τὸ ἐκ σαρκὸς γενόμενον μὴ γεννᾷν εἰς σάρκα; Πῶς γὰρ οὐκ ἀγγελικὸν τὸ σαρκὶ συνδεδεμένην μὴ κατὰ σάρκα ζῇν, ἀλλ᾽ εἶναι τῆς φύσεως ὑψηλοτέραν; Ἡ σὰρξ τῷ κόσμῳ προσέδησεν, ἀλλ᾽ ὁ λογισμὸς πρὸς Θεὸν ἀνήγαγεν· ἡ σὰρξ ἐβάρησεν, ἀλλ᾽ ὁ λογισμὸς ἐπτέρωσεν· ἡ σὰρξ ἔδησεν, ἀλλ᾽ ὁ πόθος ἔλυσεν. Ὅλῃ τέτασο πρὸς Θεὸν, ὦ παρθένε, τῇ ψυχῇ· τοῦτο γὰρ αὐτὸ καὶ ἀνδράσι νομοθετῶ καὶ γυναιξί· καὶ οὐ μή τί σοι φανῇ τῶν ἄλλων καλὸν, ὅσα τοῖς πολλοῖς· οὐ γένος, οὐ πλοῦτος, οὐ θρόνος, οὐ δυναστεία, οὐ τὸ ἐν εὐχροίᾳ καὶ συνθέσει μελῶν φανταζόμενον κάλλος, χρόνου καὶ νόσου παίγνιον.

Εἰ ὅλην ἐκένωσας πρὸς Θεὸν τοῦ φίλτρου τὴν δύναμιν, εἰ μὴ δύο σοι εἴη τὰ ποθούμενα, καὶ τὸ ῥέον, καὶ τὸ ἀόρατον· ἄρα τοσοῦτον ἐτρώθης τῷ ἐκλεκτῷ βέλει, καὶ τοῦ νυμφίου τὸ κάλλος κατέμαθες, ὥστε καὶ δύνασθαι λέγειν ἐκ τοῦ νυμφικοῦ δράματός τε καὶ ᾄσματος, ὅτι Γλυκασμὸς εἶ, καὶ ὅλος ἐπιθυμία.

ΙΒʹ. Ὁρᾶτε τὰ ἐμπεριλαμβανόμενα τοῖς μολιβδίνοις ὀχετοῖς ῥεύματα, ὅτι τῷ λίαν στενοχωρεῖσθαι, καὶ πρὸς ἓν φέρεσθαι, τοσοῦτον ἐκβαίνει τὴν ὕδατος πολλάκις φύσιν, ὥστε καὶ πρὸς τὸ ἄνω χωρεῖν ἀεὶ τὸ κατόπιν ὠθούμενον. Οὕτως ἐὰν σφίγξῃς τὸν πόθον, καὶ ὅλη Θεῷ συναφθῇς, ἄνω χωρίσῃς, οὐ μὴ κάτω πέσῃς, οὐ μὴ διαχυθῇς, ὅλη Χριστοῦ μενεῖς, μέχρις ἃν καὶ Χριστὸν ἴδῃς τὸν σὸν νυμφίον.

Ἀπρόσιτον ἑαυτὴν φύλαττε, καὶ λόγῳ, καὶ ἕργῳ, καὶ βίῳ, καὶ διανοήματι, καὶ κινήματι. Πανταχόθεν ὁ Πονηρὸς περιεργάζεταί σε, πάντα κατασκοπεῖ, ποῦ βάλῃ, ποῦ τρώσει, μή τι παραγυμνούμενον εὕρῃ καὶ πρὸς πληγὴν ἕτοιμον. Ὅσῳ καθαρωτέραν ὁρᾷ, τοσούτῳ μᾶλλον σπιλῶσαι φιλονεικεῖ· καὶ γὰρ ἐσθῆτος λαμπρᾶς οἱ σπίλοι περιφανέστεροι. Μὴ ὀφθαλμὸς ὀφθαλμὸν ἑλκέτω, μὴ γέλως γέλωτα, μὴ συνήθεια νύκτα, μὴ νὺξ ἀπώλειαν. Τὸ γὰρ κατὰ μέρος ὑφελκόμενον καὶ κλεπτόμενον, ἀνεπαίσθητον μὲν τὴν πρὸς τὸ παρὸν ἔχει βλάβην, εἰς τὸ κεφάλαιον δὲ τῆς κακίας ἀπαντᾷ.