ΙΓʹ. Οὐ πάντες, φησὶ, χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ᾽ οἷς δέδοται. Τὸ, δέδοται, ὅταν ἀκούσῃς, μηδὲν αἱρετικὸν πάθῃς, μὴ τὰς φύσεις εἰσαγάγῃς, μὴ τοὺς χοϊκοὺς, καὶ τοὺς πνευματικοὺς, καὶ τοὺς μέσους. Εἰσὶ γὰρ οὕτω τινὲς διακείμενοι κακῶς, ὥστε οἴεσθαι, τοὺς μὲν πάντη ἀπολλυμένης εἶναι φύσεως, τοὺς δὲ σωζομένης, τοὺς δὲ οὕτως ἔχειν, ὅπως ἂν ἡ προαίρεσις ἄγῃ πρὸς τὸ χεῖρον, ἢ βέλτιον. Ἐπιτηδειότητα μὲν γὰρ ἄλλον ἄλλου μᾶλλον, ἢ ἔλαττον ἔχειν, κἀγὼ δέχομαι· οὐκ ἀρκεῖν δὲ μόνην τὴν ἐπιτηδειότητα πρὸς τελείωσιν· λογισμὸν δὲ εἶναι τὸν ταύτην ἐκκαλούμενον, ἵνα ἡ φύσις εἰς ἔργον προέλθῃ, καθάπερ λίθος πυρίτης σιδήρῳ κρουσθεὶς, καὶ οὕτω πῦρ γένηται. Ὅταν ἀκούσῃς, Οἷς δέδοται, πρόσθες, δέδοται μὲν τοῖς καλουμένοις καὶ τοῖς οὕτω νεύουσι. Καὶ γὰρ ὅταν ἀκούσῃς, οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ, συμβουλεύω σοι ταυτὸν ὑπολαβεῖν. Ἐπειδὴ γάρ εἰσί τινες οἱ τοσοῦτον μεγαλοφρονοῦντες ἐπὶ τοῖς κατορθώμασιν, ὥστε τὸ πᾶν ἑαυτοῖς διδόναι, καὶ μηδὲν τῷ ποιήσαντι, καὶ σοφίσαντι, καὶ χορηγῷ τῶν καλῶν, διδάσκει τούτους ὁ λόγος, ὅτι καὶ τὸ βούλεσθαι καλῶς, δεῖται τῆς παρὰ Θεοῦ βοηθείας· μᾶλλον δὲ, αὐτὸ τὸ προαιρεῖσθαι τὰ δέοντα, θεῖόν τι καὶ ἐκ Θεοῦ δῶρον φιλανθρωπίας· δεῖ γὰρ, καὶ τὸ ἐφ᾽ ἡμῖν εἶναι, καὶ τὸ ἐκ Θεοῦ σώζεσθαι.