Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ῥητὸν τοῦ εὐαγγελίου· Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους

Γρηγόριος ὁ Ναζιανζηνός

Η ερμηνεία περί ευνούχων και η προάσπιση της ορθόδοξης τριαδολογίας

Σύγκριση της φυσικής κατάστασης με την εκούσια σωφροσύνη και δογματική νουθεσία για τη διαφύλαξη της ορθής πίστεως, θεωρώντας την αίρεση ως πνευματική μοιχεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 7

ΙϚʹ. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς εὐνουχίσθησαν, καὶ τὰ ἑξῆς. Σφόδρα ἐβουλόμην ἀνδρικόν τι περὶ τῶν εὐνούχων ἔχειν εἰπεῖν. Μὴ μέγα φρονεῖτε, οἱ ἐκ φύσεως εὐνοῦχοι. Τὸ γὰρ τῆς σωφροσύνης, ἴσως ἀκούσιον. Οὐ γὰρ ἦλθεν εἰς βάσανον, οὐδὲ τὸ σωφρονεῖν ἐδοκιμάσθη διὰ τῆς πείρας. Τὸ μὲν γὰρ ἐκ φύσεως ἀγαθὸν, ἀδόκιμον· τὸ δ᾽ ἐκ προαιρέσεως, ἐπαινετόν. Τίς πυρὶ χάρις τοῦ καίειν; τὸ γὰρ καίειν ἐκ φύσεως ἔχει. Τίς ὕδατι τοῦ κάτω φέρεσθαι; τοῦτο γὰρ ἔχει παρὰ τοῦ δημιουργήσαντος.

Τίς χιόνι τῆς ψυχρότητος χάρις; ἢ τῷ ἡλίῳ τοῦ φαίνειν; Φαίνει γὰρ κἂν μὴ βούληται. Χαρίζου μοι τὸ βούλεσθαι τὰ βελτίονα. Χαρίζῃ δὲ, ἐὰν σὰρξ γενόμενος, πνευματικὸς γένῃ· ἐὰν τῇ μολίβδι τῆς σαρκὸς ἑλκόμενος, πτερωθῇς ὑπὸ τοῦ λόγου· ἐὰν οὐράνιος εὑρεθῇς, ταπεινὸς γεγονώς· ἐὰν σαρκὶ συνδεθεὶς, ὑπὲρ σάρκα φανῇς.

ΙΖʹ. Ἐπειδὴ οὖν τὸ σωματικὰ φρονεῖν οὐκ ἐπαινετὸν, ἄλλο τι αἰτῶ τοὺς εὐνούχους. Μὴ πορνεύσητε περὶ θεότητα. Χριστῷ συζευχθέντες, Χριστὸν μὴ ἀτιμάσητε. Ὑπὸ τοῦ Πνεύματος τελειούμενοι, μὴ ὁμότιμον ἑαυτοῖς τὸ Πνεῦμα ποιήσητε. Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, ὁ Παῦλός φησι, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Εἰ κτίσματι ἐλάτρευον, οὐκ ἂν Χριστιανὸς ὠνομαζόμην. Εἰς τί γὰρ ὁ Χριστιανὸς τίμιον;

Οὐχ ὅτι Θεὸς ὁ Χριστός; Εἰ μὴ τοῦτο ὡς ἄνθρωπος πάθω, φιλίᾳ πρὸς αὐτὸν συγκεκραμένος. Καίτοι καὶ Πέτρον τιμῶ, ἀλλ᾽ οὐκ ἀκούω Πετριανός· καὶ Παῦλον, Παυλιανὸς δὲ οὐκ ἤκουσα. Οὐ δέχομαι παρὰ ἀνθρώπων ὀνομάζεσθαι, παρὰ Θεοῦ γεγονώς. Οὕτως εἰ μὲν, ὅτι Θεὸν ὑπείληφας, διὰ τοῦτο καλῇ Χριστιανὸς, καὶ καλοῖο, καὶ μένοις ἐν τῷ ὀνόματι, ἢ τῷ πράγματι. Εἰ δὲ, ὅτι στέργεις Χριστὸν, διὰ τοῦτο ἐξ αὐτοῦ καλῇ, οὐδὲν πλέον νέμεις αὐτῷ τῶν ἄλλων κλήσεων, αἳ ἀπό τινος ἐπιτηδεύματος ἢ πράγματος τίθενται.

ΙΗʹ. Ὁρᾶτε τοὺς περὶ τὰς ἱπποδρομίας ἐσπουδακότας τούτους. Οἳ ἀπὸ τῶν χρωμάτων ὀνομάζονται, καὶ τῶν μερίδων, αἷς συνεστήκασιν. Ὑμεῖς δὲ ἴστε τὰ ὀνόματα, κἂν ἐγὼ μὴ λέγω. Εἰ οὕτως ἀκούεις Χριστιανὸς, μικρὰ λίαν ἡ προσηγορία, κἂν ἐπ᾽ αὐτῇ καλλωπίζῃ· εἰ δὲ, ὅτι καὶ Θεὸν ὑπείληφας, δεῖξον τοῖς ἔργοις ὡς ὑπείληφας. Εἰ κτίσμα ὁ Υἱὸς, ἔτι καὶ νῦν λατρεύεις τῇ κτίσει παρὰ τὸν κτίστην.

Εἰ κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μάτην ἐβαπτίσθης, καὶ τοῖς μὲν δυσὶ μέρεσιν ὑγιαίνεις. μᾶλλον δὲ οὐδὲ ἐκείνοις· τῷ δὲ ἐνὶ, παντελῶς κινδυνεύεις. Ὑπόθου μαργαρίτην ἕνα εἶναι τὴν Τριάδα. πανταχόθεν ὅμοιον, καὶ ἴσον στίλβοντα. Ὅ τι ἂν πάθῃ τοῦ μαργαρίτου, ἡ πᾶσα τοῦ λίθου χάρις ἠφάνισται. Οὕτως ὅταν ἀτιμάζῃς Υἱὸν, ἵνα τιμήσῃς Πατέρα, οὐ δέχεταί σου τὴν τιμήν. Ἐπ᾽ ἀτιμίᾳ τοῦ Υἱοῦ ὁ Πατὴρ οὐ δοξάζεται. Εἰ σοφὸς υἱὸς εὐφραίνει πατέρα, πόσῳ μᾶλλον ἡ τοῦ Υἱοῦ τιμὴ, τιμὴ τοῦ Πατρὸς γένηται;

Εἰ δὲ καὶ τοῦτο δέξῃ· Τὸ τέκνον, μὴ δοξάζου ἐπ᾽ ἀτιμίᾳ Πατρός· οὕτως οὐδὲ Πατὴρ ἐπ᾽ ἀτιμίᾳ τοῦ Υἱοῦ δοξάζεται. Εἰ ἀτιμάζεις τὸ Πνεῦμα τὸ ἅγιον, οὐ δέχεταί σου τὴν τιμὴν ὁ Υἱός. Εἰ γὰρ καὶ μὴ ὡς Υἱὸς ἐκ τοῦ Πατρὸς, ἀλλ᾽ οὖν ἐκ τοῦ αὐτοῦ Πατρός. Ἢ τὸ πᾶν τίμησον, ἢ τὸ ὅλον ἀτίμασον, ἵνα ἀκόλουθος νοῦς σεαυτῷ τυγχάνῃς. Οὐ δέχομαί σου τὸ ἐξ ἡμισείας εὐσεβές. Ὅλον εὐσεβῆ μὲν εἶναί σε βούλομαι, ἀλλὰ καθὼς βούλομαι.

Σύγγνωθι τῷ πάθει. Ἀλγῶ καὶ ὑπὲρ τῶν μισούντων. Μέλος ἦς ἐμὸν, καὶ εἰ νῦν ἀποτέμνῃ· μέλος καὶ γενήσῃ τυχόν· διὰ τοῦτο καὶ φιλάνθρωπα φθέγγομαι. Ταῦτα διὰ τοὺς εὐνούχους, ἵνα περὶ θεότητα σωφρονῶσιν.

ΙΘʹ. Οὐ γὰρ ἡ περὶ σῶμα μόνον ἁμαρτία, πορνεία καὶ μοιχεία λέγεται, ἀλλὰ καὶ ὁτιοῦν ἥμαρτες, καὶ μάλιστα ἡ περὶ τὸ θεῖον παρανομία. Πόθεν παράσχωμεν; τοῦτο τυχὸν ἀπαιτεῖς· Ἐπόρνευσαν, φησὶν, ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.

Ὁρᾷς καὶ πρᾶξιν πορνείας ἀναίσχυντον; Καὶ, Ἐμοιχῶντο, φησὶν, ἐν τῷ ξύλῳ. Ὁρᾷς καὶ θρησκείαν τινὰ μοιχαλίδα; Μὴ τοίνυν μοιχεύσῃς κατὰ ψυχὴν, σωφρονῶν τῷ σώματι· μὴ δείξεις τὸ ἀκουσίως τῇ σαρκὶ σωφρονεῖν ἐξ ὧν οὐ σωφρονεῖς, ἐν οἷς πορνεύειν δυνατὸς εἶ. Τί πεποιήκατε τὴν ἀσέβειαν ὑμετέραν; Τί πάντες ἐπὶ τὸ χεῖρον φέρεσθε, ὡς ταυτὸν εἶναι λοιπὸν, ἢ εὐνοῦχον, ἢ ἀσεβῆ καλεῖσθαι;

Γένεσθε μετὰ τῶν ἀνδρῶν, ὀψὲ γοῦν ἀνδρικόν τι φρονήσατε, φύγετε τὰς γυναικωνίτιδας, μὴ προστεθήτω τῷ αἰσχρῷ τοῦ ὀνόματος τὸ αἰσχρὸν τοῦ κηρύγματος. Βούλεσθε μικρὸν ἔτι τῷ λόγῳ προσκαρτηρήσωμεν; Ἢ κόρον ἔχει τὰ εἰρημένα;