Διὰ τοῦτο γὰρ ἄτιμος, εἰπέ μοι, ὅτι διὰ σὲ ταπεινός; Διὰ τοῦτο κτίσμα, ὅτι τοῦ κτίσματος κήδεται; Διὰ τοῦτο ὑπὸ χρόνον, ὅτι τοὺς ὑπὸ χρόνον ἐπισκέπτεται; Πλὴν πάντα φέρει, πάντα δέχεται. Καὶ τί θαυμαστόν; Ῥαπίσματα ἤνεγκεν, ἐμπτυσμάτων ἠνέσχετο, χολῆς ἐγεύσατο διὰ τὴν ἐμὴν γεῦσιν. Φέρει καὶ νῦν λιθαζόμενος, οὐ μόνον ὑπὸ τῶν ἐμπηρεαζόντων, ἀλλὰ καὶ ὑφ᾽ ἡμῶν αὐτῶν τῶν εὐσεβεῖν δοκούντων. Τὸ γὰρ περὶ ἀσωμάτου διαλεγόμενον, σωματικοῖς κεχρῆσθαι ὀνόμασι, τυχὸν ἐπηρεαζόντων ἐστὶ καὶ λιθαζόντων· ἀλλὰ συγγνώμη, πάλιν λέγω, τῇ ἀσθενείᾳ. Λιθάζομεν γὰρ οὐχ ἑκόντες, ἀλλὰ τὸ φθέγγεσθαι ἄλλως οὐκ ἔχοντες, ᾧ δὲ ἔχομεν χρώμενοι. Λόγος ἀκούεις, καὶ ὑπὲρ λόγον εἶ· ὑπὲρ φῶς εἶ, καὶ φῶς ὀνομάζῃ· πῦρ ἀκούεις, οὐκ αἰσθητὸς ὢν, ἀλλ᾽ ὅτι τὴν κούφην καὶ μοχθηρὰν ἀνακαθαίρεις ὕλην· μάχαιρα, ὅτι τέμνεις τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος· πτύον, ὅτι ἀνακαθαίρεις τὴν ἅλω, καὶ ὅσον κοῦφόν τε καὶ ἀνεμιαῖον ἀποπεμπόμενος, ὅσον βαρὺ καὶ πλῆρες ἐπὶ τὰς ἀποθήκας τὰς ἄνω ἐναποτίθεσαι· ἀξίνη, ὅτι τὴν ἄκαρπον ἐκκόπτεις συκῆν ἐπὶ πολὺ μακροθυμήσας, ὅτι τὰς ῥίζας ἐκτέμνεις τῆς πονηρίας· θύρα, διὰ τὴν εἰσαγωγήν· ὁδὸς, ὅτι εὐθυποροῦμεν· πρόβατον, ὅτι θῦμα· ἀρχιερεὺς, ὅτι προσφέρεις τὸ σῶμα· Υἱὸς, ὅτι Πατρός.