Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν ἅγιον Ἀθανάσιον

Γρηγόριος ὁ Ναζιανζηνός

Η θριαμβευτική επάνοδος και η οικουμενική επιρροή του Αθανασίου

Το τέλος των αντιπάλων του, η πάνδημη υποδοχή του στην Αλεξάνδρεια, η πραότητα προς τους διώκτες του και η καθοδήγηση της οικουμένης στην ορθή πίστη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 7

ΚϚʹ. Τοῦτο Ἀθανάσιος ἡμῖν, ἕως παρῆν, ὁ στύλος τῆς Ἐκκλησίας· καὶ τοῦτο, ἐπειδή γε ταῖς ἐπηρείαις τῶν πονηρῶν ὑπεχώρησεν. Ὥσπερ γὰρ οἱ φρούριόν τι τῶν καρτερῶν ἐξελεῖν βουλευθέντες, ἐπειδὰν ἄλλως ἴδωσι δυσπρόσιτον καὶ δυσάλωτον, ἐπὶ τὴν τέχνην χωροῦσιν· εἶτα τί; χρήμασιν, ἢ δόλῳ τὸν φρούραρχον ὑποσπάσαντες, οὕτως ἤδη σὺν οὐδενὶ πόνῳ καὶ τῆς φρουρᾶς ἐκράτησαν· εἰ βούλει δὲ, ὥσπερ οἱ τῷ Σαμψὼν ἐπιβουλεύσαντες, τὴν κόμην πρότερον, ἐν ᾗ τὴν ἰσχὺν εἶχε, περιελόντες, τηνικαῦτα ὑπὸ χεῖρα τὸν Κριτὴν ἔλαβον, εἶτα ἐνέπαιζον ὅσα βουλομένοις ἦν, τῆς πρὶν τοῦ ἀνδρὸς δυναστείας ἀντίῤῥοπα· οὕτω καὶ οἱ καθ᾽ ἡμᾶς ἀλλόφυλοι, τὸ ἡμέτερον κράτος ἐκποδὼν ποιησάμενοι, καὶ τὴν δόξαν τῆς Ἐκκλησίας ἀποκείραντες, οὕτως ἤδη τοῖς τῆς ἀσεβείας ἐνετρύφων δόγμασί τε καὶ πράγμασι. Ταύτῃ καὶ μεταλλάττει μὲν τὸν βίον ὁ τοῦ ἀντιθέτου ποιμένος βεβαιωτὴς καὶ προστάτης, κακὸν οὐ κακῇ βασιλείᾳ τὸ κεφάλαιον ἐπιθεὶς, καὶ ἀνόνητα μεταγνοὺς, ὥς φασιν, ἐπὶ ταῖς τελευταίαις ἀναπνοαῖς, ἡνίκα εὐγνώμων ἕκαστος τῶν ἑαυτοῦ κριτὴς, διὰ τὸ ἐκεῖ δικαστήριον.

Τρία γὰρ ταῦτά οἱ συνεγνωκέναι κακὰ, καὶ τῆς ἑαυτοῦ βασιλείας ἀνάξια, τὸν τοῦ γένους φόνον, καὶ τὴν ἀνάῤῥησιν τοῦ Ἀποστάτου, καὶ τὴν καινοτομίαν τῆς πίστεως· καὶ ταύταις συναπελθεῖν λέγεται ταῖς φωναῖς. Ἐξουσίαν δὲ αὖθις ὁ τῆς ἀληθείας λόγος λαμβάνει, καὶ παῤῥησίαν οἱ βιασθέντες αὐτόνομον, τοῦ ζήλου τὸν θυμὸν θήγοντος. Ὃ δὴ καὶ ὁ τῶν Ἀλεξανδρέων ἔπαθε δῆμος, οἷος ἐκεῖνος περὶ τοὺς ὑβριστὰς, οὐκ ἐνεγκόντες τοῦ ἀνδρὸς τὴν ἀμετρίαν, καὶ διὰ τοῦτο ξένῳ μὲν θανάτῳ τὴν πονηρίαν, ξένῃ δὲ ὕβρει τὸν θάνατον στηλιτεύσαντες.

Ἴστε τὴν κάμηλον ἐκείνην, καὶ τὸν ξένον φόρτον, καὶ τὸ καινὸν ὕψος, καὶ τὴν πρώτην περίοδον, οἶμαι δὲ, καὶ μόνην, τὰ μέχρι καὶ νῦν τοῖς ὑβρισταῖς ἀπειλούμενα. ΚΖʹ. Ἐπεὶ δὲ ὁ τυφὼν τῆς ἀδικίας, ὁ τῆς εὐσεβείας φθορεὺς, ὁ τοῦ πονηροῦ πρόδρομος, ταύτην εἰσπράττεται τὴν δίκην, ἐμοὶ μὲν οὐκ ἐπαινετὴν (οὐ γὰρ ἃ παθεῖν ἐκεῖνον ἐχρῆν, ἀλλ᾽ ἃ ποιεῖν ἡμᾶς ἔδει σκοπεῖν), εἰσπράττεται δ᾽ οὖν, ὀργῆς πανδήμου καὶ φορᾶς ἔργον γενόμενος· ἐπάνεισι μὲν ἐκ τῆς καλῆς ἐκδημίας ὁ ἀθλητὴς (οὕτω γὰρ ἐγὼ καλῶ τὴν ἐκείνου διὰ τὴν Τριάδα καὶ μετὰ τῆς Τριάδος φυγὴν), οὕτω δὲ ἀσμένοις προσπίπτει τοῖς ἐν τῇ πόλει, καὶ μικροῦ τῇ Αἰγύπτῳ πάσῃ, καὶ πανταχόθεν εἰς ταυτὸ συνδραμούσῃ, καὶ ἀπ᾽ ἄκρου παντὸς, ἵν᾽ οἱ μὲν φωνῆς Ἀθανασίου μόνης, οἱ δὲ τοῦ εἴδους ἐμφορηθῶσιν, οἱ δὲ, ὃ περὶ τῶν ἀποστόλων ἠκούσαμεν, τῇ σκιᾷ γοῦν ἁγιασθῶσι μόνῃ, καὶ τῷ κενῷ τύπῳ τοῦ σώματος· ὥστε πολλῶν πολλάκις καὶ πολλοῖς ἤδη γεγενημένων ἐκ τοῦ παντὸς χρόνου τιμῶν τε καὶ ὑπαντήσεων, οὐκ ἄρχουσι μόνον δημοσίοις καὶ ἱερεῦσιν, ἀλλὰ καὶ τῶν οἰκείων τοῖς ἐπιφανεστάτοις, μηδὲ μίαν ταύτης μνημονεύεσθαι πολυανθρωποτέραν καὶ λαμπροτέραν. Ἓν δὲ εἶναι ταύτῃ μόνον παραβάλλειν αὐτὸν Ἀθανάσιον, καὶ τὴν αὐτῷ προτέραν συντεθεῖσαν ἐπὶ τῇ προτέρᾳ ταύτης εἰσόδῳ τιμὴν, ἡνίκα ἐκ τῆς αὐτῆς καὶ ἐπὶ τοῖς αὐτοῖς ἐπανῄει φυγῆς.

ΚΗʹ. Φέρεται καὶ τοιοῦτός τις ἐπ᾽ ἐκείνῃ τῇ τιμῇ λόγος· λεγέσθω γὰρ, εἰ καὶ περιττότερος, οἷον ἥδυσμά τι τῷ λόγῳ, καὶ ἄνθος εἰσόδιον. Εἰσήλαυνέ τις τῶν δισυπάρχων μετ᾽ ἐκείνην τὴν εἴσοδον. Ἡμέτερος οὗτος ἦν· Καππαδόκης γὰρ, καὶ τῶν πάνυ.

Τὸν Φιλάγριον ἐκεῖνον οἶδ᾽ ὅτι πάντες ἀκούετε. Καὶ τὸ φίλτρον, οἷον οὐκ ἄλλο, καὶ περὶ ἄλλον, καὶ ἡ τιμὴ κατὰ τὸ φίλτρον, ἵνα μικρῷ λόγῳ παραστήσω τὸ πᾶν γνώρισμα· ᾧ καὶ ἡ ἀρχὴ, πρεσβείᾳ τε τῆς πόλεως, καὶ ψήφῳ τοῦ βασιλέως, αὖθις ἐγχειρισθεῖσα.

Τούτων οὖν τινα τοῦ δήμου, ᾧ φανῆναι τὸ πλῆθος ἄπειρον, καὶ οἷόν τι πέλαγος οὐχ ὁρίζον τοῖς ὀφθαλμοῖς, πρός τινα λέγεται τῶν ἑαυτοῦ συνήθων καὶ φίλων, ὃ φιλεῖ συμβαίνειν ἐν τοῖς τοιούτοις, εἰπεῖν· «Εἰπέ μοι, ὦ βέλτιστε· Ἤδη ποτὲ τεθέασαι δῆμον τοσοῦτον καὶ οὕτως ἔμψυχον, ἐφ᾽ ἑνὸς ἀνθρώπου τιμῇ χυθέντα; —Οὒ,» φάναι τὸν νεανίαν· «ἀλλ᾽ ἐμοὶ μὲν δόξαι, μηδ᾽ ἂν αὐτὸς ταύτης τυχεῖν Κωνστάντιος·» ὡς τοῦ ἀκροτάτου τῆς τιμῆς δηλουμένου διὰ τοῦ βασιλέως. Καὶ τὸν γελάσαντα μάλα κομψὸν καὶ ἡδύ· «Τί τοῦτο ἔφης,» εἰπεῖν, «ὡς δή τι λέγων μέγα καὶ θαυμαστόν;

Μόλις ἂν οἶμαι καὶ Ἀθανάσιον οὕτως εἰσαχθῆναι τὸν μέγαν·» καὶ ἅμα ὅρκον τινὰ προσθεῖναι τῶν ἐπιχωρίων εἰς τὴν τοῦ λόγου βεβαίωσιν. Ἐβούλετο δὲ ὁ λόγος αὐτῷ, ὃ καὶ ὑμῖν οἶμαι δῆλον, καὶ βασιλέως αὐτοῦ ἔμπροσθεν ἄγειν τὸν νῦν εὐφημούμενον.

ΚΘʹ. Τοσοῦτον ἦν παρὰ πᾶσι τὸ τοῦ ἀνδρὸς τούτου σέβας· καὶ τοσαύτη τῆς μνημονευομένης εἰσόδου νῦν ἡ κατάπληξις. Κατὰ γὰρ γένη, καὶ ἡλικίας, καὶ τέχνας διαιρεθέντες, (φιλοῦσι γὰρ μάλιστα ἡ πόλις αὕτη οὕτω διασκευάζεσθαι, ὅταν τινὶ πλέκωσι τιμὴν δημοσίαν· πῶς ἂν παραστήσαιμι τῷ λόγῳ τὸ μέγα ἐκεῖνο θέαμα;) ποταμὸς ἦσαν εἷς, ποιητοῦ δὲ ἦν ἄρα καὶ τὸν Νεῖλον εἰπεῖν, τὸν χρυσοῤῥόαν ὄντως καὶ εὔσταχυν, ἔμπαλιν ἀπὸ τῆς πόλεως ἐπὶ τὴν Χαιρέου ῥέοντα, ἡμερησίαν ὁδὸν οἶμαι, καὶ περαιτέρω.

Δότε μοι μικρὸν ἔτι ἐντρυφῆσαι τῷ διηγήματι. Ἐκεῖσε γὰρ εἶμι, καὶ οὐδὲ ἀπαχθῆναι τὸν λόγον τῆς τελετῆς ἐκείνης ῥᾴδιον. Πῶλος μὲν ἦγεν αὐτὸν (καὶ μή μοι τῆς ἀπονοίας μέμψησθε), ὡς μικροῦ τὸν ἐμὸν Ἰησοῦν ὁ πῶλος ἐκεῖνος (εἴτ᾽ οὖν ὁ ἐξ ἐθνῶν λαὸς, ὃν εὖ ποιῶν ἐπιβαίνει, τῶν τῆς ἀγνοίας δεσμῶν λυόμενον, εἴτε τι ἄλλο βούλεται παραδηλοῦν ὁ λόγος)· κλάδοι δὲ αὐτὸν ὑποδέχονται, καὶ στρώσεις ἱματίων πολυανθῶν καὶ ποικίλων προῤῥιπτουμένων τε καὶ ὑποῤῥιπτουμένων· ἐνταῦθα μόνον ἀτιμασθέντος τοῦ ὑψηλοῦ καὶ πολυτελοῦς, καὶ τὸ ἴσον μὴ ἔχοντος. Εἰκὼν καὶ αὕτη τῆς ἐπιδημίας Χριστοῦ, καὶ οἱ προβοῶντες, καὶ οἱ προχορεύοντες· πλὴν ὅσον οὐ παίδων ὅμιλος μόνον τὸ εὐφημοῦν ἦν, ἀλλὰ καὶ πᾶσα γλῶσσα σύμφωνος καὶ ἀντίθετος, νικᾷν ἀλλήλους ἐπειγομένων. Ἐῶ γὰρ λέγειν κρότους πανδήμους, καὶ μύρων ἐκχύσεις, καὶ παννυχίδας, καὶ πᾶσαν φωτὶ καταστραπτομένην τὴν πόλιν, καὶ δημοσίας ἑστιάσεις καὶ οἰκιδίας, καὶ ὅσοις αἱ πόλεις τὸ φαιδρὸν ἐπισημαίνουσιν· ἃ τότε μεθ᾽ ὑπερβολῆς ἐκείνῳ, καὶ παρὰ τὸ εἰκὸς ἐχαρίζοντο.

Οὕτω τὴν ἑαυτοῦ πόλιν ὁ θαυμάσιος ἐκεῖνος, καὶ μετὰ τοιαύτης καταλαμβάνει τῆς πανηγύρεως. Λʹ. Ἆρ᾽ οὖν ἐβίω μὲν, ὥσπερ εἰκὸς τοὺς λαοῦ τοσούτου προστησομένους; ἐδίδαξε δὲ, οὐχ ὡς βεβίωκεν; ἠγώνισται δὲ, οὐχ ὡς ἐδίδαξεν; ἐκινδύνευσε δὲ τῶν ὑπὲρ τοῦ λόγου τινὸς ἠγωνισμένων ἐλάττω; τετίμηται δὲ ὧν ἠγώνισται μεῖον; κατῄσχυνε δέ τι τῶν τῆς εἰσόδου μετὰ τὴν εἴσοδον; Οὐδαμῶς. Πάντα δὲ ἀλλήλων ἐχόμενα, ὥσπερ ἐν λύρᾳ μιᾷ, καὶ τῆς αὐτῆς ἁρμονίας, ὁ βίος, ὁ λόγος, οἱ ἀγῶνες, οἱ κίνδυνοι, τὰ τῆς ἐπανόδου, τὰ μετὰ τὴν ἐπάνοδον. Ὁμοῦ τε γὰρ τὴν Ἐκκλησίαν καταλαμβάνει, καὶ οὐ πάσχει ταυτὸν τοῖς δι᾽ ἀμετρίαν ὀργῆς τυφλώττουσι, καὶ ὅ τι ἂν παραπέσῃ, τοῦτο πρῶτον περιωθοῦσιν ἢ παίουσι, κἄν τι τῶν φειδοῦς ἀξίων ὂν τύχοι, τοῦ θυμοῦ δυναστεύοντος. Ἀλλὰ τοῦτον μάλιστα εὐδοκιμήσεως αὐτῷ καιρὸν εἶναι νομίσας (ἐπειδὴ τὸ μὲν πάσχον κακῶς, ἀεὶ μετριώτερον· τὸ δὲ ἐν ἐξουσίᾳ τοῦ ἀντιδρᾷν, ἀκρατέστερον), οὕτω πράως καὶ ἠπίως τὰ τῶν λελυπηκότων μεταχειρίζεται, ὡς μηδὲ αὐτοῖς ἐκείνοις, εἰ οἷόν τε τοῦτο εἰπεῖν, ἀηδῆ γενέσθαι τοῦ ἀνδρὸς τὴν ἐπάνοδον.

ΛΑʹ. Καθαίρει μέν γε τὸ ἱερὸν τῶν θεοκαπήλων, καὶ χριστεμπόρων, ἵνα καὶ τοῦτο τῶν Χριστοῦ μιμήσηται· πλὴν ὅσον οὐ φραγελλίῳ πλεκτῷ, λόγῳ δὲ πιθανῷ τοῦτο ἐργάζεται· καταλλάττει δὲ τὸ στασιάζον πρός τε αὑτὸ καὶ ἑαυτὸ, οὐδενὸς τῶν συναγόντων προσδεηθείς· λύει δὲ τοῖς ἠδικημένοις τὰς τυραννίδας, οὐδὲν διελὼν τοὺς τῆς ἑαυτοῦ μερίδος, καὶ τῆς ἐναντίας· ἀνίστησι δὲ πεπτωκότα τὸν λόγον· παῤῥησιάζεται δὲ ἡ Τριὰς πάλιν, ἐπὶ τὴν λυχνίαν τεθεῖσα, καὶ λαμπρῷ τῷ φωτὶ τῆς μιᾶς θεότητος ταῖς πάντων ψυχαῖς ἐναστράπτουσα.

Νομοθετεῖ δὲ τῇ οἰκουμένῃ πάλιν· ἐπιστρέφει δὲ πρὸς ἑαυτὸν πᾶσαν διάνοιαν, τοῖς μὲν ἐπιστέλλων, τοὺς δὲ καλῶν· ἔστι δὲ οὓς καὶ ἀκλήτους προσιόντας σοφίζων, πᾶσι δὲ νόμον ἕνα προθεὶς τὸ βούλεσθαι· καὶ γὰρ τοῦτο μόνον ἐξήρκει πρὸς ὁδηγίαν τοῦ κρείττονος.

Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, δύο λίθων μιμεῖται φύσεις ἐπαινουμένων. Γίνεται γὰρ τοῖς μὲν παίουσιν ἀδάμας, τοῖς δὲ στασιάζουσι μαγνῆτις, ἀῤῥήτῳ φύσεως βίᾳ τὸν σίδηρον ἕλκουσα, καὶ τὸ στεῤῥότατον ἐν ὕλαις οἰκειουμένη.