Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν ἅγιον Κυπριανόν

Γρηγόριος ὁ Ναζιανζηνός

Προοίμιο και εισαγωγή στον εγκωμιασμό του μάρτυρος

Ο ομιλητής εκφράζει τη χαρά του για την πνευματική συνάντηση με το ποίμνιο και εξαίρει τη σημασία των μαρτύρων, τονίζοντας την ιδιαίτερη πνευματική οικειότητά του με τον άγιο Κυπριανό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 5

ΛΟΓΟΣ ΚΔʹ. Εἰς τὸν ἅγιον ἱερομάρτυρα Κυπριανὸν, ἐξ ἀγροῦ μετὰ μίαν τῆς μνείας ἡμέραν ἐπανήκοντος. Αʹ. Μικροῦ Κυπριανὸς διέφυγεν ἡμᾶς· ὢ τῆς ζημίας! καὶ ὑμεῖς ἠνέσχεσθε, οἱ πάντων μᾶλλον τὸν ἄνδρα θαυμάζοντες, καὶ ταῖς δι᾽ ἔτους τιμῶντες ἐκεῖνον τιμαῖς τε καὶ πανηγύρεσι· Κυπριανὸς, οὗ, καὶ τοῖς τἄλλα ἐπιλήσμοσι, μεμνῆσθαι τῶν ἀναγκαίων· εἴπερ τῶν ἀρίστων μάλιστα μνημονευτέον, καὶ ὧν τὸ μεμνῆσθαι ὅσιόν τε ὁμοῦ καὶ ὠφέλιμον, Ἀλλ᾽ ἀποδῶμεν σὺν τόκῳ τὸ χρέος, ἂν ἄρα τοσοῦτον εὐποροῦντες φανῶμεν, ἀλλὰ μὴ πάντα ὦμεν ἐνδεεῖς τε καὶ πένητες. Ἂν δὲ καὶ λίαν πένητες, οἶδ᾽ ὅτι συγγνώσεται ἡμῖν καὶ τῆς ὑπερημερίας, καὶ τῆς πενίας, ἐπεὶ καὶ πάντα μεγαλόψυχος ὁ ἀνὴρ καὶ φιλόσοφος· μόνον ἂν, ὅτι μὴ διέφυγεν ἡμᾶς, εὐχαριστήσωμεν.

Εὐχαριστήσωμεν δέ· καὶ γὰρ ἄξιον. Ἀρκτέον δὲ οὕτως, ὡς εἰς καλὸν ὑμῖν ἐπανήκομεν, καὶ καλοῖς μέτροις Θεοῦ, τοῦ πάντα ἐν σταθμῷ καὶ μέτρῳ διορίζοντός τε καὶ διευθύνοντος, ἐκ τῆς ἡσυχίας ἐπὶ τὸν λόγον, ἐκ τῆς φιλομάρτυρος ἐπὶ μάρτυρας, ἐκ τῆς σωματικῆς ἀνέσεως ἐπὶ τὴν πνευματικὴν ἑστίασιν.

Βʹ. Ἐποθοῦμεν ὑμᾶς, ὦ τέκνα, καὶ ἀντεποθούμεθα τοῖς ἴσοις μέτροις· πείθομαι γάρ. Ὁρᾶτε πατρὸς εὐγνωμοσύνην· καὶ τὸ ἐμαυτοῦ λέγω, καὶ τὸ ὑμέτερον μαρτυρῶ, καὶ τοσοῦτον διαζευχθέντες ἀλλήλων, ὅσον τὸν πόθον γνωρίσαι καὶ δοκιμάσαι τῇ ἀποστάσει, καθάπερ οἱ ζωγράφοι τοὺς πίνακας, πάλιν συνήλθομεν. Ὡς μέγα μνήμης ἐμπύρευμα, καὶ βραχεῖα συνήθεια φίλων, τοῖς τε ἀγαπητικοῖς τὸν τρόπον, καὶ Θεοῦ μιμουμένοις φιλανθρωπίαν!

Πῶς δὲ οὐκ ἐμέλλομεν, οἱ Χριστοῦ μαθηταὶ, τοῦ κενωθέντος δι᾽ ἡμᾶς μέχρι δούλου μορφῆς, καὶ ξένους ὄντας τῶν οὐρανίων πρὸς ἑαυτὸν συναγαγόντος, ἀνθέξεσθαί τε καὶ περιέξεσθαι ἀλλήλων, καὶ τηρήσειν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδεσμῷ τῆς εἰρήνης, ἣ νόμου καὶ προφητῶν ἐστι μυστήριον, εἴτ᾽ οὖν κεφάλαιον;

Γʹ. Ἓν μὲν δὴ τοῦτο τῆς εὐεργεσίας καὶ πρῶτον, τὸ ὡς τάχιστα προσδραμεῖν ἀλλήλοις καὶ περιπτύξασθαι. Οὐδὲ γὰρ φέρει τὴν ἀναβολὴν ὁ ζῆλος· καὶ βίος ὅλος ἡμέρα μία τοῖς πόθῳ κάμνουσιν. Δεύτερον δὲ, ὃ καὶ μέγιστον, τὸ μὴ κατόπιν ἑορτῆς δραμεῖν, μηδὲ μαρτύρων μυσταγωγίας ἀπολειφθῆναι, καὶ τῆς ἐντεῦθεν ἐγγινομένης ἡμῖν τρυφῆς τε καὶ ἀναψύξεως.

Ἐγὼ γὰρ τἄλλα μὲν ὁμολογῶ παντὸς εἶναι νωθέστερος· καὶ πάντα πόθον ἀπεσεισάμην, ἀφ᾽ οὗ Χριστῷ συνεταξάμην, καὶ οὐδὲν αἱρεῖ με τῶν ὅσα τερπνὰ τοῖς ἄλλοις καὶ περισπούδαστα· οὐ πλοῦτος ὁ κάτω συρόμενος καὶ περιτρεπόμενος, οὐ γαστρὸς ἡδοναὶ, καὶ κόρος πατὴρ ὕβρεως, οὐκ ἐσθὴς μαλακή τε καὶ περιῤῥέουσα, οὐ λίθων διαύγειαι καὶ χάριτες, οὐκ ἀκοὴ γοητεύουσα, οὐκ ὄσφρησις ἐκθηλύνουσα, οὐ κρότοι δήμων καὶ θεάτρων ἐκμαίνοντες, ὧν πάλαι τοῖς βουλομένοις παρεχωρήσαμεν· οὐχ ὅσα τῆς πρώτης γεύσεως ἡμῶν, ἐξ ἧς ἀπολώλαμεν, ἔκγονα· ἀλλὰ καὶ πολλὴν εὐήθειαν καταγινώσκω τῶν κρατεῖσθαι τούτοις ἀνεχομένων, καὶ τὸ τῆς ψυχῆς εὐγενὲς διαφθείρειν τῇ περὶ ταῦτα μικροπρεπείᾳ, καὶ ὡς ἑστῶσι προστιθεμένων τοῖς φεύγουσιν. Ἐκείνου δὲ λίαν ἀπλήστως ἔχω καὶ περιέχομαι, καὶ τοῦ πάθους ἐμαυτὸν ἀποδέχομαι· μαρτύρων τιμαῖς ἐπιτέρπομαι, καὶ ἀθλητῶν αἵμασιν ἐπαγάλλομαι· καὶ ἄλλων μὲν οἱ ἆθλοι καὶ τὸ κρατεῖν, ἐμοὶ δὲ οἱ στέφανοι. Τοσοῦτον προαρπάζω τὴν εὐκοσμίαν, καὶ οὕτως οἰκειοῦμαι τὰ κατορθώματα!

Δʹ. Πᾶσι μὲν δὴ μάρτυσι πανηγυριστέον, καὶ πᾶσιν ἀνοικτέον ἑτοίμως καὶ γλῶσσαν, καὶ ἀκοὴν, καὶ διάνοιαν, καὶ λέγοντάς τι προθύμως περὶ αὐτῶν καὶ ἀκούοντας, καὶ πάντα ἐλάττω νομίζοντας τῆς ἐκείνων ἀθλήσεως. Καὶ γὰρ οὕτως ἔχει, πολλῶν ὄντων ἡμῖν εἰς ὁδηγίαν τοῦ κρείττονος, καὶ πολλῶν τῶν πρὸς ἀρετὴν παιδευμάτων, λόγου, νόμου, προφητῶν, ἀποστόλων, αὐτῶν τῶν Χριστοῦ παθημάτων, τοῦ πρώτου μάρτυρος ἐπὶ τὸν σταυρὸν ἀνελθόντος, κἀμὲ συναγαγόντος, ἵνα προσηλώσῃ τὴν ἐμὴν ἁμαρτίαν, καὶ τὸν ὄφιν θριαμβεύσῃ, καὶ τὸ ξύλον ἁγιάσῃ, καὶ τὴν ἡδονὴν νικήσῃ, καὶ τὸν Ἀδὰμ ἀνασώσῃ, καὶ τὴν εἰκόνα πεσοῦσαν ἀνακαλέσηται· τοσούτων ὄντων ἡμῖν καὶ τοιούτων, οὐδὲν ἔλαττον ἡμῖν εἰς παιδαγωγίαν οἱ μάρτυρες, ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια, προσφοραὶ δεκταὶ, τῆς ἀληθείας κηρύγματα, τοῦ ψεύδους στηλιτεύματα, νόμου συμπλήρωσις, τοῦ γε πνευματικῶς νοουμένου, πλάνης κατάλυσις, κακίας διωγμὸς, ἁμαρτίας κατακλυσμὸς, κόσμου καθάρσιον.

Εʹ. Σὺ δέ μοι, Κυπριανὲ, τὸ τιμιώτατόν μοι καὶ πρᾶγμα καὶ ὄνομα, πλέον ἢ κατὰ τοὺς ἄλλους μάρτυρας (φθόνος γὰρ οὐδεὶς παρὰ μαρτύρων μάρτυσιν)· καὶ σοῦ διαφερόντως ἥττημαί τε τῆς ἀρετῆς, καὶ τῇ μνήμῃ κουφίζομαι, καὶ ὥσπερ ἔνθους ὑφ᾽ ἡδονῆς γίνομαι, καί τινα τρόπον σύνειμί τε τῇ μαρτυρίᾳ, καὶ κοινωνῶ τῆς ἀθλήσεως, καὶ ὅλος πρὸς σὲ μετανίσταμαι· τάχα μὲν διὰ τὴν τῶν λόγων οἰκείωσιν, οἷς τοσοῦτον τῶν ἄλλων ἐκράτεις, ὅσον τὰ λογικὰ τῆς ἀλόγου φύσεως (συνεισέρχεται γὰρ, οὐκ οἶδ᾽ ὅπως, φίλτρον τοῖς κατά τι συναπτομένοις, οὐχ ἧττον τοῖς λοιποῖς πράγμασιν, ἢ τοῖς περὶ ἀγχιστείαν αἵματος)· τάχα δὲ διὰ τὸ τῆς μεταβολῆς ἀθρόον τε καὶ παράδοξον, ὃ κρεῖττον λόγου καὶ παραδείγματος.

Ἐπεὶ γλυκὺ μὲν ἥλιος μετὰ νέφος, ᾧ τέως συνεκαλύπτετο· γλύκιον δὲ τὸ ἔαρ, ὅτι μετὰ χειμῶνος κατήφειαν· ἡδίων δὲ μειδιῶσα γαλήνη, καὶ θάλασσα ἡπλωμένη, καὶ ταῖς ἀκταῖς προσπαίζουσα μετὰ πνευμάτων στάσιν, καὶ ὠδίνοντα κύματα.