Πῶς; Ἀλείπτης ὑπερόριος γίνεται, τοὺς προτρεπτικοὺς συγγράφων, καὶ λογογραφῶν τὴν εὐσέβειαν, καὶ πλείους ἐκεῖνος σχεδὸν ἐξ ἐπιστολῶν ποιεῖται μάρτυρας μόνος, ἢ πάντες δι᾽ ἑαυτῶν οἱ παρόντες τοῖς τότε κάμνουσι. Πείθει γὰρ, μὴ πατρίδα, μὴ γένος, μὴ περιουσίαν, μὴ δυναστείαν, μὴ ἄλλο τι τῶν χαμαὶ κειμένων, ἔμπροσθεν ἄγειν τῆς ἀληθείας, καὶ τῶν ἐκεῖθεν ἀποκειμένων ἄθλων τῆς ἀρετῆς, τοῖς ὑπὲρ τοῦ καλοῦ κινδυνεύουσι. Καὶ ταύτην εἶναι πραγματειῶν τὴν ἀρίστην, αἵματος ὀλίγου βασιλείαν οὐρανῶν ὠνήσασθαι, καὶ δόξης ἀϊδιότητα τῶν προσκαίρων ἀντιλαβεῖν ἀγαθῶν. Μίαν μὲν γὰρ εἶναι πατρίδα τοῖς ὑψηλοῖς, τὴν νοουμένην Ἱερουσαλὴμ, οὐ τὰς μικροῖς ὁρίοις ἐνταῦθα διειλημμένας, καὶ πολλοὺς ἀμειβούσας οἰκήτορας· μίαν δὲ γένους λαμπρότητα, τὴν τῆς εἰκόνος τήρησιν, καὶ πρὸς τὸ ἀρχέτυπον ἐξομοίωσιν, ὅσον ἐφικτὸν τοῖς σαρκὸς δεσμίοις, καὶ βραχεῖαν ἀποῤῥοὴν τοῦ καλοῦ δέχεσθαι δυναμένοις· μίαν δὲ δυναστείαν, τὸ κατὰ τοῦ πονηροῦ κράτος, καὶ τὸ τῆς ψυχῆς ἀνάλωτον καὶ ἀήττητον ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν, ἡνίκα κακία πρὸς ἀρετὴν ἀγωνίζεται, καὶ κόσμος πρὸς κόσμον, ὁ λυόμενος πρὸς τὸν ἑστῶτα, καὶ πικρὸς ἀγωνοθέτης πρὸς γενναίους ἀγωνιστὰς, καὶ Βελίαρ πρὸς Χριστὸν παρατάσσεται.