Αὗταί σοι τῶν ἐμῶν λόγων αἱ ἀπαρχαὶ, ὦ θεία καὶ ἱερὰ κεφαλή· τοῦτό σοι καὶ τῶν λόγων γέρας καὶ τῆς ἀθλήσεως· οὐ κότινος Ὀλυμπιακὸς, οὔτε μῆλα Δελφικὰ παίγνια, οὐδὲ Ἰσθμικὴ πίτυς, οὐδὲ Νεμαίας σέλινα, δι᾽ ὧν ἔφηβοι δυστυχεῖς ἐτιμήθησαν· ἀλλὰ λόγος, τὸ πάντων οἰκειότατον τοῖς Λόγου θεραπευταῖς· εἰ δὲ καὶ τῶν σῶν ἄθλων καὶ λόγων ἄξιον, τοῦ Λόγου τὸ δῶρον. Σὺ δὲ ἡμᾶς ἐποπτεύοις ἄνωθεν ἵλεως, καὶ τὸν ἡμέτερον διεξάγοις λόγον καὶ βίον, καὶ τὸ ἱερὸν τοῦτο ποίμνιον ποιμαίνοις, ἢ συμποιμαίνοις, τά τε ἄλλα εὐθύνων ὡς οἷόν τε πρὸς τὸ βέλτιστον, καὶ τοὺς βαρεῖς λύκους ἀποπεμπόμενος, τοὺς θηρευτὰς τῶν συλλαβῶν καὶ τῶν λέξεων· καὶ τὴν τῆς ἁγίας Τριάδος ἔλλαμψιν, ἧς σὺ νῦν παραστάτης, τελεωτέραν τε καὶ λαμπροτέραν ἡμῖν χαριζόμενος, ἣν προσκυνοῦμεν, ἣν δοξάζομεν, ᾗ συμπολιτευόμεθα, προσκυνοῦντες Πατέρα ἐν Υἱῷ, Υἱὸν ἐν ἁγίῳ Πνεύματι, ᾗ καὶ παρασταίημεν ὕστερον εἰλικρινεῖς καὶ ἀπρόσκοποι, ἧς καὶ μεταλάβοιμεν τέλειοι τελείως, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ πᾶσα δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.