Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν ἅγιον Κυπριανόν

Γρηγόριος ὁ Ναζιανζηνός

Ο διωγμός, το μαρτύριο και η φανέρωση των ιερών λειψάνων

Η στοχοποίηση του αγίου κατά τον διωγμό του Δεκίου, η εξορία του, η στήριξη των πιστών μέσω επιστολών, το μαρτυρικό του τέλος και η θαυμαστή αποκάλυψη των σκηνωμάτων του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 5

ΙΔʹ. Ἐμαίνετο καθ᾽ ἡμῶν Δέκιος, καὶ πάσας ἰδέας κολάσεων ἐπενόει, καὶ τὰ μὲν ἤδη παρῆν τῶν δεινῶν, τὰ δὲ ἔμελλεν· ἴσον δὲ ἀγώνισμα ποιεῖται, καὶ Χριστιανοὺς ἑλεῖν, καὶ τοὺς πρὸ αὐτοῦ διώκτας ὑπερβαλεῖν, μᾶλλον δὲ, ἢ Χριστιανοὺς πάντας, ἢ Κυπριανὸν μόνον ἑλεῖν τε καὶ παραστήσασθαι. Ὅσῳ γὰρ εὐσεβείᾳ τε καὶ δόξῃ διαφέρειν τὸν ἄνδρα ἐγίνωσκε, τοσούτῳ καὶ τὴν νίκην ἑαυτῷ περιφανεστέραν ἑώρα καὶ λαμπροτέραν, εἰ τούτου κρατήσειεν.

Ἐκείνως μὲν γὰρ Χριστιανῶν μόνον ὑπάρχειν κρατεῖν, οὕτω δὲ καὶ φιλοσοφίας αὐτῆς, καὶ λόγων. Καὶ τὴν γλῶσσαν περιελεῖν πρότερον, εἶτα ἀφώνους ἀπαγαγεῖν καὶ ἀλόγους τοὺς ὑπ᾽ ἐκείνης ἐρειδομένους, ἀρίστης εἶναι στρατηγίας ἐνόμιζεν· οὐκ ὀρθῶς μὲν, οὐδὲ εὐσεβῶς ταῦτα διανοούμενος, οὐ μὴν παντάπασιν ἀλογίστως, πρός γε τὴν ἑαυτοῦ βούλησιν καὶ ἐπιχείρησιν· ἔδειξε δὲ τὸ ἔργον.

Ἐπειδὴ γὰρ ἅπασαν προσβολήν τε καὶ πεῖραν ἀνδρικῶς τε καὶ γενναίως ἀποσεισάμενος, ὥσπερ τις πέτρα παράλιος κυμάτων ἐπιδρομὰς, τέλος ἐξορίαν ὑπ᾽ αὐτοῦ κατακρίνεται· οὐ τὸ καθ᾽ ἑαυτὸν ἔστερξεν ὁ γεννάδας, οὐδὲ ἠγάπα σωζόμενος· οὐδὲ ἀσφάλειαν τῷ σώματι μᾶλλον τὴν ἀτιμίαν ἐνόμιζεν, ἢ ψυχῆς κίνδυνον τὴν ἡσυχίαν, καὶ τὸ περιορᾷν τοὺς ἄλλους τῷ καιρῷ κινδυνεύοντας, οὐκ ὄντος τοῦ παιδοτριβοῦντος, καὶ πρὸς τὸν ἀγῶνα θαῤῥύνοντος.

Οὐ γὰρ μικρὸν δύνασθαι καὶ λόγον εἰς ἀνδρείας προσθήκην τοῖς ἀποδυομένοις πρὸς τὸ τῆς ἀρετῆς στάδιον. ΙΕʹ. Διὰ τοῦτο τῷ σώματι μὲν ἀπῆν, τῷ πνεύματι δὲ παρῆν, καὶ τοῖς ἀθλοῦσι συνηγωνίζετο· καὶ τῇ γλώσσῃ μὲν βοηθεῖν οὐκ εἶχεν, βοηθεῖ δὲ τῷ γράμματι.

Πῶς; Ἀλείπτης ὑπερόριος γίνεται, τοὺς προτρεπτικοὺς συγγράφων, καὶ λογογραφῶν τὴν εὐσέβειαν, καὶ πλείους ἐκεῖνος σχεδὸν ἐξ ἐπιστολῶν ποιεῖται μάρτυρας μόνος, ἢ πάντες δι᾽ ἑαυτῶν οἱ παρόντες τοῖς τότε κάμνουσι. Πείθει γὰρ, μὴ πατρίδα, μὴ γένος, μὴ περιουσίαν, μὴ δυναστείαν, μὴ ἄλλο τι τῶν χαμαὶ κειμένων, ἔμπροσθεν ἄγειν τῆς ἀληθείας, καὶ τῶν ἐκεῖθεν ἀποκειμένων ἄθλων τῆς ἀρετῆς, τοῖς ὑπὲρ τοῦ καλοῦ κινδυνεύουσι. Καὶ ταύτην εἶναι πραγματειῶν τὴν ἀρίστην, αἵματος ὀλίγου βασιλείαν οὐρανῶν ὠνήσασθαι, καὶ δόξης ἀϊδιότητα τῶν προσκαίρων ἀντιλαβεῖν ἀγαθῶν. Μίαν μὲν γὰρ εἶναι πατρίδα τοῖς ὑψηλοῖς, τὴν νοουμένην Ἱερουσαλὴμ, οὐ τὰς μικροῖς ὁρίοις ἐνταῦθα διειλημμένας, καὶ πολλοὺς ἀμειβούσας οἰκήτορας· μίαν δὲ γένους λαμπρότητα, τὴν τῆς εἰκόνος τήρησιν, καὶ πρὸς τὸ ἀρχέτυπον ἐξομοίωσιν, ὅσον ἐφικτὸν τοῖς σαρκὸς δεσμίοις, καὶ βραχεῖαν ἀποῤῥοὴν τοῦ καλοῦ δέχεσθαι δυναμένοις· μίαν δὲ δυναστείαν, τὸ κατὰ τοῦ πονηροῦ κράτος, καὶ τὸ τῆς ψυχῆς ἀνάλωτον καὶ ἀήττητον ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν, ἡνίκα κακία πρὸς ἀρετὴν ἀγωνίζεται, καὶ κόσμος πρὸς κόσμον, ὁ λυόμενος πρὸς τὸν ἑστῶτα, καὶ πικρὸς ἀγωνοθέτης πρὸς γενναίους ἀγωνιστὰς, καὶ Βελίαρ πρὸς Χριστὸν παρατάσσεται.

Διὰ ταῦτα καταφρονεῖν μὲν ξιφῶν ἀνέπειθε, ψυχρὸν δὲ νομίζειν τὸ πῦρ, ἡμέρους δὲ οἴεσθαι θηρῶν τοὺς ἀγριωτάτους, λιμὸν δὲ ὑπολαμβάνειν τὴν ἀνωτάτω τρυφὴν, δάκρυα δὲ τῶν οἰκείων, καὶ θρήνους, καὶ οἰμωγὰς παρατρέχειν, ὡς τοῦ πονηροῦ δελεάσματα, καὶ κωλύματα τῆς θείας ὁδοιπορίας. Ταῦτα γὰρ εἶναι ἀνδρικῶν ψυχῶν καὶ γενναίων, καὶ λογισμοῦ σώφρονος. Καὶ τὸ παράδειγμα ἐγγύθεν αὐτὸς ὁ ταῦτα λέγων καὶ γράφων, πάντα ἡγησάμενος σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ.

ΙϚʹ. Οὕτω διανοούμενος Κυπριανὸς, καὶ οὕτως ὁπλίζων τοῖς λόγοις πρὸς τὸν ἀγῶνα, πολλοὺς ἀθλητὰς ἀπειργάζετο. Καὶ τίνα μισθὸν τούτων κομίζεται; Ὡς δαψιλῆ καὶ φιλότιμον! Μάρτυς ἐπὶ πᾶσιν οἷς προέπεμψε γίνεται, ξίφει τὴν κεφαλὴν τμηθεὶς καὶ ταῖς πολλαῖς βασάνοις ταύτην ἐπιτίθησι τὴν κορωνίδα. Οὕτω Χριστῷ προσάγεται, οὕτω πρὸς Χριστὸν μετατίθεται, ὁ πολὺς ἐν ἀσεβείᾳ, καὶ πλείων ἐν εὐσεβείᾳ Κυπριανὸς, ὁ μέγας καὶ διώκτης καὶ στεφανίτης, ὁ τὴν μεταβολὴν οὐχ ἧττον ἢ τὴν ἀρετὴν θαυμάσιος. Οὐ γὰρ οὕτω μέγα τύπον ἀγαθοῦ διασώσασθαι, ὡς τὸ καινοτομῆσαι θεοσέβειαν. Τὸ μὲν γὰρ τῆς συνηθείας, τὸ δὲ τῆς εὐβουλίας· καὶ τὸ μὲν τῶν πολλοῖς ὑπαρχόντων, τοῦ δὲ ὀλίγα τὰ παραδείγματα.

ΙΖʹ. Ἀλλ᾽ οἷον δὴ κἀκεῖνο τῶν ἐκείνου θαυμάτων; Μικρὸν ἔτι τῷ λόγῳ προσκαρτερήσωμεν, ἵνα τῷ ἀθλητῇ χαρισώμεθα. Τοιαύτη μὲν ἡ τοῦ ἀνδρὸς πολιτεία, τοιοῦτος δὲ ὁ τῆς ἀθλήσεως τρόπος. Ἐπεὶ δὲ καταλύει τὸν βίον (εἰ θέμις τοῦτο εἰπεῖν, ἀλλὰ μὴ πρὸς Θεὸν ἐκδημίαν ὀνομάσαι τὸ ἐκείνου πρᾶγμα, ἢ πόθου πλήρωσιν, ἢ δεσμῶν λύσιν, ἢ βάρους διάζευξιν), θαυματουργεῖταί τι κἀνταῦθα τῶν προειληφότων ἄξιον· τὸ μὲν ὄνομα πολὺ παρὰ πᾶσι Κυπριανοῦ, καὶ οὐ Χριστιανοῖς μόνον, ἀλλὰ καὶ τοῖς τὴν ἐναντίαν ἡμῖν τεταγμένοις (πᾶσι γὰρ ὁμοίως τὸ καλὸν αἰδέσιμον)· τὸ σῶμα δὲ ἀφανὲς ἦν, καὶ ὁ θησαυρὸς παρά τινι γυναίῳ τῶν θερμῶν εἰς εὐσέβειαν, καὶ τοῦτο ἐπὶ μακρόν· οὐκ οἶδ᾽ εἴτε τιμῶντος τοῦ Θεοῦ τὴν φιλόθεον, καὶ διὰ τοῦτο περιεχομένην τοῦ μάρτυρος, εἴτε τὸν πόθον ἡμῶν γυμνάζοντος, εἰ μὴ φέροιμεν ζημιούμενοι, καὶ τῶν ἁγίων λειψάνων ἀποστερούμενοι. Ἐπεὶ δὲ οὐκ ἠνέσχετο τὸ πάντων ἀγαθὸν ἴδιον ποιῆσαί τινος ὁ τῶν μαρτύρων Θεὸς, οὐδὲ τὸ κοινὸν ζημιῶσαι τῇ πρὸς ἐκείνην χάριτι, δημοσιεύει τὸ σῶμα δι᾽ ἀποκαλύψεως, καὶ ταύτην γυναίῳ τινὶ τῶν ἀξίων τὴν τιμὴν καταθέμενος· ἵν᾽ ἁγιασθῶσι καὶ γυναῖκες, ὥσπερ τὸν Χριστὸν καὶ τεκοῦσαι πρότερον, καὶ τοῖς μαθηταῖς ἀπαγγείλασαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, οὕτω καὶ νῦν Κυπριανὸν, ἡ μὲν παραδείξασα, ἡ δὲ παραδοῦσα τὸ κοινὸν ὄφελος. Τοῦτο τῶν ἐκείνου καλῶν τὸ τελευταῖον.

Οὕτως εἰς μέσον ἔρχεται ὁ τοῦ μὴ λαθεῖν ἄξιος, καὶ οὐ συγχωρεῖται φιλοσοφῆσαι τὴν ἑαυτοῦ κλοπὴν, ἐπειδὴ καὶ τῶν ἐπὶ τοῖς σώμασι τιμῶν κρείσσων ἐκεῖνος καὶ ὑψηλότερος.