Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν ἅγιον Κυπριανόν

Γρηγόριος ὁ Ναζιανζηνός

Επίλογος, ηθική προτροπή και τελική δοξολογία

Καταληκτήριες παραινέσεις προς το εκκλησίασμα για τη μίμηση του αγώνα του μάρτυρα, συνοδευόμενες από προσευχητική επίκληση προς τον άγιο και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 5

ΙΗʹ. Τὰ μὲν οὖν παρ᾽ ἡμῶν τοσαῦτα, καὶ οὐκ οἶδ᾽, ὅτι δεῖ πλείονα λέγειν. Οὐδὲ γὰρ, εἰ μακρὸν ἀποτείναιμεν λόγον, εἴποιμεν ἄν τι τῶν ἐκείνῳ προσόντων ἄξιον, καὶ ὧν ἕκαστος περὶ τοῦ ἀνδρὸς ὑπείληφεν. Καὶ ταῦτα, ὅσον ἀφοσιώσασθαι τὴν ὀφειλομένην ἐκείνῳ τιμὴν, διήλθομεν· τὰ δὲ λοιπὰ παρ᾽ ὑμῶν αὐτῶν προσθετέον, ἵνα τι καὶ αὐτοὶ τῷ μάρτυρι προσενέγκητε, τὴν τῶν δαιμόνων καθαίρεσιν, τὴν τῶν νόσων κατάλυσιν, τὴν τοῦ μέλλοντος πρόγνωσιν· ἃ πάντα δύναται Κυπριανοῦ καὶ ἡ κόνις μετὰ τῆς πίστεως, ὡς ἴσασιν οἱ πεπειραμένοι, καὶ τὸ θαῦμα μέχρις ἡμῶν παραπέμψαντες, καὶ τῷ μέλλοντι παραδώσοντες χρόνῳ.

Μᾶλλον δὲ τὰ μείζω τούτων προεισενέγκατε, καὶ οἷα τοὺς ἐκεῖνον γνησίως τιμῶντας εἰκὸς, σώματος κένωσιν, ψυχῆς ἀνάβασιν, κακίας ἀποφυγὴν, ἀρετῆς ἐπίδοσιν· αἱ παρθένοι τὴν ἀσαρκίαν, αἱ γυναῖκες τὴν εὐκοσμίαν ἀρετῆς μᾶλλον ἢ σώματος, οἱ νέοι τὴν κατὰ τῶν παθῶν ἀνδρίαν, οἱ πρεσβῦται τὴν εὐβουλίαν, οἱ ἐν δυναστείᾳ τὴν εὐνομίαν, οἱ ἐν στρατηγίᾳ τὴν ἡμερότητα, οἱ ἐν λόγοις τὸ εὔλογον· εἴπω τι καὶ τῶν ἡμετέρων, οἱ ἱερεῖς τὴν μυσταγωγίαν, οἱ τοῦ λαοῦ τὴν εὐπείθειαν, οἱ ἐν πένθει τὴν παράκλησιν, οἱ ἐν εὐημερίᾳ τὸν φόβον, οἱ πλούσιοι τὴν μετάδοσιν, οἱ πένητες τὴν εὐχαριστίαν· πάντες τὴν κατὰ τοῦ πονηροῦ καὶ πικροῦ διώκτου παράταξιν, ἵνα μὴ φαινόμενος βάλλῃ, μὴ τοξεύῃ κρυπτόμενος, μὴ ὡς σκότος πολεμῇ, μὴ ὡς ἄγγελος φωτὸς παίζῃ, καὶ κλέπτῃ πρὸς τὸ τῆς ἀπωλείας βάραθρον.

ΙΘʹ. Δεινὸν ὀφθαλμοῖς ἁλῶναι, καὶ γλώσσῃ τρωθῆναι, καὶ ἀκοῇ δελεασθῆναι, καὶ διὰ θυμοῦ ζέσαντος ἐμπρησθῆναι, καὶ γεύσει κατενεχθῆναι, καὶ ἁφῇ μαλακισθῆναι, καὶ τοῖς ὅπλοις τῆς σωτηρίας, ὅπλοις θανάτου χρήσασθαι· δέον τῷ θυρεῷ φραξαμένους τῆς πίστεως, στῆναι πρὸς τὰς μεθοδείας τοῦ Πονηροῦ· καὶ μετὰ Χριστοῦ νικήσαντας, καὶ μετὰ τῶν μαρτύρων ἀθλήσαντας, τῆς μεγάλης ἐκείνης ἀκοῦσαι φωνῆς· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἐπηγγελμένην ὑμῖν βασιλείαν, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, καὶ χορευόντων χορείαν τὴν ἀκατάλυτον· ἔνθα ἦχος ἑορταζόντων, καὶ φωνὴ ἀγαλλιάσεως, καὶ θεότητος ἔλλαμψις τελεωτέρα καὶ καθωτέρα, ἧς νῦν ἐν αἰνίγμασι καὶ σκιαῖς ἡ ἀπόλαυσις. Τούτοις Κυπριανὸς χαίρει μᾶλλον τιμώμενος, ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις· ταῦτα καὶ παρὼν ἐφιλοσόφει τῷ βίῳ, καὶ ἀπὼν πᾶσι διακελεύεται διὰ τῆς ἡμετέρας φωνῆς· ἣν μηδαμῶς ἀτιμάσητε, εἴπερ τι μέλει τῆς ἐκείνου καρτερίας ὑμῖν, καὶ τῶν ἐκείνου περὶ τῆς ἀληθείας ἀγωνισμάτων, κἀμοῦ τοῦ ταῦτα πρεσβεύοντος.

Αὗταί σοι τῶν ἐμῶν λόγων αἱ ἀπαρχαὶ, ὦ θεία καὶ ἱερὰ κεφαλή· τοῦτό σοι καὶ τῶν λόγων γέρας καὶ τῆς ἀθλήσεως· οὐ κότινος Ὀλυμπιακὸς, οὔτε μῆλα Δελφικὰ παίγνια, οὐδὲ Ἰσθμικὴ πίτυς, οὐδὲ Νεμαίας σέλινα, δι᾽ ὧν ἔφηβοι δυστυχεῖς ἐτιμήθησαν· ἀλλὰ λόγος, τὸ πάντων οἰκειότατον τοῖς Λόγου θεραπευταῖς· εἰ δὲ καὶ τῶν σῶν ἄθλων καὶ λόγων ἄξιον, τοῦ Λόγου τὸ δῶρον. Σὺ δὲ ἡμᾶς ἐποπτεύοις ἄνωθεν ἵλεως, καὶ τὸν ἡμέτερον διεξάγοις λόγον καὶ βίον, καὶ τὸ ἱερὸν τοῦτο ποίμνιον ποιμαίνοις, ἢ συμποιμαίνοις, τά τε ἄλλα εὐθύνων ὡς οἷόν τε πρὸς τὸ βέλτιστον, καὶ τοὺς βαρεῖς λύκους ἀποπεμπόμενος, τοὺς θηρευτὰς τῶν συλλαβῶν καὶ τῶν λέξεων· καὶ τὴν τῆς ἁγίας Τριάδος ἔλλαμψιν, ἧς σὺ νῦν παραστάτης, τελεωτέραν τε καὶ λαμπροτέραν ἡμῖν χαριζόμενος, ἣν προσκυνοῦμεν, ἣν δοξάζομεν, ᾗ συμπολιτευόμεθα, προσκυνοῦντες Πατέρα ἐν Υἱῷ, Υἱὸν ἐν ἁγίῳ Πνεύματι, ᾗ καὶ παρασταίημεν ὕστερον εἰλικρινεῖς καὶ ἀπρόσκοποι, ἧς καὶ μεταλάβοιμεν τέλειοι τελείως, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ πᾶσα δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.