Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν αὐτοῦ πατέρα, ἐπὶ τῇ χειροτονίᾳ τοῦ πρεσβυτέρου

Γρηγόριος ὁ Ναζιανζηνός

Η υπεροχή της αληθινής πίστης και οι αρετές του ποιμνίου

Προβάλλεται η πνευματική υπεροχή της αληθινής πίστης και της ορθής διδασκαλίας έναντι του πλήθους. Παράλληλα, εγκωμιάζεται η ενότητα, η ευταξία και το ειρηνικό ήθος των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 7

Ζʹ. Δοκῶ μοι κἀκείνης ἀκούειν τῆς φωνῆς, παρὰ τοῦ συνάγοντος τοὺς συντετριμμένους, καὶ τοὺς πεπιεσμένους εἰσδεχομένου· Πλάτυνον τὰ σχοινίσματά σου ἔτι· ἐκπέτασον εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερά· πῆξον, τῶν αὐλαιῶν μὴ φείσῃ. Ἐγὼ παραδέδωκά σε, καὶ ἐγὼ βοηθήσω σοι. Ἐν θυμῷ μικρῷ ἐπάταξά σε, καὶ ἐν ἐλέῳ αἰωνίῳ δοξάσω σε.

Μεῖζον τὸ μέτρον τῆς φιλανθρωπίας, ὑπὲρ τὸ μέτρον τῆς παιδαγωγίας. Ἐκεῖνα, διὰ τὴν πονηρίαν· ταῦτα, διὰ τὴν Τριάδα προσκυνουμένην. Ἐκεῖνα, διὰ τὴν κάθαρσιν· ταῦτα, διὰ τὴν ἐμὴν δόξαν· ὃς Δοξάζω τοὺς δοξάζοντας, καὶ παραζηλῶ τοὺς παραζηλοῦντας.

Ἰδοὺ ταῦτα ἐσφράγισται παρ᾽ ἐμοὶ, καὶ οὗτος ἄλυτος νόμος ἀντιμετρήσεως. Σὺ δέ μοι περιείχου τῶν τοίχων, καὶ τῶν πλακῶν, καὶ τῆς κεκομψευμένης ψηφῖδος, καὶ τῶν μακρῶν δρόμων καὶ περιδρόμων, καὶ χρυσῷ κατελάμπου καὶ περιελάμπου, τὸν μὲν, ὡς ὕδωρ ἔσπειρες, τὸν δὲ, ὡς ἄμμον ἐθησαύριζες· ἀγνοῶν, ὅτι κρείσσων ὕπαιθρος πίστις πολυτελοῦς ἀσεβείας, καὶ πλέους Θεῷ τρεῖς συνηγμένοι ἐν ὀνόματι Κυρίου, πολλῶν μυριάδων ἀρνουμένων θεότητα. Ἢ καὶ τοὺς Χαναναίους ἅπαντας προτιμήσεις ἑνὸς τοῦ Ἀβραάμ; ἢ καὶ τοὺς Σοδομίτας ἑνὸς τοῦ Λώτ; ἢ καὶ Μαδιηναίους Μωσέως, τῶν παροίκων καὶ ξένων; Τί δαὶ τοὺς μετὰ Γεδεὼν τριακοσίους, τοὺς λάμψαντας ἀνδρικῶς, τῶν ἀποστραφεισῶν χιλιάδων; τί δαὶ τοὺς οἰκογενεῖς Ἀβραὰμ, τοὺς μικρὸν ὑπὲρ τούτους τῷ ἀριθμῷ τῶν πολλῶν βασιλέων, καὶ τῶν τοῦ στρατοῦ μυριάδων, ἃς, καίπερ ὄντες ὀλίγοι, κατεδίωξαν καὶ ἐτρέψαντο; ἐκεῖνο δὲ πῶς νοεῖς, ὅτι Ἐὰν γένηται ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται; τί δαὶ τὸ, Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ; οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Οὐκ ἐν τοῖς πλείοσιν εὐδόκησεν ὁ Θεός.

Ηʹ. Σὺ μὲν ἀριθμεῖς τὰς μυριάδας, Θεὸς δὲ τοὺς σωζομένους· καὶ σὺ μὲν τὸν ἀμέτρητον χοῦν, ἐγὼ δὲ τὰ σκεύη τῆς ἐκλογῆς. Οὐδὲν γὰρ οὕτω Θεῷ μεγαλοπρεπὲς ὡς λόγος κεκαθαρμένος, καὶ ψυχὴ τελεία τοῖς τῆς ἀληθείας δόγμασιν. Ἄξιον μὲν γὰρ οὐδέν ἐστι τοῦ τὰ πάντα πεποιηκότος, καὶ παρ᾽ οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα, δοῦναι Θεῷ καὶ προσενεγκεῖν· μὴ ὅτι μιᾶς χειρὸς ἔργον ἢ περιουσίας, ἀλλ᾽ οὐδ᾽ εἰ πᾶσάν τις τὴν ἐν ἀνθρώποις εὐπορίαν ἢ χεῖρα εἰς ἒν συνενεγκὼν, τιμῆσαι θελήσειεν.

Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος· καὶ, Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μου; ἐπεὶ δὲ τῆς ἀξίας διαμαρτεῖν ἀναγκαῖον, ὃ δεύτερόν ἐστιν, αἰτῶ παρ᾽ ὑμῶν τὴν εὐσέβειαν, τὸν κοινὸν πλοῦτον ἐμοὶ καὶ ὁμότιμον, ἐν ᾧ τυχὸν ὑπερβαλεῖται καὶ τὸν λίαν λαμπρὸν ὁ πάνυ πένης, ἂν ᾖ μεγαλόψυχος.

Προαιρέσεως γὰρ, οὐκ εὐπορίας ἡ τοιαύτη φιλοτιμία. Λήψομαι μὲν καὶ ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν, εὖ ἴστε. Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε, ἀλλὰ πατήσουσιν αὐτὴν πόδες πραέων, τῶν ἐπεγνωκότων ἐμὲ, καὶ τὸν μονογενῆ μου Λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὑγιῶς καὶ γνησίως. Μέχρι τίνος κληρυνομήσετε τὸ ὄρος τὸ ἅγιόν μου; μέχρι τίνος ἡ κιβωτὸς παρὰ τοῖς ἀλλοφύλοις; Νῦν δὲ μικρὸν ἔτι ἐντρυφήσατε τοῖς ἀλλοτρίοις, καὶ τοῦ βούλεσθαι ἀπολαύσατε.

Ὅτι ὃν τρόπον ἐβουλεύσασθε τοῦ ἀπώσασθαί με, κἀγὼ ἀπώσομαι ὑμᾶς, λέγει Κύριος παντοκράτωρ. Θʹ. Ταῦτα καὶ ἀκούειν λέγοντος ἐδόκουν, καὶ ποιοῦντος αἰσθάνεσθαι· καὶ ἔτι πρὸς τούτοις, πρὸς μὲν τὸν λαὸν βοῶντος, τὸν ἐξ ὀλίγου πολὺν ἤδη, καὶ συγκείμενον ἱκανῶς ἐκ διεσπαρμένου, καὶ ἐξ ἐλεουμένου τυχὸν καὶ ἐπίφθονον. Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ πλατύνεσθε. Μὴ διαπαντὸς δεῖ κάμνειν ὑμᾶς ἐν σκηναῖς κατοικοῦντας, καὶ τοὺς θλίβοντας ὑμᾶς ὑπερευφραίνεσθαι; Πρὸς δὲ τοὺς ἐφεστῶτας ἀγγέλους (πείθομαι γὰρ ἄλλους ἄλλης προστατεῖν Ἐκκληδίας, ὡς Ἰωάννης διδάσκει με διὰ τῆς ἀποκαλύψεως)· Ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, ἵνα μηδὲν ᾖ σκῶλον, μηδὲ κώλυμα τῷ λαῷ τῆς θείας ὁδοῦ καὶ εἰσόδου· νῦν μὲν ἐπὶ τὰ χειροποίητα, μικρὸν δὲ ὕστερον ἐπὶ τὴν ἄνω Ἱερουσαλὴμ, καὶ τὰ ἐκεῖσε Ἅγια τῶν ἁγίων, ἃ τέλος οἶδα τῆς ἐνταῦθα κακοπαθείας καὶ συντονίας τοῖς καλῶς ὁδεύουσιν.

Ἐν οἷς ἐστε καὶ ὑμεῖς, κλητοὶ ἅγιοι, λαὸς περιούσιος, βασίλειον ἱεράτευμα, σχοίνισμα Κυρίου τὸ κράτιστον, ἀπὸ σταγόνος ποταμὸς ὅλος, ἀπὸ σπινθῆρος λαμπὰς οὐράνιος, ἀπὸ κόκκου νάπυος δένδρον, πτηνῶν ἀνάπαυμα.

Ιʹ. Τούτους δωροφοροῦμεν ὑμῖν, ὦ φίλοι ποιμένες, τούτους προσάγομεν, τούτοις δεξιούμεθα τοὺς ἡμετέρους φίλους, καὶ ξένους, καὶ συνεκδήμους. Τούτων οὐδὲν κάλλιον προσενεγκεῖν εἴχομεν ὑμῖν, οὐδὲ λαμπρότερον, ὧν ἔχομεν τὸ μεῖζον ἐπιζητήσαντες· ἵν᾽ εἰδῆτε καὶ ξένους ὄντας ἡμᾶς καὶ οὐκ ἐνδεεῖς· ἀλλὰ πτωχοὺς μὲν, πολλοὺς δὲ πλουτίζοντας.

Ταῦτα εἰ μὲν μικρὰ καὶ οὐδενὸς ἄξια λόγου, πεισθῆναι βούλομαι, τίνα τὰ μείζω καὶ λόγου πλείονος. Εἰ γὰρ τὸ πόλιν τῆς οἰκουμένης ὀφθαλμὸν, γῆς καὶ θαλάσσης ὅτι κράτιστον, ἑῴας τε καὶ ἑσπερίου λήξεως οἷον σύνδεσμον, εἰς ἣν τὰ πανταχόθεν ἄκρα συντρέχει, καὶ ὅθεν ἄρχεται, ὡς ἀπὸ ἐμπορίου κοινοῦ τῆς πίστεως· εἰ τὸ ταύτην στηρίξαι τε καὶ σθενῶσαι τοῖς ὑγιαίνουσι λόγοις, τῶν οὐ μεγάλων, καὶ ταῦτα, τοσαύταις δονουμένην γλώσσαις, καὶ οὕτω πανταχόθεν, σχολῇ γ᾽ ἂν ἄλλο τι φανείη μέγα καὶ σπουδῆς ἄξιον. Εἰ δὲ τῶν ἐπαινουμένων (δότε τι καὶ ἡμῖν τῆς ἐπὶ τούτοις φιλοτιμίας), καὶ αὐτοὶ μερίδα τινὰ τοῖς ὁρωμένοις τούτοις συνεισηνέγκαμεν.

ΙΑʹ. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε, πᾶς ὁ τῶν ἐμῶν λόγων ἐξεταστής. Ἴδε τὸν στέφανον τὸν πλακέντα τῆς δόξης, ἀντὶ τῶν μισθωτῶν Ἐφραῒμ, καὶ τοῦ στεφάνου τῆς ὕβρεως. Ἴδε πρεσβυτέρων συνέδριον, πολιᾷ καὶ συνέσει τετιμημένων, διακόνων εὐταξίαν, οὐ πόῤῥω τοῦ αὐτοῦ Πνεύματος, ἀναγνωστῶν εὐκοσμίαν, λαοῦ φιλομάθειαν, ὅσον ἐν ἀνδράσιν, ὅσον ἐν γυναιξὶ, τὴν ἀρετὴν ὁμοτίμοις· καὶ ἀνδρῶν, ὅσον ἐν φιλοσόφοις, ὅσον ἐν ἁπλουστέροις, πᾶσι σοφοῖς τὰ θεῖα· ὅσον ἐν ἄρχουσιν, ὅσον ἐν ἀρχομένοις, ἐνταῦθα πᾶσι καλῶς ἀρχομένοις· ὅσον ἐν στρατιώταις, ὅσον ἐν εὐγενέσιν, ὅσον ἐν λόγοις καὶ περὶ λόγους, πᾶσι Θεοῦ στρατιώταις, ἡμέροις τἄλλα, πολεμικοῖς ὑπὲρ Πνεύματος, πᾶσι τὴν ἄνω τιμῶσι σύγκλητον (εἰς ἣν οὐ τὸ γράμμα εἰσάγει τὸ πεζὸν, ἀλλὰ τὸ ζωοποιοῦν Πνεῦμα), ἅπασι λογίοις ὡς ἀληθῶς, καὶ τοῦ ὄντως Λόγου θεραπευταῖς· καὶ γυναικῶν, ὅσον ὑπὸ ζυγὸν, Θεῷ μᾶλλον ἢ σαρκὶ συνδεδεμένον, ὅσον ἄζυγον καὶ ἐλεύθερον, Θεῷ τὸ πᾶν καθιερωμένον· ὅσον ἐν νέοις, ὅσον ἐν γέρουσιν, ὧν τὸ μὲν ἐπὶ γῆρας καλῶς ὁδεύει, τὸ δὲ βιάζεται μεῖναι ἀθάνατον, ταῖς κρείττοσι τῶν ἐλπίδων ἀνακαινούμενον.

ΙΒʹ. Τούτου τοῦ στεφάνου (ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, λαλήσω δὲ ὅμως) κἀγώ τι συνεβαλόμην τοῖς πλέκουσι. Τούτων τις καὶ τῶν ἐμῶν λόγων ἔργον, οὐχ οὓς ἐῤῥίψαμεν, ἀλλ᾽ οὓς ἠγαπήσαμεν· οὐδὲ τῶν πορνικῶν, ὥς τις ἔφη διασύρων ἡμᾶς τῶν πόρνων καὶ λόγον καὶ τρόπον, ἀλλὰ καὶ λίαν σωφρόνων.

Τούτων τις καὶ τοῦ ἐμοῦ Πνεύματος γέννημα καὶ καρπὸς, ὡς γεννᾷν οἶδε Πνεῦμα τοὺς ἀπανισταμένους σώματος. Μαρτυρήσουσιν, εὖ οἶδ᾽ ὅτι, καὶ ὑμῶν οἱ εὐγνώμονες, ἢ καὶ πάντες, ἐπεὶ καὶ πάντας ἐγεωργήσαμεν· καὶ μισθὸς, ἡ ὁμολογία μόνη. Οὐ γὰρ ἄλλο τι ἐπιζητοῦμεν, ἢ ἐζητήσαμεν. Ἄμισθος γὰρ ἡ ἀρετὴ, ἵνα καὶ ἀρετὴ μείνῃ, πρὸς τὸ καλὸν μόνον βλέπουσα.

ΙΓʹ. Βούλεσθε προσθῶμέν τι καὶ νεανικώτερον; Ὁρᾶτε τὰς ἐναντίας γλώσσας ἡμερουμένας, καὶ τοὺς θεότητι πολεμοῦντας ἡμῖν ἡσυχάζοντας; Καὶ τοῦτο τοῦ Πνεύματος, καὶ τοῦτο τῆς γεωργίας τῆς ἡμετέρας. Οὐ γὰρ ἀπαιδεύτως παιδεύομεν, οὐδὲ ταῖς ὕβρεσι βάλλομεν, ὅπερ πάσχουσιν οἱ πολλοὶ, μὴ τῷ λόγῳ μαχόμενοι, τοῖς δὲ λέγουσι, καὶ τὴν ἀσθένειαν ἔστιν ὅτε τῶν λογισμῶν ταῖς ὕβρεσι συγκαλύπτοντες· ὥσπερ τὰς σηπίας λόγος ἐμεῖν τὸ μέλαν πρὸ ἑαυτῶν, ἵνα τοὺς θηρεύοντας διαφύγωσιν, ἢ τῷ λανθάνειν θηράσωσιν. Ἀλλὰ τὸ περὶ Χριστοῦ πολεμεῖν δείκνυμεν, ἐν τῷ μάχεσθαι κατὰ Χριστὸν, τὸν εἰρηνικόν τε καὶ πρᾶον, καὶ τὰς ἀσθενείας ἡμῶν βαστάσαντα.

Οὔτε εἰρηνεύομεν κατὰ τοῦ λόγου τῆς ἀληθείας, ὑφιέντες τι διὰ δόξαν ἐπιεικείας· οὐ γὰρ κακῶς τὸ καλὸν θηρεύομεν· καὶ εἰρηνεύομεν ἐννόμως μαχόμενοι, καὶ εἴσω τῶν ἡμετέρων ὅρων, καὶ κανόνων τοῦ Πνεύματος. Περὶ μὲν οὖν τούτων οὕτω γινώσκω, καὶ νόμον τίθημι πᾶσι τοῖς ψυχῶν οἰκονόμοις, καὶ τοῦ λόγου ταμίαις· μήτε τῷ σκληρῷ τραχύνειν, μήτε τῷ ὑπεσταλμένῳ κατεπαίρειν· ἀλλ᾽ εὐλόγους εἶναι περὶ τὸν λόγον, μηδετέρῳ τὸ μέτρον ὑπερβαίνοντας.