Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν αὐτοῦ πατέρα, ἐπὶ τῇ χειροτονίᾳ τοῦ πρεσβυτέρου

Γρηγόριος ὁ Ναζιανζηνός

Απολογία για την ποιμαντική διακονία και απόρριψη των ερίδων

Απολογία για τον ανιδιοτελή χαρακτήρα της ιερατικής διακονίας. Καταδικάζονται οι παραταξιακές φιλονικίες, οι εκκλησιαστικές διαιρέσεις και το κοσμικό φρόνημα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 7

ΙΘʹ. Οὗτος ὑμῖν, ὦ ἄνδρες, ὁ τῆς ἐμῆς ἀπόλογος παρουσίας· εἰ μὲν ἐπαινετῶς ἔχων, τῷ Θεῷ χάρις, καὶ ὑμῖν τοῖς καλέσασιν· εἰ δὲ τῆς ἐλπίδος ἐνδεέστερον, καὶ οὕτω χάρις. Οὐ γὰρ πάντη ψεκτῶς, εὖ οἶδα, καὶ ὑμῖν οὐκ ἀπιστῶ λέγουσιν. Μή τι τὸν λαὸν τοῦτον ἐπλεονεκτήσαμεν; μή τι τῶν ἡμετέρων ᾠκονομήσαμεν, ὃ τοὺς πολλοὺς ὁρῶ πάσχοντας; μή τι τὴν Ἐκκλησίαν παρελυπήσαμεν; Ἄλλους μὲν ἴσως, οἷς ἐρήμην ἡμᾶς ᾑρηκέναι νομίζουσι, τὸν ἡμέτερον ἀντεστήσαμεν λόγον· ὑμᾶς δὲ οὐδὲν, ὅσα ἐμαυτῷ συνεπίσταμαι. Οὐ βοῦν ὑμῶν εἴληφα, φησὶ Σαμουὴλ ὁ μέγας, πρὸς τὸν Ἰσραὴλ ὑπὲρ τοῦ βασιλέως διαφερόμενος· οὐ ψυχῶν ὑμῶν ἐξίλασμα, μάρτυς Κύριος ἐν ὑμῖν· οὐ τὸ καὶ τὸ, πλείονα λέγων, ἵνα μὴ αὐτὸς ἀπαριθμῶμαι καθ᾽ ἕκαστον· ἀλλὰ καθαρὰν καὶ ἀκίβδηλον τὴν ἱερωσύνην ἐφύλαξα. Εἰ δὲ δυναστείαν ἠγάπησα, ἢ θρόνων ὕψος, ἢ βασιλέων πατεῖν αὐλὰς, μηδὲ ἄλλο τι λαμπρὸν ἔχοιμι, ἢ ῥίψαιμι κεκτημένος.

Κʹ. Τί οὖν ἐστιν ὅ φημι; Οὐ γὰρ ἄμισθος ἐγὼ τῆς ἀρετῆς ἐργάτης, οὐδ᾽ εἰς τοσοῦτον ἀρετῆς ἀφικόμην. Δότε μοι τῶν πόνων μισθόν. Τίνα τοῦτον; Οὐχ ὃν ἄν τινες ὑπολάβοιεν τῶν πάντα ῥᾳδίων· ἀλλ᾽ ὃν ἐμοὶ ζητεῖν ἀσφαλές. Ἀναπαύσατε τῶν μακρῶν πόνων ἡμᾶς· αἰδέσθητε τὴν πολιὰν ταύτην· τιμήσατε τὴν ξενιτείαν· ἄλλον ἀντεισαγάγετε, τὸν ὑπὲρ ὑμῶν διωκόμενον, ὅστις καθαρὸς χεῖρας, ὅστις φωνὴν οὐκ ἀσύνετος, ὅστις ἱκανὸς τὰ πάντα ὑμῖν χαρίζεσθαι, καὶ συνδιαφέρειν τὰς ἐκκλησιαστικὰς φροντίδας· ἐπειδὴ τούτων μάλιστα νῦν ὁ καιρός. Ἐμοὶ δὲ ὁρᾶτε καὶ τὸ σῶμα ὡς ἔχει τοῦτο, καὶ χρόνῳ, καὶ νόσῳ, καὶ πόνῳ δαπανηθέν. Τί δεῖ γέροντος ὑμῖν δειλοῦ, καὶ ἀνάνδρου, καὶ καθ᾽ ἑκάστην, ὡς εἰπεῖν, ἀποθνήσκοντος τὴν ἡμέραν, οὐ τῷ σώματι μόνον, ἀλλὰ καὶ ταῖς φροντίσιν· ὃς μόλις καὶ ταῦτα ὑμῖν διαλέγομαι; Μὴ ἀπιστήσητε φωνῇ διδασκάλου· καὶ γὰρ οὐδὲ ἠπιστήσατε πώποτε. Κέκμηκα, τὴν ἐπιείκειαν ἐγκαλούμενος. Κέκμηκα, καὶ λόγῳ, καὶ φθόνῳ μαχόμενος, καὶ πολεμίοις, καὶ ἡμετέροις.

Οἱ μὲν τὰ στέρνα παίουσι, καὶ ἧττον ἐπιτυγχάνουσι· τὸ γὰρ προδήλως ἐχθρὸν, εὐφύλακτον. Οἱ δὲ, τὰ νῶτα τηροῦσι, καὶ μᾶλλόν εἰσι λυπηροί· τὸ γὰρ ἀνύποπτον, καιριώτερον. Εἰ δὲ καὶ κυβερνήτης ἦν, καὶ τῶν λίαν ἐπιστημόνων· εἶτα πολλὴ μὲν ἦν περὶ ἡμᾶς ἡ θάλασσα, καὶ περὶ τὴν ναῦν ζέουσα· πολλὴ δὲ τῶν ἐμπλεόντων ἡ στάσις, ἄλλων περὶ ἄλλου ζυγομαχούντων, καὶ ἀντικτυπούντων ἀλλήλοις τε καὶ τοῖς κύμασι, πόσον ἀντέσχον ἂν ἐπὶ τῶν οἰάκων καθήμενος, ὥστε καὶ θαλάσσῃ καὶ τοῖς ἐμπλέουσι μάχεσθαι, καὶ διασώζειν ἀκινδύνως τὴν ναῦν ἐκ διπλοῦ τοῦ κλύδωνος; Ὧν γὰρ παντὶ τρόπῳ συναγωνιζομένων, χαλεπὸν ἦν τὸ τῆς σωτηρίας, τούτων πῶς οἷόν τε ἀνταγωνιζομένων μὴ καταδύεσθαι;

ΚΑʹ. Τί τἄλλα δεῖ λέγειν; Ἀλλὰ πῶς οἴσω τὸν ἱερὸν τοῦτον πόλεμον; Λεγέσθω γάρ τις καὶ πόλεμος ἱερὸς, ὥσπερ καὶ βαρβαρικός. Πῶς συνάψω, καὶ εἰς ἓν ἀγάγω τοὺς ἀντικαθεζομένους τούτους καὶ ἀντιποιμαίνοντας, καὶ τὸν συναπεῤῥωγότα τούτοις λαὸν καὶ ἀντίθετον· ὥσπερ ἐν τοῖς χάσμασι τῶν σεισμῶν, τὰ γειτονοῦντα καὶ πλησιάζοντα· ἢ ταῖς λοιμικαῖς νόσοις τοὺς θεραπευτὰς καὶ οἰκείους, ἄλλοις ἀπ᾽ ἄλλων διαδιδομένης εὐκόλως τῆς ἀῤῥωστίας· οὐ μόνον δὲ, ἀλλὰ καὶ τὰ τῆς οἰκουμένης τμήματα συμπεπονθότα τοῖς στασιάζουσιν, ὥστε καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκριθῆναι τότε Ἑῷον καὶ τὸ Ἑσπέριον, καὶ κινδυνεύειν τῆς γνώμης οὐχ ἧττον ἢ τῶν περάτων ταῦτα γενέσθαι τμήματα; Μέχρι τίνος γὰρ ὁ ἐμὸς καὶ ὁ σὸς, καὶ ὁ παλαιὸς καὶ ὁ νέος, ὁ λογιώτερος ἢ ὁ πνευματικώτερος, ὁ εὐγενέστερος ἢ ὁ δυσγενέστερος, ὁ τῷ πλήθει πλουσιώτερος ἢ ὁ πενέστερος;

Αἰσχύνομαι τὸ γῆρας, ἄλλων καλούμενος, ὑπὸ Χριστοῦ σεσωσμένος. ΚΒʹ. Οὐ φέρω τοὺς ἱππικοὺς ὑμῶν, καὶ τὰ θέατρα, καὶ τὴν ἀντίῤῥοπον ταύτην μανίαν ἔν τε δαπανήμασι καὶ σπουδάσμασι. Μεταζεύγνυμεν, ἀντιζεύγνυμεν, ἀντιφρυασσόμεθα, μικροῦ καὶ τὸν ἀέρα παίομεν, ὥσπερ ἐκεῖνοι, καὶ βάλλομεν κόνιν εἰς οὐρανὸν, ὥσπερ οἱ ἐξεστηκότες· καὶ ὑπ᾽ ἄλλοις προσώποις τὰς ἡμετέρας ἐκπληροῦμεν φιλονεικίας, κακοὶ γινόμεθα τῆς φιλοτιμίας διαιτηταὶ, καὶ κριταὶ τῶν πραγμάτων ἀγνώμονες. Σήμερον σύνθρονοι καὶ ὁμόδοξοι, ἂν οὕτω φέρωσιν ἡμᾶς οἱ ἄγοντες· αὔριον ἀντίθρονοι καὶ ἀντίδοξοι, ἐὰν ἀντιπνεύσῃ τὸ πνεῦμα. Μετὰ τῆς ἔχθρας καὶ τῆς φιλίας, καὶ τὰ ὀνόματα· καὶ, τὸ δεινότατον, οὐκ αἰσχυνόμεθα τοῖς αὐτοῖς χρώμενοι τῶν ἐναντίων ἀκροαταῖς· οὐδὲ ἐπὶ τῶν αὐτῶν βεβήκαμεν, ἄλλοτε ἄλλους ποιούσης ἡμᾶς τῆς φιλονεικίας. Εὐρίπων μεταβολαί τινες, ἢ ἀμπώτιδες. Ὥσπερ οὖν εἰ μειρακίων ἐν ἀγορᾷ παιζόντων ἐν μέσῳ καὶ παιζομένων, αἰσχρὸν ἂν ἦν λίαν καὶ οὐχ ἡμῶν, καταλιπόντας τὰς οἰκείας διατριβὰς, ἐκείνοις συμφέρεσθαι (οὐ γὰρ ὡραῖον γήρᾳ, παίδων ἀθύρματα)· οὕτως οὐδ᾽ εἰ, φερόντων καὶ φερομένων τῶν ἄλλων, αὐτός τι βέλτιον τῶν πολλῶν γινώσκων, δεξαίμην ἂν ἐκείνων εἷς εἶναι μᾶλλον, ἢ, ὅπερ εἰμὶ, μετὰ τῆς ἀφανίας ἐλεύθερος.

Πρὸς γὰρ αὖ τοῖς ἄλλοις πάσχω τι καὶ τοιοῦτον, οὐ τὰ πολλὰ συμφέρομαι τοῖς πολλοῖς, οὐδὲ τὴν αὐτὴν βαδίζειν ἀνέχομαι· θρασέως μὲν ἴσως καὶ ἀμαθῶς, πάσχω δ᾽ οὖν ὅμως. Ἀνιᾷ με τὰ τῶν ἄλλων τερπνὰ, καὶ τέρπομαι τοῖς ἑτέρων ἀνιαροῖς. Ὥστε οὐκ ἂν θαυμάσαιμι οὐδὲ τοῦτο, εἰ καὶ δεθείην, ὡς δύσχρηστος, καὶ ἀνοηταίνειν δόξαιμι τοῖς πολλοῖς, ὅ τις λέγεται τῶν παρ᾽ Ἕλλησι φιλοσοφησάντων παθεῖν, ἐγκληθεὶς ὡς μανίαν τὴν σωφροσύνην, ὅτι διεγέλα τὰ πάντα, γέλωτος ὁρῶν ἄξια τὰ τοῖς πολλοῖς σπουδαζόμενα· ἢ καὶ γλεύκους νομισθείην εἶναι μεστὸς, ὡς ὕστερον οἱ Χριστοῦ μαθηταὶ τῷ λαλεῖν γλώσσαις· ἀγνοηθέντες, ὅτι Πνεύματος δύναμις ἦν, οὐ φρενῶν ἔκστασις.