Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν φιλόσοφον Ἥρωνα

Γρηγόριος ὁ Ναζιανζηνός

Εισαγωγή και έπαινος της κατά Χριστόν φιλοσοφίας του Ήρωνος

Ο ρήτορας αιτιολογεί τον έπαινο, εξαίρει την πνευματική ευγένεια του Ήρωνος και προβάλλει την επιλογή της έμπρακτης χριστιανικής αρετής έναντι της κενής ελληνικής σοφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 5

ΛΟΓΟΣ ΚΕʹ. Εἰς Ἡρῶνα τὸν φιλόσοφον. Αʹ. Τὸν φιλόσοφον ἐπαινέσομαι, καὶ εἰ κάμνω τῷ σώματι· φιλόσοφον γάρ· ἐπαινέσομαι δὲ καὶ λίαν εἰκότως. Ὁ μὲν γὰρ φιλόσοφος, ἐγὼ δὲ σοφίας θεραπευτής· ὥστε μοι καὶ πρὸς λόγον ὁ ἔπαινος, ἵν᾽, εἰ μή τι ἄλλο, τοῦτό γε φιλοσοφήσω, τὸ θαυμάζειν φιλόσοφον.

Ἢ γὰρ φιλοσοφητέον, ὡς ὁ ἐμὸς λόγος, ἢ τιμητέον φιλοσοφίαν, εἴπερ μὴ μέλλοιμεν παντελῶς ἔξω τοῦ καλοῦ πίπτειν, μηδὲ ἀλογίαν κατακριθήσεσθαι λογικοὶ γεγονότες, καὶ διὰ λόγου πρὸς Λόγον σπεύδοντες. Φιλοσοφείτω δὲ ἡμῖν ὡς ἓν τῶν ἄλλων ὁ ἀνὴρ, τὸ ἐπαινεῖσθαι, καὶ καρτερείτω τὴν εὐφημίαν.

Οὐ γὰρ ἵνα χαρισώμεθα ἐπαινεσόμεθα (ἴσμεν τοῦ φιλοσόφου τὸ ἀφιλότιμον, καὶ πρός γε οὐδὲν ἂν ὁ λόγος προσθείη τοῖς πράγμασιν, ὅτι μὴ καὶ τῆς ἀξίας ἐλαττώσῃ διὰ τῆς ἀσθενείας τῆς ἑαυτοῦ), ἀλλ᾽ ἵν᾽ ἡμᾶς αὐτοὺς ὠφελήσωμεν. Τοῦτο γὰρ οὐκ ἔτι περιφρονήσει φιλοσοφία, ᾗ γε τὸ εὖ ποιεῖν τι τὸν ἡμέτερον βίον, ἔργον καὶ σπούδασμα. Πρώτη δὲ τῶν εὐεργεσιῶν, τὸ ἐπαινεῖσθαι τὰ καλά. Ζήλου γὰρ ὁ ἔπαινος πρόξενος· ζῆλος δὲ, ἀρετῆς· ἀρετὴ δὲ, μακαριότητος· ἡ δὲ, τὸ ἄκρον τῶν ἐφετῶν, καὶ πρὸς ὃ τείνει πᾶσα σπουδαίου κίνησις.

Βʹ. Δεῦρο δὴ οὖν, ὦ φιλοσόφων ἄριστε καὶ τελεώτατε· προσθήσω δὲ, ὅτι καὶ μαρτύρων τῆς ἀληθείας. Δεῦρό μοι τῆς νόθου σοφίας ἔλεγχε, τῆς ἐν λόγῳ κειμένης, καὶ δι᾽ εὐγλωττίας γοητευούσης, ὑπὲρ δὲ τοῦτο μηδὲν διαρθῆναι, μήτε δυναμένης, μήτε θελούσης· ὁ περιδέξιος τὴν ἀρετὴν, ὅση τε θεωρίας, καὶ ὅση πράξεως· ὁ τὰ ἡμέτερα φιλοσοφῶν ἐν ἀλλοτρίῳ τῷ σχήματι· τάχα δὲ οὐδὲ ἀλλοτρίῳ, εἴπερ ἀγγελικὸν, ἡ λαμπροφορία, καὶ ἡ φαιδρότης, ὅταν τυπῶνται σωματικῶς· σύμβολον, οἶμαι, τοῦτο τῆς κατὰ τὴν φύσιν αὐτῶν καθαρότητος. Δεῦρό μοι, φιλόσοφε, καὶ σοφὲ, (μέχρι γὰρ τίνος τὸ φιλεῖν σοφίαν, εἰ μηδαμοῦ σοφία;) καὶ κύων, οὐ τὴν ἀναισχυντίαν, ἀλλὰ τὴν παῤῥησίαν· οὐδὲ τὸ γαστρίμαργον, ἀλλὰ τὸ ἐφήμερον· οὐδὲ τὴν ὑλακὴν, ἀλλὰ τὴν φυλακὴν τοῦ καλοῦ, καὶ τὸ ὑπὲρ τῶν ψυχῶν ἄγρυπνον, καὶ τὸ σαίνειν μὲν ὅσον κατ᾽ ἀρετὴν οἰκεῖον, ὑλακτεῖν δὲ ὅσον ἀλλότριον. Δεῦρό μοι στῆθι τῶν ἱερῶν πλησίον, καὶ τῆς μυστικῆς ταύτης τραπέζης, κἀμοῦ τοῦ διὰ τούτων μυσταγωγοῦντος τὴν θέωσιν, οἷς σε προσάγει λόγος καὶ βίος, καὶ ἡ διὰ τοῦ παθεῖν κάθαρσις.

Δεῦρό σε ἀναδήσω τοῖς ἡμετέροις στεφάνοις, καὶ ἀνακηρύξω λαμπρᾷ τῇ φωνῇ, οὐκ ἐν Ὀλυμπίᾳ μέσῃ, οὐδὲ ἐν θεάτρῳ μικρῷ τῆς Ἑλλάδος, οὐδὲ ἠγωνισμένον παγκράτιον, ἢ πυγμὴν, ἢ δίαυλον, ἤ τι τῶν μικρῶν ἀγωνισμάτων, καὶ ἐπὶ μικροῖς τοῖς ἄθλοις, οὐδὲ εἰς τιμὴν ἡρώων τινὸς ἢ δαιμόνων, συμφορᾷ καὶ μύθῳ τετιμημένων (τοιαῦτα γὰρ ἐκείνων τὰ σεμνά τε καὶ τίμια, χρόνον προσλαβόντα τῆς ἀνοίας ἐπίκουρον, καὶ συνήθειαν ἔννομον)· ἀλλ᾽ ἐναντίον Θεοῦ, καὶ ἀγγέλων, καὶ παντὸς τοῦ τῆς Ἐκκλησίας πληρώματος· καὶ νενικηκότα ψεῦδος αἱρέσεων, εἰς τιμὴν Θεοῦ ζῶντος, καὶ τὸ παθεῖν τοῖς οἰκείοις πάθεσιν ἐκδιδάσκοντος, καὶ ὧν ἆθλον, οὐρανῶν βασιλεία, καὶ Θεὸν γενέσθαι τοῦ παθεῖν ὑψηλότερον.

Γʹ. Ἀλλὰ τίς ἡ ἀνάῤῥησις; Εἰ μὲν τὴν συντομωτέραν ποθεῖτε καὶ γνωριμωτέραν· Οὗτος τῆς ἀληθείας ἀγωνιστὴς ἀψευδέστατος, καὶ τῆς Τριάδος ὑπέρμαχος ἄχρις αἵματος, καὶ τῶν διωκόντων τῷ ποιεῖν κακῶς, τῷ πάσχειν προθύμως διώκτης· οὐδὲν γὰρ οὕτω νικᾷ τὸν διώκοντα, ὡς προθυμία τοῦ πάσχοντος. Εἰ δὲ τὴν τελεωτέραν καὶ πλατυτέραν· Οὗτος ἄριστος μὲν ἐξ ἀρίστων, καὶ ἐξ εὐγενῶν εὐγενέστατος. Εὐγένειαν δὲ λέγω, οὐχ ἣν οἱ πολλοὶ νομίζουσιν· ἄπαγε! Οὐ πρὸς ἡμῶν οὕτω θαυμάζειν, οὐδὲ φιλόσοφον, τὴν ἐκ μύθων καὶ τάφων ἐρχομένην καὶ πάλαι σεσηπυίας ὀφρύος· οὐδὲ τὴν ἐξ αἱμάτων καὶ γραμμάτων προσγινομένην, ἣν νύκτες χαρίζονται, καὶ βασιλέων ἴσως οὐδὲ εὐγενῶν χεῖρες, προστασσόντων, ὥσπερ ἄλλο τι, τὴν εὐγένειαν· ἀλλ᾽ ἣν εὐσέβεια χαρακτηρίζει καὶ τρόπος, καὶ ἡ πρὸς τὸ πρῶτον ἀγαθὸν ἄνοδος, ὅθεν γεγόναμεν. Ταύτης ἀπόδειξις μία τῆς εὐγενείας. Οὐ γὰρ ἀθλητὴς μόνον ἡμῖν ὁ γεννάδας, ἀλλὰ καὶ ἐκ μαρτύρων· ὥστε οἴκοθεν αὐτῷ τὸ τῆς ἀρετῆς παράδειγμα. Πολίτης δὲ, σοφίᾳ μὲν, τῆς οἰκουμένης ἁπάσης (οὐδὲ γὰρ ἀνέχεται μικροῖς ὅροις Κυνικὴ περιγράφεσθαι)· σώματι δὲ, τῆς Ἀλεξανδρέων πόλεως, τῆς σὺν ὑμῖν, ἢ μεθ᾽ ὑμᾶς εὐθέως ἀριθμουμένης· ἧς πᾶσι πάντων κρατούσης, θερμότης τὸ ἰδιαίτατον, καὶ ταύτης τὸ κάλλιστον, Χριστιανισμὸς, καὶ ἡ περὶ τοῦτο διάθεσις, ἐκ προαιρέσεως μὲν ἀρχομένη, τῇ δὲ φύσει βεβαιουμένη.

Τῇ γὰρ εὐσεβείᾳ τὸ θερμὸν προσχωρῆσαν, ζῆλος ἐγένετο· ζῆλος δὲ, ἀσφάλεια πίστεως. Δʹ. Τραφεὶς δὲ οὕτω καὶ παιδευθεὶς, ὡς εἰκὸς τὸν ἐκ τοιούτων γεγονότα καὶ τοιοῦτον ἐσόμενον, ἐπειδὴ βίων αἱρέσεως καιρὸς ἐδόκει (ἣν κρηπῖδα τοῦ πράττειν εὖ ἢ κακῶς ἐγὼ τίθεμαι), εἶδέ τι μέγα, καὶ νεανικὸν, καὶ τῶν πολλῶν ὑψηλότερον. Τρυφὴν μὲν ἀτιμάζει καὶ περιουσίαν, καὶ δυνάστειαν πλέον, ἢ τοὺς ἄλλους οἱ ταῦτα προέχοντες· καὶ τὴν μὲν ὡς πρώτην κακοπάθειαν, τὴν δὲ ὡς ἐσχάτην πενίαν, τὴν δὲ ὡς ἀσθένειαν τὴν ἀνωτάτω, διαπτύει καὶ ἀποπέμπεται.

Οὐδὲν γὰρ ἀγαθὸν εἶναι, ὃ μήτε βελτίους ποιεῖ τοὺς κεκτημένους, ἀλλὰ καὶ χείρους ὡς τὰ πολλά· μήτε διὰ τέλους παραμένει τοῖς ἔχουσι. Φιλοσοφίαν δὲ προΐσταται τὴν δέσποιναν τῶν παθῶν καὶ τῷ καλῷ προσβαίνει νεανικῶς, καὶ ἀπὸ τῆς ὕλης τέμνεται, πρὶν διαζευχθῆναι τῆς ὕλης· καὶ τῶν ὁρωμένων κατεξανίσταται, μεγέθει φύσεως καὶ προαιρέσεως εὐγενείᾳ, τοῖς ἑστῶσι προσθέμενος. Ἐπειδὴ οὕτω διενοήθη, τοῦτο μὲν οὐδὲ βουλῆς ἠξίωσε, ποτέραν δεῖ τῶν φιλοσοφιῶν ἑλέσθαι μᾶλλον, τὴν ἔξω καὶ παίζουσαν τὰς τῆς ἀληθείας σκιὰς ἐν τῷ τῆς φιλοσοφίας σχήματι καὶ προβλήματι, ἢ τὴν ἡμετέραν καὶ ταπεινὴν μὲν τῷ φαινομένῳ, ὑψηλὴν δὲ τῷ κρυπτομένῳ, καὶ πρὸς Θεὸν ἄγουσαν· ἀλλὰ πάσαις ψήφοις αἱρεῖται τὴν ἡμετέραν, μηδὲν ὅλως ἐπὶ τὰ χείρω παρατραπεὶς τὴν διάνοιαν, μηδὲ ὑπὸ τῆς τῶν λόγων κομψείας παρασυρεὶς, ᾗ μέγα φρονοῦσιν οἱ τὰ Ἑλλήνων φιλοσοφοῦντες. Ἐκεῖνο δὲ πρῶτον φιλοσοφεῖ, γνῶναι τῶν ἡμετέρων ὁδῶν τὴν αἱρετωτέραν τε καὶ λυσιτελεστέραν ἐπίσης αὐτῷ τε καὶ πᾶσι Χριστιανοῖς.

Πανταχοῦ γὰρ τῷ καθ᾽ ἑαυτὸν καὶ τὸν κοινὸν συλλαμβάνειν, ψυχῆς εἶναι τελεωτάτης τε καὶ φιλοσοφωτάτης ἐνόμιζεν. Οὐδὲ γὰρ ἑαυτῷ γεγενῆσθαι μόνον ἕκαστον ἡμῶν, ἀλλὰ καὶ πᾶσιν, ὅσοι τῆς αὐτῆς μετέχουσι φύσεως, καὶ παρὰ τοῦ αὐτοῦ, καὶ ἐπὶ τοῖς αὐτοῖς γεγόνασιν.

Εʹ. Ὁρῶν δὲ τὸν μὲν ἐρημικὸν βίον καὶ ἰδιάζοντα. καὶ τῶν πολλῶν ἔκφυλον καὶ ἀλλότριον, μέγαν μὲν καὶ ὑψηλὸν, καὶ ὑπὲρ τὰ ἀνθρώπινα, μέχρις αὐτῶν δὲ μόνων τῶν κατορθούντων ἱστάμενον, καὶ τὸ τῆς ἀγάπης κοινωνικὸν καὶ φιλάνθρωπον ἀπαρνούμενον, ἣν ἐν πρώτοις εἶναι τῶν ἐπαινουμένων ἐγίνωσκε· πρὸς δὲ καὶ ἀδοκίμαστον, ὡς οὔτε ἐν τοῖς πράγμασι γυμναζόμενον, οὔτε ἄλλοις παραμετρούμενον· τὸ δὲ κοινωνικὸν καὶ ἐπίμικτον, πρὸς τῇ βασάνῳ τῆς ἀρετῆς, ἔτι καὶ εἰς τοὺς πολλοὺς διατεῖνον, καὶ θείας οἰκονομίας ἐγγὺς, ἣ καὶ πεποίηκε τὸ πᾶν, καὶ φιλίᾳ συνέδησε, καὶ τὸ ἡμέτερον γένος ἐκπεσὸν τοῦ καλοῦ διὰ τὴν ἐπεισελθοῦσαν κακίαν, ἐκ τῆς πρὸς ἡμᾶς ἐπιμιξίας καὶ ὁμιλίας πάλιν ἀνεκαλέσατο· ταῦτα διανοηθείς τε καὶ διελόμενος, καὶ ἅμα τὸν Ἑλληνικὸν τῦφον κολάσαι τῶν καλῶν εἶναι νομίσας, οἳ τῷ τρίβωνι καὶ τῇ ὑπήνῃ τὸ σεμνὸν ὑποδύονται· τί ποιεῖ, καὶ πῶς τὴν φιλοσοφίαν μεταχειρίζεται;

Μέσην τινὰ χωρεῖ τῆς τε ἐκείνων ἀλαζονείας, καὶ τῆς ἡμετέρας σοφίας, καὶ τῶν μὲν τὸ σχῆμα καὶ τὴν σκηνὴν, ἡμῶν δὲ τὴν ἀλήθειαν καὶ τὸ ὕψος φιλοσοφεῖ. Ϛʹ. Διὰ τοῦτο Περιπάτους μὲν, καὶ Ἀκαδημίας, καὶ τὴν σεμνὴν Στοὰν, καὶ τὸ αὐτόματον Ἐπικούρου μετὰ τῶν ἀτόμων καὶ τῆς ἡδονῆς, ἐρίῳ στέψας, ὥς τις ἐκείνων τὸν ποιητὴν, ὡς ποῤῥωτάτω πέμπει καὶ ἀποκρούεται.

Κυνικῆς δὲ, τὸ μὲν ἄθεον διαπτύσας, τὸ δὲ ἀπέριττον ἐπαινέσας, τοῦτό ἐστιν ὃ νῦν ὁρᾶτε, κύων κατὰ τῶν ὄντως κυνῶν, καὶ φιλόσοφος κατὰ τῶν ἀσόφων, καὶ Χριστιανὸς ὑπὲρ πάντων, καὶ νικῶν τὴν μὲν ἐκείνων αὐθάδειαν τῇ τοῦ σχήματος ὁμοιότητι, τῶν δὲ παρ᾽ ἡμῖν ἔστιν ὧν τὴν ἀπειροκαλίαν τῇ καινότητι τοῦ ἐνδύματος, δεικνὺς, ὅτι μὴ ἐν μικροῖς τὸ εὐσεβὲς, μηδὲ ἐν τῷ κατηφεῖ τὸ φιλόσοφον, ἀλλ᾽ ἐν ψυχῆς στεῤῥότητι καὶ διανοίας καθαρότητι, καὶ γνησίᾳ τῇ πρὸς τὸ καλὸν νεύσει, ὅπως ἂν τοῦ σχήματος ἔχωμεν, καὶ οἷστισιν ἂν ὁμιλῶμεν, εἴτε ἡμῖν αὐτοῖς μόνοις συστέλλοντες τὸν νοῦν ἀπὸ τῶν αἰσθήσεων, εἴτε τοῖς πολλοῖς τε καὶ ὁμοφύλοις ἰδιάζοντες ἐν τῷ κοινῷ, καὶ φιλοσοφοῦντες ἐν οὐ φιλοσοφοῦσιν (ὡς ἡ Νῶε κιβωτὸς ἐκείνη, ἐν κατακλυσμῷ κατακλυσμοῦ κουφοτέρα· καὶ ἡ τοῦ ὄρους βάτος, ἢν καῖον τὸ πῦρ οὐ κατέκαιε, τὸ μέγα Μωϋσέως ὅραμα, οὔτε αὐτοί τι πάσχοντες τοῖς πολλοῖς, οὐ μᾶλλόν γε ἢ ἀδάμας τοῖς παίουσι, καὶ δι᾽ ἑαυτῶν τοὺς ἄλλους βελτίους ποιοῦντες εἰς δύναμιν.

Ταύτης καρπὸς τῆς φιλοσοφίας, οὐ λόγῳ πλαττόμεναι πόλεις (σκινδαψοί τινες, ὡς αὐτοί φασι, καὶ τραγέλαφοι, ἃ γλῶσσα μόνη συντίθησιν)· οὐδὲ κατηγορίαι τινὲς, καὶ ἀναλύσεις, καὶ μίξεις· οὐδὲ συμβάματα καὶ παρασυμβάματα, καὶ ἡ τεχνολογουμένη σοφία· οὐδὲ γραμμαί τινες οὐδαμοῦ κείμεναι, οὐδὲ ἀστέρων πλοκαὶ καὶ σχήματα κατὰ τῆς Προνοίας ἐπινοούμενα. Ταῦτα μὲν γὰρ αὐτῷ δευτέρου λόγου καὶ πάρεργα, καὶ τοσοῦτον παιζόμενα, ὅσον μὴ παίζεσθαι παρὰ τῶν εἰδέναι προσποιουμένων.

Ζʹ. Τί δὲ τὸ πρῶτον καὶ σπουδαζόμενον; Ἡ πρὸς ἄρχοντας δικαιολογία, ἡ πρὸς βασιλεῖς παῤῥησία, κατὰ τὸν θεῖον Δαβὶδ λαλοῦντα ἐναντίον βασιλέων καὶ μὴ αἰσχυνόμενον, δήμων ἀλογίαν συστεῖλαι κυμαινομένων, δυναστῶν ἐξουσίαν ἀγριαινόντων, οἴκων ἀῤῥωστίαν στασιαζόντων, ἀπαιδεύτων ἀγροικίαν, πεπαιδευμένων ἀλαζονείαν, πλοῦτον ἐπαιρόμενον, κόρον ὑβρίζοντα, πενίαν κακουργοῦσαν, θυμὸν ἐκφερόμενον καὶ τὸν λογισμὸν ἐκφέροντα, ἡδονῆς ἀμετρίαν, γέλωτος ἀκρασίαν, λύπης ἀδημονίαν παῦσαι, νεότητος ἀνωμαλίαν, γήρως μικροψυχίαν, χηρείας ἐρημίαν, ὀρφανίας ἀπόγνωσιν. Ταῦτα τῶν συλλογισμῶν καὶ τῶν γραμμῶν, καὶ τοῦ κεχηνέναι πρὸς τοὺς ἀστέρας, ἆρ᾽ οὐ μακρῷ προτιμήσει τις εὖ φρονῶν; ἐκεῖνο ἐνθυμηθεὶς, ὅτι συναγόντων μὲν πάντων, ἢ γεωμετρούντων, ἢ ἀστρονομούντων, οὐδὲν ἂν ὁ βίος ἡμῶν παρὰ τοῦτο ὠφεληθείη, ὅτι μὴ καὶ τὰ πάντα λυθήσεται· τούτων δὲ ὧν εἶπον ἀναιρουμένων, ἀταξία τὸ πᾶν καὶ σύγχυσις.

Ταῦτα τῆς Ἀντισθένους ἀλαζονείας, καὶ τῆς Διογένους ὀψοφαγίας, καὶ τῆς Κράτητος κοινογαμίας, τί χρὴ λέγειν ὅσῳ κρείττω καὶ ὑψηλότερα; Πλὴν φειδόμεθα κἀκείνων αἰδοῖ τῆς προσηγορίας, ἵνα τι τοῦ ἀνδρὸς ἀπολαύσωσιν. Ἡμεῖς δὲ, ἵνα τὰ ἐν μέσῳ συνέλωμεν, τὸ σῶφρον, τὸ ἐγκρατὲς, τὸ ἄτυφον, τὸ ἐπίχαρι, τὸ κοινωνικὸν, τὸ φιλάνθρωπον, τἄλλα οἷς ὑπὲρ ἅπαντας ὁ ἀνὴρ, ἐπὶ τὸ τελευταῖον μὲν τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει τρεψόμεθα.