Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν μέγαν Βασίλειον ἐπίσκοπον Καισαρείας τῆς Καππαδοκίας ἐπιτάφιος

Γρηγόριος ὁ Ναζιανζηνός

Υπεράσπιση της Εκκλησίας και αντιμετώπιση του λιμού

Ο Βασίλειος επιστρέφει για να ενισχύσει την Εκκλησία απέναντι στην απειλή των αρειανών και αναλαμβάνει σπουδαίο φιλανθρωπικό έργο κατά την περίοδο της σιτοδείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 11

Καίπερ δὲ οὕτω φιλοσόφου καὶ θαυμασίας οὔσης τῆς ἀναχωρήσεως, κρείττω καὶ θαυμασιωτέραν εὑρήσομεν τὴν ἐπάνοδον· ἔσχε γὰρ οὕτως. Ἐν τούτοις ὄντων ἡμῶν, ἐξαίφνης ἐφίσταται νέφος χαλάζης πλῆρες καὶ τετριγὸς ὀλέθριον, πᾶσαν ἐκτρίψαν ἐκκλησίαν, καθ᾽ ἧς ἐρράγη καὶ ὅσην ἐπέλαβε· βασιλεὺς ὁ φιλοχρυσότατος καὶ μισοχριστότατος, καὶ δύο τὰ μέγιστα ταῦτα νοσῶν, ἀπληστίαν καὶ βλασφημίαν· ὁ μετὰ τὸν διώκτην διώκτης, καὶ μετὰ τὸν ἀποστάτην οὐκ ἀποστάτης μέν, οὐδὲν δὲ ἀμείνων Χριστιανοῖς, μᾶλλον δὲ Χριστιανῶν τῷ εὐσεβεστάτῳ μέρει καὶ καθαρωτάτῳ καὶ προσκυνητῇ τῆς Τριάδος, ἣν δὴ μόνην εὐσέβειαν ἐγὼ καλῶ καὶ δόξαν σωτήριον.

Οὐ γὰρ θεότητα ταλαντεύομεν, οὐδὲ τὴν μίαν καὶ ἀπρόσιτον φύσιν ἀποξενοῦμεν ἑαυτῆς ἐκφύλοις ἀλλοτριότησιν, οὐδὲ κακῷ τὸ κακὸν ἰώμεθα, τὴν ἄθεον Σαβελλίου συναίρεσιν ἀσεβεστέρᾳ διαιρέσει καὶ κατατομῇ λύοντες· ἣν Ἄρειος νοσήσας, ὁ τῆς μανίας ἐπώνυμος, τὸ πολὺ τῆς Ἐκκλησίας διέσεισε καὶ διέφθειρεν, οὔτε τὸν Πατέρα τιμήσας, καὶ ἀτιμάσας τὰ ἐξ αὐτοῦ διὰ τῶν ἀνίσων βαθμῶν τῆς θεότητος.

Ἀλλὰ μίαν μὲν δόξαν Πατρὸς γινώσκομεν, τὴν ὁμοτιμίαν τοῦ Μονογενοῦς· μίαν δὲ Υἱοῦ, τὴν τοῦ Πνεύματος. Καὶ ὅ τι ἂν τῶν τριῶν κάτω θῶμεν, τὸ πᾶν καθαιρεῖν νομίζομεν· τρία μὲν ταῖς ἰδιότησιν, ἓν δὲ τῇ θεότητι σέβοντες καὶ γινώσκοντες.

Ὧν οὐδὲν ἐννοῶν ἐκεῖνος οὐδὲ ἄνω βλέπειν δυνάμενος, ἀλλ᾽ ὑπὸ τῶν ἀγόντων αὐτὸν ταπεινούμενος, συνταπεινοῦν ἐτόλμησεν ἑαυτῷ καὶ φύσιν θεότητος· καὶ κτίσμα γίνεται πονηρόν, εἰς δουλείαν κατάγων τὴν δεσποτείαν καὶ μετὰ τῆς κτίσεως τιθεὶς τὴν ἄκτιστον φύσιν καὶ ὑπέρχρονον.

Ὁ μὲν οὖν οὕτω φρονῶν καὶ μετὰ τοιαύτης ἡμῖν ἐπιστρατεύει τῆς ἀσεβείας· οὐ γὰρ ἄλλο τι ἢ βαρβαρικὴν καταδρομὴν τοῦτο ὑποληπτέον, καθαιροῦσαν οὐ τείχη καὶ πόλεις καὶ οἰκίας, οὐδέ τι τῶν μικρῶν καὶ χειροποιήτων καὶ αὖθις ἀνορθουμένων, ἀλλὰ τὰς ψυχὰς αὐτὰς κατασύρουσαν.

Συνεισβάλλει δὲ αὐτῷ καὶ στρατὸς ἄξιος, οἱ κακοὶ τῶν Ἐκκλησιῶν ἡγεμόνες, οἱ πικροὶ τετράρχαι τῆς ὑπ᾽ αὐτὸν οἰκουμένης· οἱ τὸ μὲν ἔχοντες ἤδη τῶν Ἐκκλησιῶν, τῷ δὲ προσβάλλοντες, τὸ δὲ ἐλπίζοντες ἐκ τῆς τοῦ βασιλέως ῥοπῆς καὶ χειρός, τῆς μὲν ἐπαγομένης, τῆς δὲ ἀπειλουμένης, ἧκον καὶ τὴν ἡμετέραν καταστρεψόμενοι, οὐδενὶ τοσοῦτον θαρρεῖν ἔχοντες τῶν ἁπάντων ὅσον τῇ τῶν προειρημένων μικροψυχίᾳ, καὶ ἀπειρίᾳ τοῦ τηνικαῦτα ἡμῶν προεδρεύοντος καὶ τοῖς ἐν ἡμῖν ἀρρωστήμασιν.

Ὁ μὲν οὖν ἀγὼν πολύς· ἡ δὲ προθυμία τῶν πλείστων οὐκ ἀγεννής, ἡ δὲ παράταξις ἀσθενής, οὐκ ἔχουσα τὸν προαγωνιστὴν καὶ τεχνίτην ὑπέρμαχον ἐν δυνάμει λόγου καὶ Πνεύματος. Τί οὖν ἡ γενναία καὶ μεγαλόφρων ἐκείνη ψυχὴ καὶ ὄντως φιλόχριστος;

Οὐ δὲ πολλῶν ἐδεήθη λόγων πρὸς τὸ παρεῖναι καὶ συμμαχεῖν· ἀλλ᾽ ὁμοῦ τε εἶδεν ἡμᾶς πρεσβεύοντας, κοινὸς γὰρ ἦν ὁ ἀγὼν ἀμφοτέροις ὡς τοῦ λόγου προβεβλημένοις, καὶ τῆς πρεσβείας ἡττήθη· καὶ διελὼν ἄριστα παρ᾽ ἑαυτῷ καὶ φιλοσοφώτατα τοῖς τοῦ Πνεύματος λογισμοῖς, ἄλλον μὲν εἶναι μικροψυχίας καιρόν, εἴ τι καὶ τοιοῦτον ἔδει παθεῖν, τὸν τῆς ἀδείας· ἄλλον δὲ μακροθυμίας, τὸν τῆς ἀνάγκης· εὐθὺς τοῦ Πόντου μεθ᾽ ἡμῶν ἀπανίσταται καὶ ζηλοτυπεῖ τὴν ἀλήθειαν κινδυνεύουσαν καὶ γίνεται σύμμαχος ἐθελοντὴς καὶ τῇ μητρὶ φέρων ἑαυτὸν τῇ Ἐκκλησίᾳ δίδωσιν.

Ἆρ᾽ οὖν προεθυμήθη μὲν οὕτως, ἠγώνισται δὲ τῆς προθυμίας ἔλαττον; Ἢ διαγωνίζεται μὲν ἀνδρικῶς, οὐ συνετῶς δέ; Ἢ πεπαιδευμένως μέν, ἀκινδύνως δέ; Ἢ πάντα μὲν ταῦτα τελείως καὶ ὑπὲρ λόγον, ὑπελείπετο δέ τι τῆς μικροψυχίας ἐν ἑαυτῷ λείψανον; Οὐδαμῶς.

Ἀλλ᾽ ὁμοῦ τὰ πάντα καταλλάττεται, βουλεύεται, παρατάττεται· λύει τὰ ἐν τῷ μέσῳ σκῶλα καὶ προσκόμματα, καὶ οἷς ἐκεῖνοι θαρροῦντες καθ᾽ ἡμῶν ἐστρατεύσαντο· τὸ μὲν προσλαμβάνει, τὸ δὲ κατέχει, τὸ δὲ ἀποκρούεται· γίνεται τοῖς μὲν τεῖχος ὀχυρὸν καὶ χαράκωμα, τοῖς δὲ πέλεκυς κόπτων πέτραν, ἢ πῦρ ἐν ἀκάνθαις, ὅ φησιν ἡ θεία γραφή, ῥᾳδίως ἀναλίσκον τοὺς φρυγανώδεις καὶ ὑβριστὰς τῆς θεότητος.

Εἰ δέ τι καὶ Βαρνάβας, ὁ ταῦτα λέγων καὶ γράφων, Παύλῳ συνηγωνίσατο, Παύλῳ χάρις τῷ προελομένῳ καὶ συνεργὸν ποιησαμένῳ τοῦ ἀγωνίσματος. Οἱ μὲν οὖν οὕτως ἀπῆλθον ἄπρακτοι, καὶ κακοὶ κακῶς τότε πρῶτον αἰσχυνθέντες καὶ ἡττηθέντες, καὶ μαθόντες μὴ ῥᾳδίως Καππαδοκῶν καταφρονεῖν, εἰ καὶ πάντων ἀνθρώπων· ὧν οὐδὲν οὕτως ἴδιον, ὡς τὸ τῆς πίστεως ἀρραγὲς καὶ πρὸς τὴν Τριάδα πιστὸν καὶ γνήσιον· παρ᾽ ἧς καὶ τὸ ἡνῶσθαι καὶ τὸ ἰσχύειν αὐτοῖς, ἃ βοηθοῦσι βοηθουμένοις, μᾶλλον δὲ πολλῷ κρείττω καὶ ἰσχυρότερα.

Τῷ δέ τι δεύτερον ἔργον καὶ σπούδασμα γίνεται, θεραπεύειν τὸν πρόεδρον, λύειν τὴν ὑποψίαν, πείθειν πάντας ἀνθρώπους ὡς ἃ μὲν λελύπητο πεῖρά τις ἦν τοῦ πονηροῦ καὶ πάλη ταῖς εἰς τὸ καλὸν ὁμονοίαις βασκαίνοντος· αὐτὸς δὲ ᾔδει νόμους εὐπειθείας καὶ πνευματικῆς τάξεως.

Διὰ τοῦτο παρῆν, ἐσόφιζεν, ὑπήκουεν, ἐνουθέτει, πάντα ἦν αὐτῷ, σύμβουλος ἀγαθός, παραστάτης δεξιός, τῶν θείων ἐξηγητής, τῶν πρακτέων καθηγητής, γήρως βακτηρία, πίστεως ἔρεισμα, τῶν ἔνδον ὁ πιστότατος, τῶν ἐκτὸς ὁ πρακτικώτατος· ἑνὶ λόγῳ, τοσοῦτος εἰς εὔνοιαν ὅσος εἰς ἔχθραν τὸ πρὶν ἐνομίζετο.

Ἐντεῦθεν αὐτῷ περιῆν καὶ τὸ κράτος τῆς Ἐκκλησίας, εἰ καὶ τῆς καθέδρας εἶχε τὰ δεύτερα· τὴν γὰρ εὔνοιαν εἰσφέρων, τὴν ἐξουσίαν ἀντελάμβανε· καὶ ἦν θαυμαστή τις ἡ συμφωνία καὶ ἡ πλοκὴ τοῦ δύνασθαι. Ὁ μὲν τὸν λαὸν ἦγεν, ὁ δὲ τὸν ἄγοντα· καὶ οἷον λεοντοκόμος τις ἦν, τέχνῃ τιθασσεύων τὸν δυναστεύοντα· καὶ γὰρ ἐδεῖτο, νεωστὶ μὲν ἐπὶ τὴν καθέδραν τεθείς, ἔτι δὲ τῆς κοσμικῆς ὕλης τι πνέων, οὔπω δὲ κατηρτισμένος ἐν τοῖς τοῦ Πνεύματος, πολλοῦ δὲ τοῦ κλύδωνος περιζέοντος καὶ τῶν ἐπικειμένων τῆς Ἐκκλησίας ἐχθρῶν, τοῦ χειραγωγοῦντος καὶ ὑπερείδοντος. Διὰ τοῦτο καὶ τὴν συμμαχίαν ἠγάπα, καὶ κρατοῦντος ἐκείνου κρατεῖν αὐτὸς ὑπελάμβανε.

Τῆς δὲ περὶ τὴν Ἐκκλησίαν τοῦ ἀνδρὸς κηδεμονίας καὶ προστασίας, πολλὰ μὲν καὶ ἄλλα γνωρίσματα· παρρησία πρὸς ἄρχοντας τούς τε ἄλλους καὶ τοὺς δυνατωτάτους τῆς πόλεως· διαφορῶν λύσεις οὐκ ἀπιστούμεναι, ἀλλ᾽ ὑπὸ τῆς ἐκείνου φωνῆς τυπούμεναι, νόμῳ τῷ τρόπῳ χρώμεναι· προστασίαι τῶν δεομένων, αἱ μὲν πλείους πνευματικαί, οὐκ ὀλίγαι δὲ καὶ σωματικαί· καὶ γὰρ καὶ τοῦτο πολλάκις εἰς ψυχὴν φέρει δι᾽ εὐνοίας δουλούμενον· πτωχοτροφίαι, ξενοδοχίαι, παρθενοκομίαι· νομοθεσίαι μοναστῶν, ἔγγραφοί τε καὶ ἄγραφοι· εὐχῶν διατάξεις, εὐκοσμίαι τοῦ βήματος, τὰ ἄλλα οἷς ἂν ὁ ἀληθῶς ἄνθρωπος τοῦ Θεοῦ καὶ μετὰ Θεοῦ τεταγμένος λαὸν ὠφελήσειεν· ἓν δέ, ὃ μέγιστόν τε καὶ γνωριμώτατον.

Λιμὸς ἦν, καὶ τῶν πώποτε μνημονευομένων ὁ χαλεπώτατος. Ἔκαμνε δὲ ἡ πόλις, ἐπικουρία δ᾽ ἦν οὐδαμόθεν, οὐδέ τι φάρμακον τῆς κακώσεως. Αἱ μὲν γὰρ παραλίαι τὰς τοιαύτας ἐνδείας οὐ χαλεπῶς ἀναφέρουσι, διδοῦσαι τὰ παρ᾽ ἑαυτῶν καὶ τὰ παρὰ τῆς θαλάσσης δεχόμεναι· τοῖς δ᾽ ἠπειρώταις ἡμῖν καὶ τὸ περιττεῦον ἀνόνητον, καὶ τὸ ἐνδέον ἀνεπινόητον, οὐκ ἔχουσιν ὅπως ἢ διαθώμεθά τι τῶν ὄντων ἢ τῶν οὐκ ὄντων εἰσκομισώμεθα.

Καὶ ὃ χαλεπώτατόν ἐστιν ἐν τοῖς τοιούτοις, ἡ τῶν ἐχόντων ἀναλγησία καὶ ἀπληστία. Τηροῦσι γὰρ τοὺς καιροὺς καὶ καταπραγματεύονται τῆς ἐνδείας καὶ γεωργοῦσι τὰς συμφοράς· οὔτε, τῷ Κυρίῳ δανείζειν τὸν ἐλεοῦντα πτωχούς, ἀκούοντες· οὐδ᾽ ὅτι ὁ συνέχων σῖτον δημοκατάρατος· οὔτ᾽ ἄλλο οὐδὲν τῶν ἢ τοῖς φιλανθρώποις ἐπηγγελμένων ἢ τοῖς ἀπανθρώποις ἠπειλημμένων.

Ἀλλ᾽ εἰσὶ τοῦ δέοντος ἀπληστότεροι καὶ φρονοῦσι κακῶς· ἐκείνοις μὲν τὰ ἑαυτῶν, ἑαυτοῖς δὲ τὰ τοῦ Θεοῦ σπλάγχνα κλείοντες, οὗ καὶ μᾶλλον χρῄζοντες ἀγνοοῦσιν ἢ αὐτῶν ἕτεροι. Ταῦτα μὲν οἱ σιτῶναι καὶ σιτοκάπηλοι, καὶ μήτε τὸ συγγενὲς αἰδούμενοι, μήτε περὶ τὸ θεῖον εὐχάριστοι, παρ᾽ οὗ τὸ ἔχειν αὐτοῖς, ἄλλων πιεζομένων.

Ὁ δὲ ὕειν μὲν οὐκ εἶχεν ἄρτον ἐξ οὐρανοῦ δι᾽ εὐχῆς, καὶ τρέφειν ἐν ἐρήμῳ λαὸν φυγάδα, οὐδὲ πυθμέσι πηγάζειν τροφὴν ἀδάπανον κενώσει πληρουμένοις, ὃ καὶ παράδοξον, ἵνα τρέφῃ τρέφουσαν εἰς φιλοξενίας ἀντίδοσιν· οὐδὲ πέντε ἄρτοις ἑστιᾶν χιλιάδας, ὧν καὶ τὰ λείψανα πολλῶν τραπεζῶν ἄλλη δύναμις.

Ταῦτα γὰρ Μωϋσέως ἦν καὶ Ἡλίου καὶ τοῦ ἐμοῦ Θεοῦ, παρ᾽ οὗ κἀκείνοις τὸ ταῦτα δύνασθαι· ἴσως δὲ καὶ τῶν καιρῶν ἐκείνων καὶ τῆς τότε καταστάσεως, ἐπειδὴ τὰ σημεῖα τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσιν. Ἃ δὲ τούτοις ἐστὶν ἀκόλουθα καὶ εἰς ταὐτὸν φέρει, ταῦτα καὶ διενοήθη καὶ κατεπράξατο μετὰ τῆς αὐτῆς πίστεως· λόγῳ γὰρ τὰς τῶν ἐχόντων ἀποθήκας ἀνοίξας καὶ παραινέσεσι, ποιεῖ τὸ τῆς γραφῆς, διαθρύπτει πεινῶσι τροφὴν καὶ χορτάζει πτωχοὺς ἄρτων καὶ διατρέφει αὐτοὺς ἐν λιμῷ καὶ ψυχὰς πεινώσας ἐμπίμπλησιν ἀγαθῶν. Καὶ τίνα τρόπον; Οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς προσθήκην.

Συναγαγὼν γὰρ ἐν ταὐτῷ τοὺς λιμοῦ τραυματίας, ἔστι δὲ οὓς καὶ μικρὸν ἀναπνέοντας, ἄνδρας καὶ γυναῖκας, νηπίους, γέροντας, πᾶσαν ἡλικίαν ἐλεεινήν, πᾶν εἶδος τροφῆς ἐρανίζων, ὅση τυγχάνει λιμοῦ βοήθεια, ἔτνους τε πλήρεις προθεὶς λέβητας καὶ τοῦ ταριχευτοῦ παρ᾽ ἡμῖν ὄψου καὶ πένητας τρέφοντος· ἔπειτα τὴν τοῦ Χριστοῦ διακονίαν μιμούμενος, ὃς καὶ λεντίῳ διαζωννύμενος οὐκ ἀπηξίου νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ τοῖς ἑαυτοῦ παισίν, ἤτ᾽ οὖν συνδούλοις, πρὸς τοῦτο συνεργοῖς χρώμενος, ἐθεράπευε μὲν τὰ σώματα τῶν δεομένων, ἐθεράπευε δὲ τὰς ψυχάς, συμπλέκων τῇ χρείᾳ τὸ τῆς τιμῆς καὶ ῥᾴους ποιῶν ἀμφοτέρωθεν.

Τοιοῦτος ἦν ὁ νέος σιτοδότης ἡμῖν, καὶ δεύτερος Ἰωσήφ· πλὴν ὅτι καὶ πλέον τι λέγειν ἔχομεν. Ὁ μὲν γὰρ καταπραγματεύεται τοῦ λιμοῦ καὶ τὴν Αἴγυπτον ἐξωνεῖται τῷ φιλανθρώπῳ, τὸν τῆς ἀφθονίας καιρὸν εἰς τὸν τοῦ λιμοῦ διαθέμενος καὶ τοῖς ἑτέρων ὀνείροις εἰς τοῦτο διαταττόμενος· ὁ δὲ προῖκα χρηστὸς ἦν καὶ τῆς σιτοδείας ἐπίκουρος ἀπραγμάτευτος, πρὸς ἓν ὁρῶν, τῷ φιλανθρώπῳ τὸ φιλάνθρωπον κτήσασθαι καὶ τῶν ἐκεῖθεν τυχεῖν ἀγαθῶν διὰ τῆς ἐνταῦθα σιτομετρίας.

Ταῦτα μετὰ τῆς τοῦ λόγου τροφῆς καὶ τῆς τελεωτέρας εὐεργεσίας καὶ διαδόσεως, τῆς ὄντως οὐρανίου καὶ ὑψηλῆς· εἴπερ ἄρτος Ἀγγέλων λόγος, ᾧ ψυχαὶ τρέφονται καὶ ποτίζονται, Θεὸν πεινῶσαι καὶ ζητοῦσαι τροφὴν οὐ ῥέουσαν οὐδ᾽ ἀπιοῦσαν, ἀλλ᾽ ἀεὶ μένουσαν· ἧς σιτοδότης ἦν ἐκεῖνος, καὶ μάλα πλούσιος, ὁ πενέστατος ὧν ἴσμεν καὶ ἀπορώτατος, οὐ λιμὸν ἄρτων, οὐδὲ δίψαν ὕδατος ἐξιώμενος, λόγου δὲ πόθον τοῦ ἀληθῶς ζωτικοῦ καὶ τροφίμου, καὶ εἰς αὔξησιν ἄγοντος πνευματικῆς ἡλικίας τὸν καλῶς τρεφόμενον.