Τούτῳ βρέμοντι κατὰ τῆς ἐκκλησίας καὶ λεόντειον μὲν τὸ εἶδος προβεβλημένῳ, λεόντειον δὲ βρυχωμένῳ, καὶ μηδὲ προσιτὸν τοῖς πλείοσιν, ὁ γεννάδας ἐκεῖνος εἰσάγεται· μᾶλλον δὲ εἴσεισιν ὥσπερ εἰς ἑορτήν, οὐκ εἰς κρίσιν καλούμενος. Πῶς ἂν ἀξίως διηγησάμην, ἢ τὴν τοῦ ὑπάρχου θρασύτητα, ἢ τὴν τοῦ ἀνδρὸς πρὸς αὐτὸν μετὰ συνέσεως ἔνστασιν. «Τί σοι, φησίν, ὦ οὗτος, βούλεται, τοὔνομα προσειπών, οὔπω γὰρ ἐπίσκοπον ἠξίου καλεῖν, τὸ κατὰ τοσούτου κράτους τολμᾶν, καὶ μόνον τῶν ἄλλων ἀπαυθαδιάζεσθαι; {—}Τοῦ χάριν, ὁ γεννάδας φησί, καὶ τίς ἡ ἀπόνοια; Οὔπω γὰρ ἔχω γινώσκειν. {—}Ὅτι μὴ τὰ βασιλέως θρησκεύεις, φησί, τῶν ἄλλων ἁπάντων ὑποκλιθέντων καὶ ἡττημένων. {—}Οὐ γὰρ ταῦτα, ἔφη, βασιλεὺς ὁ ἐμὸς βούλεται, οὐδὲ κτίσμα τι προσκυνεῖν ἀνέχομαι, Θεοῦ τε κτίσμα τυγχάνων καὶ θεὸς εἶναι κεκελευσμένος. {—}Ἡμεῖς δέ, τί σοι δοκοῦμεν; {—}Ἦ οὐδέν, ἔφη, ταῦτα προστάττοντες. {—}Τί δαί; Οὐ μέγα σοι τὸ μεθ᾽ ἡμῶν τετάχθαι καὶ κοινωνοὺς ἔχειν ἡμᾶς; {—} Ὕπαρχοι μέν, φησίν, ὑμεῖς, καὶ τῶν ἐπιφανῶν, οὐκ ἀρνήσομαι, οὔπω δὲ Θεοῦ τιμιώτεροι. Καὶ τὸ κοινωνοὺς ἔχειν, μέγα μέν· πῶς γὰρ οὔ; Πλάσμα Θεοῦ καὶ ὑμεῖς, ἀλλ᾽ ὡσεί τινας ἄλλους τῶν ὑφ᾽ ἡμῖν τεταγμένων· οὐ γὰρ προσώποις τὸν χριστιανισμόν, ἀλλὰ πίστει χαρακτηρίζεσθαι».