Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν μέγαν Βασίλειον ἐπίσκοπον Καισαρείας τῆς Καππαδοκίας ἐπιτάφιος

Γρηγόριος ὁ Ναζιανζηνός

Εγκώμιο των αρετών, της ασκήσεως και του θεολογικού έργου

Αναλυτική παρουσίαση του ασκητικού βίου, της ακτημοσύνης, της φιλανθρωπίας, καθώς και αποτίμηση του συγγραφικού, ρητορικού και δογματικού του έργου, ιδίως περί του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 9 από 11

Δέδοικα μὲν οὖν μὴ ῥᾳθυμίας ἔγκλημα φεύγων, παρὰ τοῖς τὰ ἐκείνου πάντα ἐπιζητοῦσιν, ἀπληστίας περιπέσω γραφῇ, παρὰ τοῖς ἐπαινοῦσι τὸ μέτριον, ὃ μηδὲ ἐκεῖνος ἠτίμαζε, τὸ πᾶν μέτρον ἄριστον, ἐν τοῖς μάλιστα ἐπαινῶν, καὶ παρὰ πάντα τὸν ἑαυτοῦ βίον φυλάξας.

Ὁμῶς δὲ ἀμφοτέρους περιφρονῶν, τούς τε λίαν συντόμους καὶ τοὺς ἄγαν ἀπλήστους, ὡδί πως τῷ λόγῳ χρήσομαι. Ἄλλοι μὲν οὖν ἄλλο τι κατορθοῦσιν, οἱ δέ τινα τῶν τῆς ἀρετῆς εἰδῶν ὄντων πλειόνων. Ἅπαντα δὲ οὐδεὶς ἐπῆλθε πρὸς τὸ ἀκρότατον οὔκουν τῶν νῦν ἡμῖν γινωσκομένων· ἀλλ᾽ οὗτος ἄριστος ἡμῖν, ὃς ἂν τὰ πλείω τυγχάνῃ κατωρθωκὼς ἢ ἓν ὅτι μάλιστα. Ὁ δὲ οὕτω διὰ πάντων ἀφίκετο, ὡς εἶναι φιλοτιμία τις φύσεως. Σκοπῶμεν δὲ οὕτως.

Ἀκτησίαν τίς ἐπαινεῖ καὶ βίον ἄσκευον καὶ ἀπέριττον; Ἐκείνῳ δὲ τί ποτε ἦν, πλὴν τοῦ σώματος καὶ τῶν ἀναγκαίων τῆς σαρκὸς καλυμμάτων; Πλοῦτος δὲ τὸ μηδὲν ἔχειν, καὶ ὁ σταυρὸς ᾧ συνέζη μόνῳ, ὃν πολλῶν χρημάτων ἐνόμιζεν ἑαυτῷ τιμιώτερον.

Ἅπαντα μὲν γὰρ οὐδ᾽ ἄν, εἰ βούλοιτό τις, δυνατὸν εἶναι κτήσασθαι· πάντων δὲ εἰδέναι καταφρονεῖν, καὶ οὕτω κρείττω τῶν πάντων φαίνεσθαι. Οὕτω δὲ διανοηθεὶς καὶ οὕτως ἔχων, βωμοῦ μὲν οὐκ ἐδεήθη καὶ τῆς κενῆς δόξης, οὐδὲ δημοσίου κηρύγματος τοῦ, «Κράτης Κράτητα Θηβαῖον ἐλευθεροῖ.» Εἶναι γάρ, οὐ δοκεῖν, ἐσπούδαζεν ἄριστος. Οὐδὲ πίθον ᾤκει καὶ μέσην τὴν ἀγοράν, ὥστε πᾶσι παρατρυφᾶν, καινὴν εὐπορίαν τὸ ἀπορεῖν ποιούμενος· ἀφιλότιμος δέ, πένης ἦν καὶ ἀνήροτος· καὶ πάντων ἐκβολὴν στέρξας, ὧν ποτε εἶχε, κούφως διέπλει τὴν τοῦ βίου θάλασσαν.

Θαυμαστὸν ἡ ἐγκράτεια καὶ ὀλιγάρκεια καὶ τὸ μὴ κρατεῖσθαι τῶν ἡδονῶν, μηδ᾽ ὡς ὑπὸ πικρᾶς καὶ ἀνελευθέρου δεσποίνης, τῆς γαστρός, ἄγεσθαι. Τίς οὕτω μᾶλλον ἄτροφος ἦν, οὐ πολὺ δὲ εἰπεῖν, καὶ ἄσαρκος; Τὰς μὲν γὰρ πλησμονὰς καὶ τοὺς κόρους τοῖς ἀλογωτέροις ἀπέρριψε καὶ ὧν ἀνδραποδώδης καὶ κάτω νενευκὼς ὁ βίος.

Αὐτὸς δὲ οὐδὲν ᾔδει μέγα τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, ἀλλὰ τοῖς ἀναγκαίοις διέζη μόνον ἕως ἐξῆν, καὶ μόνην ᾔδει τρυφήν, τὸ μὴ τρυφῶν φαίνεσθαι, μηδὲ διὰ τοῦτο δεῖσθαι πλειόνων· ἀλλὰ πρὸς τὰ κρίνα βλέπειν καὶ τὰ πτηνά, οἷς ἄτεχνον τὸ κάλλος καὶ σχέδιος ἡ τροφή, κατὰ τὴν μεγάλην παραίνεσιν τοῦ ἐμοῦ Χριστοῦ, καὶ σάρκα δι᾽ ἡμᾶς πτωχεύσαντος, ἵν᾽ ἡμεῖς πλουτισθῶμεν θεότητα.

Ἐντεῦθεν αὐτῷ τὸ ἓν χιτώνιον καὶ τριβώνιον καὶ ἡ χαμευνία καὶ ἡ ἀγρυπνία καὶ ἡ ἀλουσία, τὰ ἐκείνου σεμνολογήματα· καὶ τὸ ἥδιστον δεῖπνον καὶ ὄψον, ὁ ἄρτος καὶ οἱ ἅλες, ἡ καινὴ καρυκεία· καὶ ποτὸν νηφάλιόν τε καὶ ἄφθονον, ὃ γεωργοῦσι πηγαὶ μηδὲν πονουμένοις. Ἐξ ὧν ἢ μεθ᾽ ὧν νοσοκομίαι καὶ ἰατρεῖαι, τὸ κοινὸν ἡμῶν ἐμφιλοσόφημα· ἔδει γάρ με τῶν ἀνιαρῶν τὸ ἶσον ἔχειν, τοῖς ἄλλοις λειπόμενον.

Μέγα παρθενία καὶ ἀζυγία καὶ τὸ μετ᾽ ἀγγέλων τετάχθαι καὶ τῆς μοναδικῆς φύσεως· ὀκνῶ γὰρ εἰπεῖν Χριστοῦ, ὃς καὶ γεννηθῆναι θελήσας διὰ τοὺς γεννητοὺς ἡμᾶς ἐκ παρθένου γεννᾶται, παρθενίαν νομοθετῶν ὡς ἐνθένδε μετάγουσαν καὶ κόσμον συντέμνουσαν, μᾶλλον δὲ κόσμον κόσμῳ παραπέμπουσαν, τὸν ἐνεστῶτα τῷ μέλλοντι.

Τίς οὖν ἐκείνου μᾶλλον ἢ παρθενίαν ἐτίμησεν, ἢ σαρκὶ ἐνομοθέτησεν, οὐ τῷ καθ᾽ ἑαυτὸν ὑποδείγματι μόνον, ἀλλὰ καὶ οἷς ἐσπούδασε; Τίνος οἱ παρθενῶνες, καὶ τὰ ἔγγραφα διατάγματα, οἷς πᾶσαν μὲν αἴσθησιν ἐσωφρόνιζε, πᾶν δὲ μέλος ἐρύθμιζε, καὶ ὄντως παρθενεύειν ἔπειθεν, εἴσω τὰ κάλλη στρέφων ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ μὴ βλεπόμενα· καὶ τὸ μὲν ἔξωθεν ἀπομαραίνων, καὶ τὴν ὕλην ὑποσπῶν τῆς φλογός, τὸ δὲ κρυπτὸν τῷ Θεῷ δεικνύς, ὃς μόνος τῶν καθαρῶν ψυχῶν ἐστι νυμφίος, καὶ τὰς ἀγρύπνους ἑαυτῷ συνεισάγει ψυχάς, ἐὰν μετὰ λαμπρῶν τῶν λαμπάδων αὐτῷ καὶ δαψιλοῦς τῆς τοῦ ἐλαίου τροφῆς ἀπαντήσωσιν;

Τοῦ τοίνυν ἐρημικοῦ βίου καὶ τοῦ μιγάδος μαχομένων πρὸς ἀλλήλους ὡς τὰ πολλὰ καὶ διϊσταμένων, καὶ οὐδετέρου πάντως ἢ τὸ καλὸν ἢ τὸ φαῦλον ἀνεπίμικτον ἔχοντος· ἀλλὰ τοῦ μὲν ἡσυχίου μὲν ὄντος μᾶλλον καὶ καθεστηκότος καὶ Θεῷ συνάγοντος, οὐκ ἀτύφου δὲ διὰ τὸ τῆς ἀρετῆς ἀβασάνιστον καὶ ἀσύγκριτον· τοῦ δὲ πρακτικωτέρου μὲν μᾶλλον καὶ χρησιμωτέρου, τὸ δὲ θορυβῶδες οὐ φεύγοντος, καὶ τούτους ἄριστα κατήλλαξεν ἀλλήλοις καὶ συνεκέρασεν· ἀσκητήρια καὶ μοναστήρια δειμάμενος μέν, οὐ πόρρω δὲ τῶν κοινωνικῶν καὶ μιγάδων, οὐδὲ ὥσπερ τειχίῳ τινὶ μέσῳ ταῦτα διαλαβὼν καὶ ἀπ᾽ ἀλλήλων χωρίσας, ἀλλὰ πλησίον συνάψας καὶ διαζεύξας· ἵνα μήτε τὸ φιλόσοφον ἀκοινώνητον ᾖ μήτε τὸ πρακτικὸν ἀφιλόσοφον· ὥσπερ δὲ γῆ καὶ θάλασσα τὰ παρ᾽ ἑαυτῶν ἀλλήλοις ἀντιδιδόντες, εἰς μίαν δόξαν Θεοῦ συντρέχωσι.

Τί ἔτι; Καλὸν φιλανθρωπία καὶ πτωχοτροφία καὶ τὸ τῆς ἀνθρωπίνης ἀσθενείας βοήθημα. Μικρὸν ἀπὸ τῆς πόλεως πρόελθε, καὶ θέασαι τὴν καινὴν πόλιν, τὸ τῆς εὐσεβείας ταμεῖον, τὸ κοινὸν τῶν ἐχόντων θησαύρισμα, εἰς ὃ τὰ περιττὰ τοῦ πλούτου, ἤδη δὲ καὶ τὰ ἀναγκαῖα ταῖς ἐκείνου παραινέσεσιν ἀποτίθεται, σῆτας ἀποσειόμενα καὶ κλέπτας οὐκ εὐφραίνοντα καὶ φθόνου πάλην καὶ καιροῦ φθορὰν διαφεύγοντα· ἐν ᾧ νόσος φιλοσοφεῖται καὶ συμφορὰ μακαρίζεται καὶ τὸ συμπαθὲς δοκιμάζεται.

Τί μοι πρὸς τοῦτο τὸ ἔργον, ἑπτάπυλοι Θῆβαι καὶ Αἰγύπτιαι καὶ τείχη Βαβυλώνια καὶ Μαυσόλου Καρικὸς τάφος καὶ Πυραμίδες καὶ Κολοσσοῦ χαλκὸς ἄμετρος, ἢ ναῶν μεγέθη καὶ κάλλη τῶν μηκέτι ὄντων, ἄλλα τε ὅσα θαυμάζουσιν ἄνθρωποι καὶ ἱστορίαις διδόασιν, ὧν οὐδὲν τοὺς ἐγείραντας πλὴν δόξης ὀλίγης ὤνησεν;

Ἐμοὶ δὲ θαυμασιώτατον, ἡ σύντομος τῆς σωτηρίας ὁδός, ἡ ῥᾴστη πρὸς οὐρανὸν ἀνάβασις. Οὐκ ἔτι πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν θέαμα δεινὸν καὶ ἐλεεινόν, ἄνθρωποι νεκροὶ πρὸ θανάτου καὶ τετελευτηκότες τοῖς πλείστοις τοῦ σώματος μέλεσιν, ἀπελαυνόμενοι πόλεων, οἰκιῶν, ἀγορῶν, ὑδάτων, αὐτῶν τῶν φιλτάτων, ὀνόμασι μᾶλλον ἢ σώμασι γνωριζόμενοι· οὐδὲ προτίθενται συνόδοις τε καὶ συλλόγοις κατὰ συζυγίαν τε καὶ συναυλίαν, μηκέτ᾽ ἐλεούμενοι διὰ τὴν νόσον, ἀλλὰ μισούμενοι· σοφισταὶ μελῶν ἐλεεινῶν, εἴ τισι καὶ φωνὴ λείπεται.

Τί ἂν ἅπαντα ἐκτραγῳδοίην τὰ ἡμέτερα, οὐκ ἀρκοῦντος τοῦ λόγου τῷ πάθει; Ἀλλ᾽ ἐκεῖνός γε μάλιστα πάντων ἔπεισεν ἀνθρώπους ὄντας ἀνθρώπων μὴ καταφρονεῖν, μηδ᾽ ἀτιμάζειν Χριστόν, τὴν μίαν πάντων κεφαλήν, διὰ τῆς εἰς ἐκείνους ἀπανθρωπίας· ἀλλ᾽ ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰ οἰκεῖα εὖ τίθεσθαι, καὶ δανείζειν Θεῷ τὸν ἔλεον, ἐλέου χρῄζοντας.

Διὰ τοῦτο, οὐδὲ τοῖς χείλεσιν ἀπηξίου τιμᾶν τὴν νόσον, ὁ εὐγενής τε καὶ τῶν εὖ γεγονότων καὶ τὴν δόξαν ὑπέρλαμπρος, ἀλλ᾽ ὡς ἀδελφοὺς ἠσπάζετο, οὐχ ὅπερ ἄν τις ὑπολάβοι κενοδοξῶν (τίς γὰρ τοσοῦτον ἀπεῖχε τοῦ πάθους;), ἀλλὰ τὸ προσιέναι τοῖς σώμασιν ἐπὶ θεραπείᾳ διὰ τῆς ἑαυτοῦ φιλοσοφίας τυπῶν, καὶ φθεγγομένη καὶ σιωπῶσα παραίνεσις. Καὶ οὐχ ἡ μὲν πόλις οὕτως, ἡ χώρα δὲ καὶ τὰ ἐκτὸς ἑτέρως· ἀλλὰ κοινὸν ἅπασιν ἀγῶνα προὔθηκε τοῖς τῶν λαῶν προεστῶσι, τὴν εἰς αὐτοὺς φιλανθρωπίαν καὶ μεγαλοψυχίαν.

Καὶ ἄλλων μὲν οἱ ὀψοποιοὶ καὶ αἱ λιπαραὶ τράπεζαι καὶ τὰ μαγείρων μαγγανεύματα καὶ κομψεύματα καὶ οἱ φιλόκαλοι δίφροι, καὶ τῆς ἐσθῆτος ὅση μαλακή τε καὶ περιρρέουσα· Βασιλείου δὲ οἱ νοσοῦντες καὶ τὰ τῶν τραυμάτων ἄκη καὶ ἡ Χριστοῦ μίμησις, οὐ λόγῳ μέν, ἔργῳ δὲ λέπραν καθαίροντος.

Πρὸς ταῦτα, τί φήσουσιν ἡμῖν οἱ τὸν τῦφον ἐγκαλοῦντες ἐκείνῳ καὶ τὴν ὀφρύν, οἱ πικροὶ τῶν τηλικούτων κριταί, καὶ τῷ κανόνι τοὺς οὐ κανόνας προσάγοντες; Ἔστι λεπροὺς μὲν ἀσπάζεσθαι καὶ μέχρι τούτου συνταπεινοῦσθαι, τῶν δὲ ὑγιαινόντων κατοφρυᾶσθαι; Καὶ τήκειν μὲν τὰς σάρκας δι᾽ ἐγκρατείας, τὴν ψυχὴν δὲ οἰδαίνειν κενῷ φρυάγματι;

Καὶ τοῦ μὲν Φαρισαίου καταγινώσκειν καὶ διηγεῖσθαι τὴν ἐξ ὄγκου ταπείνωσιν, καὶ Χριστὸν εἰδέναι μέχρι δούλου μορφῆς κατελθόντα καὶ τελώναις συνέσθοντα καὶ νίπτοντα τοὺς πόδας τῶν μαθητῶν καὶ σταυρὸν οὐκ ἀπαξιοῦντα, ἵνα προσηλώσῃ τὴν ἐμὴν ἁμαρτίαν, —καίτοι τί τούτου παραδοξότερον, Θεὸν σταυρούμενον βλέπειν, καὶ τοῦτον μετὰ λῃστῶν, καὶ ὑπὸ τῶν παριόντων γελώμενον, τὸν ἀνάλωτον καὶ τοῦ παθεῖν ὑψηλότερον· —αὐτὸν δὲ ὑπερνεφεῖν καὶ μηδὲν γινώσκειν ὁμότιμον, ὃ δοκεῖ τοῖς ἐκείνῳ βασκαίνουσιν;

Ἀλλ᾽ οἶμαι τὸ τοῦ ἤθους εὐσταθὲς καὶ βεβηκὸς καὶ ἀπεξεσμένον τῦφον ὠνόμασαν. Οἱ δ᾽ αὐτοί μοι δοκοῦσι ῥᾳδίως ἂν καὶ τὸν ἀνδρεῖον καλέσαι θρασὺν καὶ δειλὸν τὸν περιεσκεμμένον καὶ τὸν σώφρονα μισάνθρωπον καὶ τὸν δίκαιον ἀκοινώνητον. Καὶ γὰρ οὐ φαύλως τοῦτό τινες πεφιλοσοφήκασιν, ὅτι παραπεπήγασι ταῖς ἀρεταῖς αἱ κακίαι, καί εἰσί πως ἀγχίθυροι· καὶ ῥᾷστον ἄλλο τι ὄντα ἕτερον νομισθῆναι τοῖς μὴ τὰ τοιαῦτα πεπαιδευμένοις.

Τίς γὰρ ἐκείνου μᾶλλον ἢ ἀρετὴν ἐτίμησεν, ἢ κακίαν ἐκόλασεν, ἢ χρηστὸς ὤφθη τοῖς κατορθοῦσιν, ἢ τοῖς ἁμαρτάνουσιν ἐμβριθής· οὗ καὶ τὸ μειδίαμα πολλάκις ἔπαινος ἦν, καὶ τὸ σιωπᾶν ἐπιτίμησις, οἰκείῳ συνειδότι τὸ κακὸν βασανίζουσα; Εἰ δὲ μὴ στωμύλος τις ἦν, μηδὲ γελοιαστὴς καὶ ἀγοραῖος, μηδὲ τοῖς πολλοῖς ἀρέσκων, ἐκ τοῦ πᾶσι πάντα γίνεσθαι καὶ χαρίζεσθαι, τί τοῦτο;

Οὐκ ἐπαινετέος μᾶλλον ἢ μεμπτέος τοῖς γε νοῦν ἔχουσιν; Εἰ μὴ καὶ τὸν λέοντα αἰτιῷτό τις ὅτι μὴ πιθήκειον βλέπει, ἀλλὰ βλοσυρὸν καὶ βασιλικόν, οὗ καὶ τὰ σκιρτήματα γενναῖα καὶ μετὰ θαύματος ἀγαπώμενα· καὶ τοὺς ἐπὶ τῆς σκηνῆς θαυμάζοι, ὡς ἡδεῖς τε καὶ φιλανθρώπους, ὅτι τοῖς δήμοις χαρίζονται καὶ κινοῦσι γέλωτα τοῖς ἐπὶ κόρρης ῥαπίσμασι καὶ ψοφήμασι.

Καίτοι κἂν εἰ τοῦτο ζητοίημεν, τίς μὲν οὕτως ἡδὺς ἐν ταῖς συνουσίαις, ὅσα ἐμὲ γινώσκειν τὸν μάλιστα ἐκείνου πεπειραμένον; Τίς διηγήσασθαι χαριέστερος; Τίς μὲν σκῶψαι παιδευτικῶς, τίς δὲ καθάψασθαι ἁπαλῶς; Καὶ μήτε τὴν ἐπιτίμησιν θράσος ποιῆσαι μήτε τὴν ἄνεσιν ἔκλυσιν, ἀλλ᾽ ἀμφοτέρων τὴν ἀμετρίαν φυγεῖν, ἀμφοτέροις σὺν λόγῳ καὶ καιρῷ χρώμενον, κατὰ τοὺς Σολομῶντος νόμους, παντὶ πράγματι καιρὸν διατάξαντος.

Ἀλλὰ τί ταῦτα πρὸς τὴν ἐν λόγοις τοῦ ἀνδρὸς ἀρετὴν καὶ τὸ τῆς διδασκαλίας κράτος τὰ πέρατα οἰκειούμενον; Ἔτι περὶ τοὺς πρόποδας τοῦ ὄρους στρεφόμεθα, τῆς ἄκρας ἀπολειπόμενοι· ἔτι πορθμὸν διαπερῶμεν, ἀφέντες τὸ μέγα καὶ βαθὺ πέλαγος.

Οἶμαι γὰρ εἴ τις ἐγένετο ἢ γενήσεται σάλπιγξ ἐπὶ πολὺ τοῦ ἀέρος φθάνουσα, ἢ Θεοῦ φωνὴ τὸν κόσμον περιλαμβάνουσα, ἢ σεισμὸς οἰκουμένης ἔκ τινος καινοτομίας καὶ θαύματος, ταῦτα εἶναι τὴν ἐκείνου φωνὴν καὶ διάνοιαν, τοσοῦτον ἅπαντας ἀπολείπουσαν καὶ κάτω τιθεῖσαν, ὅσον τὴν τῶν ἀλόγων φύσιν ἡμεῖς.

Τίς μὲν ἑαυτὸν ἐκάθηρε μᾶλλον τῷ Πνεύματι, καὶ ἄξιον τοῦ διηγεῖσθαι τὰ θεῖα παρεσκεύασε; Τίς δὲ μᾶλλον ἐφωτίσθη φῶς γνώσεως καὶ διέκυψεν εἰς τὰ βάθη τοῦ Πνεύματος καὶ μετὰ Θεοῦ τὰ περὶ Θεοῦ διεσκέψατο; Τίς δὲ λόγον ἔσχεν ἀμείνω τῶν νοηθέντων ἑρμηνευτήν, ὡς μηδ᾽ ἑτέρῳ σκάζειν, κατὰ τοὺς πολλούς, ἢ νῷ λόγον οὐκ ἔχοντι, ἢ λόγῳ μὴ κατὰ νοῦν βεβηκότι· ἀλλ᾽ ἀμφοτέρωθεν ὁμοίως εὐδοκιμεῖν, καὶ αὐτὸν ἶσον ἑαυτῷ φαίνεσθαι, καὶ ὄντως ἄρτιον;

Πάντα μὲν ἐρευνᾶν, καὶ τὰ βάθη τοῦ Θεοῦ, τῷ Πνεύματι μεμαρτύρηται, οὐχ ὡς ἀγνοοῦντι, ἀλλ᾽ ὡς ἐντρυφῶντι τῇ θεωρίᾳ. Πάντα δὲ ἐκείνῳ διηρεύνηται τὰ τοῦ Πνεύματος, ἐξ ὧν ἦθος ἅπαν ἐπαίδευσε καὶ ὑψηγορίαν ἐδίδαξε καὶ τῶν παρόντων ἀπανέστησε καὶ πρὸς τὰ μέλλοντα μετεσκεύασεν.

Ἡλίου μὲν ἐπαινεῖται παρὰ τῷ Δαβὶδ κάλλος καὶ μέγεθος καὶ δρόμου τάχος καὶ δύναμις, λάμποντος ὡς νυμφίου, εὐμεγέθους ὡς γίγαντος, οὗ καὶ τὸ πολὺ διαβαίνειν ἔχει δύναμιν τοσοῦτον ὡς ἀπ᾽ ἄκρων τὰ ἄκρα ἰσοτίμως καταφωτίζειν, καὶ μηδὲν ἐλαττοῦσθαι τὴν θερμὴν τοῖς διαστήμασι· τοῦ δὲ κάλλος μὲν ἡ ἀρετή, μέγεθος δὲ ἡ θεολογία, δρόμος δὲ τὸ ἀεικίνητον καὶ μέχρι Θεοῦ φέρον ταῖς ἀναβάσεσι, δύναμις δὲ ἡ τοῦ λόγου σπορὰ καὶ διάδοσις· ὥστε ἐμοί γε, οὐδὲ τοῦτο εἰπεῖν ὀκνητέον, τὸ εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν φθόγγον αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν ῥημάτων τὴν δύναμιν· ὃ περὶ τῶν ἀποστόλων ὁ Παῦλος ἔφησε, παρὰ Δαβὶδ ἐκδεξάμενος.

Τίς μὲν ἄλλη συλλόγου σήμερον χάρις; Τίς δὲ συμποσίων ἡδονή; Τίς δὲ ἀγορῶν; Τίς δὲ ἐκκλησιῶν; Τίς τῶν ἐν τέλει καὶ τῶν μετ᾽ ἐκείνους τρυφή; Τίς μοναστῶν ἢ μιγάδων; Τίς τῶν ἀπραγμόνων ἢ τῶν ἐν πράγματι; Τίς τῶν τὰ ἔξωθεν φιλοσοφούντων ἢ τὰ ἡμέτερα; Μία καὶ διὰ πάντων καὶ ἡ μεγίστη, τὰ ἐκείνου συγγράμματα καὶ πονήματα.

Οὐδὲ γραφεῦσιν εὐπορία τις ἄλλη μετ᾽ ἐκεῖνον ἢ τὰ ἐκείνου συγγράμματα. Σιωπᾶται τὰ παλαιά, ὅσα τινὲς τοῖς θείοις λογίοις ἐνίδρωσαν· βοᾶται τὰ νέα, καὶ οὗτος ἄριστος ἡμῖν ἐν λόγοις, ὃς ἂν τὰ ἐκείνου μάλιστα τυγχάνῃ γινώσκων καὶ διὰ γλώσσης φέρων καὶ συνετίζων τὰς ἀκοάς· ἤρκεσε γὰρ εἷς ἀντὶ πάντων τοῖς σπουδαιοτέροις εἰς παίδευσιν.

Ἐγὼ τοῦτο μόνον αὐτοῦ διηγήσομαι. Ὅταν τὴν ἑξαήμερον αὐτοῦ μεταχειρίζωμαι καὶ διὰ γλώσσης φέρω, μετὰ τοῦ κτίστου γίνομαι, καὶ γινώσκω κτίσεως λόγους, καὶ θαυμάζω τὸν κτίστην πλέον ἢ πρότερον, ὄψει μόνῃ διδασκάλῳ χρώμενος. Ὅταν τοῖς ἀντιρρητικοῖς ἐντύχω λόγοις, τὸ Σοδομιτικὸν ὁρῶ πῦρ, ᾧ τεφροῦνται γλῶσσαι πονηραὶ καὶ παράνομοι, ἢ τὸν Χαλανῆς πύργον, κακῶς μὲν οἰκοδομούμενον, καλῶς δὲ λυόμενον.

Ὅταν τοῖς περὶ Πνεύματος, εὑρίσκω Θεὸν ὃν ἔχω, καὶ παρρησιάζομαι τὴν ἀλήθειαν, ἐπιβατεύων τῆς ἐκείνου θεολογίας καὶ θεωρίας. Ὅταν ταῖς ἄλλαις ἐξηγήσεσιν, ἃς τοῖς μικρὰ βλέπουσιν ἀναπτύσσει, τρισσῶς ἐν ταῖς στερραῖς ἑαυτοῦ πλαξὶ τῆς καρδίας ἀπογραψάμενος, πείθομαι μὴ μέχρι τοῦ γράμματος ἵστασθαι, μηδὲ βλέπειν τὰ ἄνω μόνον, ἀλλὰ καὶ περαιτέρω διαβαίνειν καὶ εἰς βάθος ἔτι χωρεῖν ἐν βάθους, ἄβυσσον ἀβύσσῳ προσκαλούμενος καὶ φωτὶ φῶς εὑρίσκων, μέχρις ἂν φθάσω πρὸς τὸ ἀκρότατον.

Ὅταν ἀθλητῶν ἐγκωμίοις προσομιλήσω, περιφρονῶ τὸ σῶμα καὶ σύνειμι τοῖς ἐπαινουμένοις καὶ πρὸς τὴν ἄθλησιν διεγείρομαι. Ὅταν ἠθικοῖς λόγοις καὶ πρακτικοῖς, καθαίρομαι ψυχὴν καὶ σῶμα, καὶ ναὸς Θεοῦ γίνομαι δεκτικός, καὶ ὄργανον κρουόμενον Πνεύματι καὶ θείας ὑμνῳδὸν δόξης τε καὶ δυνάμεως· τούτῳ μεθαρμόζομαι καὶ ῥυθμίζομαι καὶ ἄλλος ἐξ ἄλλου γίνομαι, τὴν θείαν ἀλλοίωσιν ἀλλοιούμενος.

Ἐπεὶ δὲ θεολογίας ἐμνήσθην, καὶ τῆς περὶ τοῦτο τοῦ ἀνδρὸς μάλιστα μεγαλοφωνίας, ἔτι κἀκεῖνο προσθήσω τοῖς εἰρημένοις· χρησιμώτατον γὰρ τοῖς πολλοῖς, τοῦ μὴ βλάπτεσθαι, τὴν χείρω περὶ αὐτοῦ δόξαν ἔχοντας. Πρὸς δὲ τοὺς κακούργους ὁ λόγος, οἳ τοῖς ἑαυτῶν κακοῖς βοηθοῦσιν, ἐξ ὧν ἄλλοις ἐπηρεάζουσιν.

Ἐκεῖνος γὰρ ἕνεκα τοῦ ὀρθοῦ λόγου καὶ τῆς κατὰ τὴν ἁγίαν Τριάδα συναφείας καὶ συνθεΐας, ἢ οὐκ οἶδ᾽ ὅ τι κυριώτερον χρὴ εἰπεῖν καὶ σαφέστερον, μὴ ὅτι θρόνων ἐκπεσεῖν, οἷς οὐδὲ ἀπ᾽ ἀρχῆς ἐπεπήδησεν, ἀλλὰ καὶ φυγὴν καὶ θάνατον καὶ τὰς πρὸ τοῦ θανάτου κολάσεις προθύμως ἐδέξατο ἂν ὡς κέρδος, οὐ κίνδυνον.

Δηλοῖ δὲ οἷς τε ἤδη πεποίηκεν, οἷς τε πέπονθεν· ὅς γε καὶ ἐξορίαν ὑπὲρ τῆς ἀληθείας κατακριθείς, τοσοῦτον ἐπραγματεύσατο μόνον, ὅσον ἑνὶ τῶν ἀκολούθων εἰπεῖν, ἀραμένῳ τὸ πυκτίον ἀκολουθεῖν. Οἰκονομεῖν δὲ τοὺς λόγους ἐν κρίσει τῶν ἀναγκαίων ἐνόμιζε, τῷ θείῳ Δαβὶδ περὶ τούτου συμβούλῳ χρώμενος, καὶ μικρὸν ὅσον τὸν τοῦ πολέμου καιρὸν διαφέρειν, καὶ τὴν τῶν αἱρετικῶν δυναστείαν, ἕως ὁ τῆς ἐλευθερίας καὶ τῆς αἰθρίας ἐπιλάβοι καιρὸς καὶ δῷ τῇ γλώσσῃ παρρησίαν.

Οἱ μὲν γὰρ ἐζήτουν λαβέσθαι γυμνῆς τῆς περὶ τοῦ Πνεύματος φωνῆς, ὡς εἴη Θεός· ὅπερ ὂν ἀληθές, ἀσεβὲς ἐκείνοις ὑπελαμβάνετο καὶ τῷ κακῷ προστάτῃ τῆς ἀσεβείας· ἵνα τὸν μὲν τῆς πόλεως μετὰ τῆς θεολόγου γλώσσης ὑπερορίσωσιν, αὐτοὶ δὲ κατασχόντες τὴν Ἐκκλησίαν, καὶ τῆς ἑαυτῶν κακίας ὁρμητήριον ποιησάμενοι, ἐντεῦθεν τὸ λειπόμενον ἅπαν, ὡς ἔκ τινος ἀκροπόλεως, καταδράμωσιν.

Ὁ δὲ ἐν ἄλλαις μὲν φωναῖς γραφικαῖς καὶ μαρτυρίαις ἀναμφιλέκτοις ταὐτὸν δυναμέναις καὶ ταῖς ἐκ τῶν συλλογισμῶν ἀνάγκαις, οὕτως ἦρχε τοὺς ἀντιλέγοντας, ὥστε μὴ ἀντιβαίνειν ἔχειν, ἀλλ᾽ οἰκείαις συνδεῖσθαι φωναῖς, ἥπερ δὴ καὶ μεγίστη λόγου δύναμις καὶ σύνεσις.

Δηλώσει δὲ καὶ ὁ λόγος, ὃν περὶ τούτου συνέγραψε, κινῶν τὴν γραφίδα ὡς ἐκ πυξίδος τοῦ Πνεύματος· τὴν δὲ κυρίαν φωνὴν τέως ὑπερετίθετο, παρά τε τοῦ Πνεύματος αὐτοῦ καὶ τῶν γνησίων τούτου συναγωνιστῶν χάριν αἰτῶν, τῇ οἰκονομίᾳ μὴ δυσχεραίνειν· μηδὲ μιᾶς ἀντεχομένους φωνῆς, τὸ πᾶν ἀπολέσαι δι᾽ ἀπληστίαν, τῷ καιρῷ παρασυρείσης τῆς εὐσεβείας.

Αὐτοῖς μὲν γὰρ οὐδεμίαν εἶναι ζημίαν, ὑπαλλαττομένων μικρὸν τῶν λέξεων, καὶ φωναῖς ἄλλαις τὸ ἶσον διδασκομένοις· οὐδὲ γὰρ ἐν ῥήμασιν ἡμῖν εἶναι τὴν σωτηρίαν μᾶλλον ἢ πράγμασι· μηδὲ γὰρ τὸ Ἰουδαίων ἔθνος ἀποβαλεῖν ἄν, εἰ τὴν τοῦ ἠλειμμένου φωνὴν ἀντὶ τῆς χριστοῦ πρὸς ὀλίγον ἐπιζητοῦντες, ἠξίουν μεθ᾽ ἡμῶν τάττεσθαι· τῷ δὲ κοινῷ μεγίστην ἂν βλάβην γενέσθαι, τῆς Ἐκκλησίας κατασχεθείσης.

Ἐπεὶ ὅτι γε παντὸς μᾶλλον ᾔδει τὸ Πνεῦμα Θεόν, δῆλον μὲν ἐξ ὧν καὶ δημοσίᾳ τοῦτο πολλάκις ἐκήρυξεν, εἴ ποτε καιρὸς ἦν καὶ ἰδίᾳ τοῖς ἐρωτῶσι προθύμως ἀνωμολόγησε· σαφέστερον δὲ πεποίηκεν ἐν τοῖς πρὸς ἐμὲ λόγοις, πρὸς ὃν οὐδὲν ἀπόρρητον ἦν αὐτῷ περὶ τούτων κοινολογουμένῳ· μηδὲ ἁπλῶς τοῦτο ἀποφηνάμενος, ἀλλ᾽ ὃ μηδέπω πρότερον πολλάκις πεποίηκεν, ἐπαρασάμενος ἑαυτῷ τὸ φρικωδέστατον, αὐτοῦ τοῦ Πνεύματος ἐκπεσεῖν, εἰ μὴ σέβοι τὸ Πνεῦμα μετὰ Πατρὸς καὶ Υἱοῦ, ὡς ὁμοούσιον καὶ ὁμότιμον.

Εἰ δέ μέ τις δέξαιτο κοινωνὸν ἐκείνου κἀν τοῖς τοιούτοις, ἐξαγορεύσω τι καὶ τῶν τοῖς πολλοῖς τέως ἀγνοουμένων· ὅτι τοῦ καιροῦ στενοχωροῦντος ἡμᾶς, ἑαυτῷ μὲν τὴν οἰκονομίαν ἐπέτρεψεν, ἡμῖν δὲ τὴν παρρησίαν, οὓς οὐδεὶς ἔμελλε κρίνειν οὐδὲ ἀποβάλλειν τῆς πατρίδος, ἀφανείᾳ τετιμημένους, ὡς ἐξ ἀμφοτέρων ἰσχυρὸν εἶναι τὸ καθ᾽ ἡμᾶς εὐαγγέλιον.

Καὶ ταῦτα διῆλθον, οὐχ ἵνα τῆς ἐκείνου δόξης ὑπεραπολογήσωμαι· κρείττων γὰρ τῶν ἐγκαλούντων, εἴπερ τινές εἰσιν, ὁ ἀνήρ· ἀλλ᾽ ἵνα μὴ τοῦτον ὅρον τῆς εὐσεβείας νομίζοντες τὰς ἐν τοῖς γράμμασι μόνας τοῦ ἀνδρὸς εὑρισκομένας φωνάς, ἀσθενεστέραν τὴν πίστιν ἔχωσι, καὶ ἀπόδειξιν τῆς ἑαυτῶν κακουργίας τὴν ἐκείνου θεολογίαν, ἣν ὁ καιρὸς ἐποίει μετὰ τοῦ Πνεύματος· ἀλλὰ τὸν τῶν γεγραμμένων νοῦν δοκιμάζοντες καὶ τὸν σκοπὸν ἀφ᾽ οὗ ταῦτα ἐγράφετο, μᾶλλον τῇ τε ἀληθείᾳ προσάγωνται καὶ τοὺς ἀσεβοῦντας ἐπιστομίζωσιν.

Ἔμοι γοῦν εἴη καὶ ὅς τις ἐμοὶ φίλος, ἡ ἐκείνου θεολογία! Καὶ τοσοῦτον θαρρῶ τῇ περὶ τὸ πρᾶγμα τοῦ ἀνδρὸς καθαρότητι, ὥστε καὶ τοῦτο κοινοποιοῦμαι πρὸς ἅπασι· κἀκείνῳ μὲν τὰ ἐμά, ἐμοὶ δὲ τὰ ἐκείνου λογίζοιτο παρά τε Θεῷ καὶ τῶν ἀνθρώπων τοῖς εὐγνωμονεστέροις!

Οὐδὲ γὰρ τοὺς εὐαγγελιστὰς φαίημεν ἂν ὑπεναντία ποιεῖν ἀλλήλοις, ὅτι οἱ μὲν τῷ σαρκικῷ τοῦ Χριστοῦ πλέον ἐνησχολήθησαν, οἱ δὲ τῇ θεολογίᾳ προσέβησαν· καὶ οἱ μὲν ἐκ τῶν καθ᾽ ἡμᾶς, οἱ δὲ ἐκ τῶν ὑπὲρ ἡμᾶς ἐποιήσαντο τὴν ἀρχήν· οὕτω τὸ κήρυγμα διελόμενοι πρὸς τὸ χρήσιμον οἶμαι τοῖς δεχομένοις, καὶ οὕτω παρὰ τοῦ ἐν αὐτοῖς τυπούμενοι Πνεύματος.