Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν μέγαν Βασίλειον ἐπίσκοπον Καισαρείας τῆς Καππαδοκίας ἐπιτάφιος

Γρηγόριος ὁ Ναζιανζηνός

Προοίμιο και απολογία του ρήτορα

Ο Γρηγόριος εκθέτει τον σκοπό του εγκωμίου, επεξηγεί την καθυστέρηση της εκφωνήσεώς του λόγω των διωγμών και επικαλείται τη θεία βοήθεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 11

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΒΑΣΙΛΕΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΕΠΙΤΑΦΙΟΣ Ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προθεὶς ὁ μέγας Βασίλειος, καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἐμοῖς λόγοις ὡς οὔπω τοῖς ἑαυτοῦ τῶν πάντων οὐδείς, ἑαυτὸν νῦν ἡμῖν προθήσειν, ὑπόθεσιν ἀγώνων μεγίστην τοῖς περὶ λόγους ἐσπουδακόσιν.

Οἶμαι γάρ, εἴ τις τῆς ἐν λόγοις δυνάμεως πεῖραν ποιούμενος, ἔπειτα πρὸς μέτρον κρῖναι ταύτην θελήσειε, μίαν ἐκ πασῶν ὑπόθεσιν προστησάμενος, καθάπερ οἱ ζωγράφοι τοὺς ἀρχετύπους πίνακας, ταύτην ἂν ὑφελὼν μόνην, ὡς λόγου κρείττονα, τῶν ἄλλων ἑλέσθαι τὴν πρώτην· τοσοῦτον ἔργον ἡ τοῦ ἀνδρὸς εὐφημία, μὴ ὅτι γε ἡμῖν τοῖς πάλαι πᾶν τὸ φιλότιμον καταλύσασιν, ἀλλὰ καὶ οἷς βίος ἐστὶν ὁ λόγος, ἓν τοῦτο ἐσπουδακόσι καὶ μόνον, ταῖς τοιαύταις ἐνευδοκιμεῖν ὑποθέσεσιν!

Ἔχω μὲν οὕτω περὶ τούτων καί, ὡς ἐμαυτὸν πείθω, λίαν ὀρθῶς. Οὐκ οἶδα δὲ εἰς ὅ τι ἂν ἄλλο χρησαίμην τοῖς λόγοις μὴ νῦν χρησάμενος. ἢ ὅ τί ποτ᾽ ἂν μᾶλλον ἢ ἐμαυτῷ χαρισαίμην ἢ τοῖς ἀρετῆς ἐπαινέταις ἢ τοῖς λόγοις αὐτοῖς, ἢ τὸν ἄνδρα τοῦτον θαυμάσας. Ἐμοί τε γὰρ ἔσται τοῦτο χρέος ἱκανῶς ἀφωσιωμένον· χρέος δέ, εἴπερ ἄλλο τι, τοῖς ἀγαθοῖς τά τε ἄλλα καὶ περὶ τὸν λόγον, ὁ λόγος.

Ἐκείνοις θ᾽ ἅμα μὲν ἡδονὴ 〈ἂν〉 γένοιτο, καὶ ἅμα παράκλησις εἰς ἀρετήν, [ὁ λόγος]. Ὧν γὰρ τοὺς ἐπαίνους, οἶδα τούτων σαφῶς καὶ τὰς ἐπιδόσεις· [ἐπ᾽ οὐδενὸς οὖν τῶν ἁπάντων, οὐκ ἔστιν ἐφ᾽ ὅτῳ οὐχὶ τῶν ἁπάντων]. Τοῖς τε λόγοις αὐτοῖς ἀμφοτέρωθεν ἂν ἔχοι τὸ πρᾶγμα καλῶς· εἰ μὲν ἐγγὺς ἔλθοιεν τῆς ἀξίας, τὴν ἑαυτῶν ἐπιδεδειγμένοις δύναμιν· εἰ δὲ πλεῖστον ἀπολειφθεῖεν, ὃ πᾶσα παθεῖν ἀνάγκη τοῖς ἐκεῖνον ἐγκωμιάζουσιν, ἔργῳ δεδηλωκόσι τὴν ἧτταν, καὶ τὸ κρείττω ἢ κατὰ λόγου δύναμιν εἶναι τὸν εὐφημούμενον.

Ἃ μὲν οὖν πεποίηκέ μοι τὸν λόγον καὶ δι᾽ ἃ τὸν ἀγῶνα τοῦτον ἐνεστησάμην, ταῦτά ἐστιν. Εἰ δὲ τοσοῦτον ἀπήντηκα τοῦ καιροῦ δεύτερος καὶ μετὰ τοσούτους ἐπαινέτας, ἰδίᾳ τε καὶ δημοσίᾳ τὰ ἐκείνου σεμνύναντας, μηδεὶς θαυμαζέτω.

Ἀλλὰ συγγινωσκέτω μὲν ἡ θεία ἡ ψυχή, καὶ πάντ᾽ ἐμοὶ σεβασμία καὶ νῦν καὶ πρότερον. Πάντως δὲ ὡς σὺν ἡμῖν ὢν ἐπηνώρθου πολλὰ τῶν ἐμῶν ὅρῳ τε φιλίας καὶ νόμῳ κρείττονι (οὐ γὰρ αἰσχύνομαι τοῦτο λέγειν, ὅτι καὶ πᾶσι νόμος ἦν ἀρετῆς), οὕτω καὶ ὑπὲρ ἡμᾶς γενόμενος, συγγνώμων ἔσται τοῖς ἡμετέροις. Συγγινωσκέτωσαν δὲ καὶ ὑμῶν ὅσοι θερμότεροι τοῦ ἀνδρὸς ἐπαινέται, εἴπερ τις ἔστιν ἄλλου θερμότερος, ἀλλὰ μὴ τοῦτο μόνον πάντες ὁμότιμοι, τὴν τοῦ ἀνδρὸς εὐφημίαν.

Οὐ γὰρ ὀλιγωρίᾳ τὸ εἰκὸς ἐνελίπομεν· μή ποτε τοσοῦτον ἀμελήσαιμεν ἢ ἀρετῆς ἢ τοῦ φιλικοῦ καθήκοντος· οὐδὲ τῷ νομίζειν ἄλλοις μᾶλλον ἡμῶν προσήκειν τὸν ἔπαινον. Ἀλλὰ πρῶτον μὲν ὤκνουν τὸν λόγον, εἰρήσεται γὰρ τἀληθές, ὥσπερ οἱ τοῖς ἱεροῖς προσιόντες, πρὶν καθαρθῆναι καὶ φωνὴν καὶ διάνοιαν.

Ἔπειτα, οὐκ ἀγνοοῦντας μέν, ὑπομνήσω δ᾽ οὖν ὅμως, ὧν μεταξὺ περὶ τὸν ἀληθῆ λόγον ἠσχολήμεθα κινδυνεύοντα, καλῶς βιασθέντες, καὶ κατὰ Θεὸν ἴσως ἔκδημοι γεγονότες, καὶ οὐδὲ ἀπὸ γνώμης ἐκείνῳ τῷ γενναίῳ τῆς ἀληθείας ἀγωνιστῇ καὶ μηδὲν ἕτερον ἀναπνεύσαντι ὅτι μὴ λόγον εὐσεβῆ καὶ κόσμου παντὸς σωτήριον.

Τὰ γὰρ τοῦ σώματος ἴσως οὐδὲ θαρρῆσαι χρὴ λέγειν ἀνδρὶ γενναίῳ καὶ ὑπὲρ τὸ σῶμα πρὶν ἐνθένδε μεταναστῆναι, καὶ μηδὲν ἀξιοῦντι τῶν τῆς ψυχῆς καλῶν ὑπὸ τοῦ δεσμοῦ παραβλάπτεσθαι. Τὰ μὲν δὴ τῆς ἀπολογίας ἐνταῦθα κείσθω· καὶ γὰρ οὐδὲ μακροτέρας οἶμαι ταύτης δεήσειν ἡμῖν, πρὸς ἐκεῖνόν γε ποιουμένοις τὸν λόγον καὶ τοὺς εἰδότας σαφῶς τὰ ἡμέτερα.

Ἤδη δὲ πρὸς αὐτὴν ἡμῖν ἰτέον τὴν εὐφημίαν, αὐτὸν προστησαμένοις τοῦ λόγου τὸν ἐκείνου Θεόν, μὴ καθυβρίσαι τὸν ἄνδρα τοῖς ἐγκωμίοις, μηδὲ πολὺ δεύτερον τῶν ἄλλων ἐλθεῖν, κἂν ἐκείνου πάντες ἴσον ἀπολειπώμεθα, καθάπερ οὐρανοῦ καὶ ἡλιακῆς ἀκτῖνος οἱ πρὸς αὐτὰ βλέποντες.