Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν μέγαν Βασίλειον ἐπίσκοπον Καισαρείας τῆς Καππαδοκίας ἐπιτάφιος

Γρηγόριος ὁ Ναζιανζηνός

Καταγωγή, πρόγονοι και γονείς του Μεγάλου Βασιλείου

Εξιστόρηση της χριστιανικής καταγωγής του Βασιλείου, αναφορά στους διωγμούς των προγόνων του και εγκώμιο των γονέων του για την ευσέβεια και την ανατροφή των τέκνων τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 11

Εἰ μὲν οὖν ἑώρων αὐτὸν γένει καὶ τοῖς ἐκ γένους φιλοτιμούμενον, ἤ τινι τῶν μικρῶν ὅλως καὶ οἷς οἱ χαμαὶ βλέποντες, ἄλλος ἂν ἡρώων ὤφθη κατάλογος. Ὅσα τῶν ὑπὲρ ἐκεῖνον τοῖς χρόνοις ἐκείνῳ συνεισενεγκεῖν 〈ἂν〉 εἴχομεν καὶ οὐδ᾽ ἂν ταῖς ἱστορίαις παρήκαμεν ἔχειν τι πλέον ἡμῶν ἐκεῖνό γε πλέον ἔχοντες πάντως, τὸ μὴ πλάσματι μηδὲ μύθοις, αὐτοῖς δὲ τοῖς πράγμασι καλλωπίζεσθαι, καὶ ὧν πολλοὶ μάρτυρες.

Πολλὰ μὲν γὰρ ὁ Πόντος ἡμῖν ἐκ τοῦ πατρὸς προβάλλει τὰ διηγήματα καὶ οὐδενὸς ἐλάττω τῶν πάλαι περὶ αὐτὸν θαυμάτων, ὧν πλήρης πᾶσα συγγραφή τε καὶ ποίησις· πολλὰ δὲ τὸ ἐμὸν ἔδαφος τοῦτο, οἱ σεμνοὶ Καππαδόκαι, τὸ μηδὲν ἧττον κουροτρόφον ἢ εὔϊππον.

Ὅθεν τῷ πατρῴῳ γένει τὸ μητρῷον ἡμεῖς ἀντανίσχομεν. Στρατηγίαι τε καὶ δημαγωγίαι καὶ κράτος ἐν βασιλείοις αὐλαῖς· ἔτι δὲ περιουσίαι καὶ θρόνων ὕψη καὶ τιμαὶ δημόσιαι καὶ λόγων λαμπρότητες, τίνων ἢ πλείους ἢ μείζους;

Ὧν ἡμῖν, εἰ βουλομένοις εἰπεῖν ἐξῆν, οὐδὲν ἂν ἦσαν ἡμῖν οἱ Πελοπίδαι καὶ Κεκροπίδαι καὶ οἱ Ἀλκμαίωνες, Αἰακίδαι τε καὶ Ἡρακλεῖδαι καὶ ὧν οὐδὲν ὑψηλότερον, οἵτινες ἐκ τῶν οἰκείων φανερῶς εἰπεῖν οὐκ ἔχοντες ἐπὶ τὸ ἀφανὲς καταφεύγουσι, δαίμονας δή τινας καὶ θεοὺς καὶ μύθους τοῖς προγόνοις ἐπιφημίζοντες, ὧν τὸ σεμνότατον ἀπιστία, καὶ ὕβρις τὸ πιστευόμενον.

Ἐπειδὴ δὲ ὑπὲρ ἀνδρὸς ἡμῖν ὁ λόγος κατ᾽ ἄνδρα κρίνεσθαι τὴν εὐγένειαν ἀξιοῦντος, καὶ μὴ τὰς μὲν μορφὰς καὶ τὰς χρόας ἐξ ἑαυτῶν δοκιμάζεσθαι καὶ τῶν ἵππων τοὺς εὐγενεστάτους ἢ ἀτιμοτάτους, ἡμᾶς δὲ ζωγραφεῖσθαι τοῖς ἔξωθεν, ἓν ἢ δύο τῶν ἐξ ἀρχῆς ὑπαρχόντων αὐτῷ καὶ ταῦτα οἰκεῖα τῷ ἐκείνου βίῳ καὶ οἷς ἂν μάλιστα ἡσθείη λεγομένοις εἰπών, ἐπ᾽ αὐτὸν καὶ δὴ τρέψομαι.

Ἄλλου μὲν οὖν ἄλλο τι γνώρισμα καὶ διήγημα, καὶ γένους καὶ τοῦ καθέκαστον, ἢ μικρὸν ἢ μεῖζον, καθάπερ τις κλῆρος πατρῷος ἢ πόρρωθεν ἢ ἐγγύθεν ἠργμένος, κάτεισιν εἰς τοὺς ὕστερον· τούτῳ δὲ γενοῖν τοῖν ἀμφοτέροιν τὸ εὐσεβὲς ἐπίσημον, δηλώσει δὲ νῦν ὁ λόγος.

Διωγμὸς ἦν, καὶ διωγμῶν ὁ φρικωδέστατος καὶ βαρύτατος· εἰδόσι λέγω τὸν Μαξιμίνου, ὃς πολλοῖς τοῖς ἐγγύθεν γενομένοις ἐπιφυεὶς πάντας φιλανθρώπους ἀπέδειξε, θράσει τε πολλῷ ῥέων καὶ φιλονεικῶν τὸ τῆς ἀσεβείας κράτος ἀναδήσασθαι. Τοῦτον πολλοὶ μὲν ὑπερέσχον τῶν ἡμετέρων ἀγωνιστῶν, καὶ μέχρι θανάτου διηγωνισμένοι καὶ πρὸ θανάτου μικρόν, τοσοῦτον ἀπολειφθέντες ὅσον ἐπιβιῶναι τῇ νίκῃ καὶ μὴ συναπελθεῖν τοῖς παλαίσμασιν, ἀλλ᾽ ὑπολειφθῆναι τοῖς ἄλλοις ἀλεῖπται τῆς ἀρετῆς, ζῶντες μάρτυρες, ἔμπνοοι στῆλαι, σιγῶντα κηρύγματα, σὺν πολλοῖς δὲ τοῖς ἀριθμουμένοις καὶ οἱ πρὸς πατρὸς τούτῳ πατέρες, οἷς πᾶσαν ἀσκήσασιν εὐσεβείας ὁδὸν καλὴν ἐπήνεγκεν ὁ καιρὸς ἐκεῖνος τὴν κορωνίδα· παρασκευῆς μὲν γὰρ οὕτως εἶχον καὶ γνώμης ὡς πάντα ῥᾳδίως οἴσοντες, ἐξ ὧν στεφανοῖ Χριστὸς τοὺς τὴν ἐκείνου μιμησαμένους ὑπὲρ ἡμῶν ἄθλησιν.

Ἐπεὶ δὲ νόμιμον αὐτοῖς ἔδει καὶ τὸν ἀγῶνα γενέσθαι· νόμος δὲ μαρτυρίας μήτε ἐθελοντὰς πρὸς τὸν ἀγῶνα χωρεῖν, φειδοῖ τῶν διωκόντων καὶ τῶν ἀσθενεστέρων, μήτε παρόντας ἀναδύεσθαι· τὸ μὲν γὰρ θράσους, τὸ δὲ ἀνανδρίας ἐστίν· καὶ τοῦτο τιμῶντες ἐκεῖνοι τὸν νομοθέτην, τί μηχανῶνται; μᾶλλον δέ, πρὸς τί φέρονται παρὰ τῆς πάντα τὰ ἐκείνων ἀγούσης προνοίας;

Ἐπί τινα τῶν Ποντικῶν ὀρῶν λόχμην, πολλαὶ δὲ αὗται παρ᾽ αὐτοῖς εἰσι καὶ βαθεῖαι καὶ ἐπὶ πλεῖστον διήκουσαι, καταφεύγουσι, λίαν ὀλίγοις χρώμενοι καὶ τῆς φυγῆς συνεργοῖς καὶ τῆς τροφῆς ὑπηρέταις. Ἄλλοι μὲν οὖν θαυμαζέτωσαν τὸ τοῦ χρόνου μῆκος· καὶ γὰρ ἐπὶ πλεῖστον αὐτοῖς, ὥς φασι, τὸ τῆς φυγῆς παρετάθη ἔτος που ἕβδομον, καὶ μικρόν τι πρός· τό τε τῆς διαίτης σώμασιν εὖ γεγονόσι στενόν τε καὶ παρηλλαγμένον, ὡς τὸ εἰκός, καὶ τὸ ὑπαιθρίοις κρυμοῖς καὶ θάλπεσι καὶ ὄμβροις ταλαιπωρεῖν, ἥ τε ἄφιλος ἐρημία καὶ τὸ ἀκοινώνητόν τε καὶ ἄμικτον, ὅσον εἰς κακοπάθειαν τοῖς ὑπὸ πολλῶν δορυφορουμένοις καὶ τιμωμένοις.

Ἐγὼ δέ, ὃ τούτων μεῖζόν ἐστι καὶ παραδοξότερον, λέξων ἔρχομαι· ἀπιστήσει δ᾽ οὐδεὶς ἢ ὅστις οὐδὲν μέγα οἴεται τοὺς ὑπὲρ Χριστοῦ διωγμοὺς καὶ κινδύνους, κακῶς γινώσκων καὶ λίαν ἐπικινδύνως. Ἐπόθουν τι καὶ τῶν πρὸς ἡδονὴν οἱ γεννάδαι, τῷ χρόνῳ κάμνοντες καὶ τῶν ἀναγκαίων ὄντες διακορεῖς· καὶ τὰ μὲν τοῦ Ἰσραὴλ οὐκ ἐφθέγξαντο· οὐ γὰρ ἦσαν γογγυσταὶ κατὰ τοὺς ἐκείνους ἐν τῇ ἐρήμῳ ταλαιπωροῦντας μετὰ τὴν ἐξ Αἰγύπτου φυγήν, ὡς ἄρα βελτίων Αἴγυπτος αὐτοῖς εἴη τῆς ἐρημίας, πολλὴν τῶν λεβήτων καὶ τῶν κρεῶν χορηγοῦσα τὴν ἀφθονίαν τῶν τε ἄλλων ὅσα ἐκεῖσε ἀπέλιπον· ἡ γὰρ πλινθεία καὶ ὁ πηλὸς οὐδὲν ἦν αὐτοῖς τότε διὰ τὴν ἄνοιαν· ἄλλα δέ, ὡς εὐσεβέστερα καὶ πιστότερα! «Τί γάρ ἐστιν, ἔλεγον, τῶν ἀπίστων, εἰ ὁ τῶν θαυμασίων Θεός, ὁ θρέψας πλουσίως ἐν ἐρήμῳ ξένον λαὸν καὶ φυγάδα, ὥστε καὶ ἄρτον ὀμβρῆσαι καὶ βλύσαι ὄρνιθας, τρέφων οὐ τοῖς ἀναγκαίοις μόνον, ἀλλὰ καὶ τοῖς περιττοῖς· εἰ ὁ τεμὼν θάλασσαν καὶ στήσας ἥλιον καὶ ποταμὸν ἀνακόψας, καὶ τἆλλα δὴ ὑπειπόντες ὅσα πεποίηκε (φιλεῖ γὰρ ἐν τοῖς τοιούτοις φιλιστορεῖν ἡ ψυχὴ καὶ πολλοῖς θαύμασιν ἀνυμνεῖν τὸν Θεόν)· οὗτος, ἐπῆγον, καὶ ἡμᾶς θρέψειε σήμερον τοῖς τῆς τρυφῆς τοὺς τῆς εὐσεβείας ἀγωνιστάς;

Πολλοὶ μὲν θῆρες τὰς τῶν πλουσίων διαφυγόντες τραπέζας, ἅπερ ἦν ποτε καὶ ἡμῖν, τοῖς ὄρεσι τούτοις ἐμφωλεύουσι· πολλοὶ δὲ ὄρνιθες τῶν ἐδωδίμων τοὺς ποθοῦντας ἡμᾶς ὑπερίπτανται, ὧν τί μὴ θηράσιμόν σοι θελήσαντι μόνον»;

Ταῦτ᾽ ἔλεγον, καὶ ἡ θήρα παρῆν, ὄψον αὐτόματον, ἀπραγμάτευτος πανδαισία, ἔλαφοι τῶν λόφων ποθὲν ὑπερφανέντες ἀθρόως. Ὡς μὲν εὐμεγέθεις, ὡς δὲ πίονες, ὡς δὲ πρόθυμοι πρὸς σφαγήν! Μονονουχὶ καὶ τοῦτο εἰκάζειν ἦν, ὅτι μὴ τάχιον ἐκλήθησαν ἐδυσχέραινον.

Οἱ μὲν εἷλκον τοῖς νεύμασι, οἱ δὲ ἤγοντο. Τίνος διώκοντος ἢ συναναγκάζοντος; Οὐδενός. Τίνων ἱππέων; Ποίων κυνῶν; Τίνος ὑλακῆς ἢ κραυγῆς ἢ νέων προκαταλαβόντων τὰς διεξόδους τοῖς θήρας νόμοις; Εὐχῆς δέσμιοι καὶ δικαίας αἰτήσεως. Τίς ἔγνω τοιοῦτον θήραμα τῶν νῦν ἢ τῶν πώποτε.

Ὦ τοῦ θαύματος! αὐτοὶ τοῦ θηράματος ἦσαν ταμίαι. Ὅσον φίλον εἴχετο θελήμασι μόνον· ὅσον περιττὸν ἀπεπέμφθη ταῖς λόχμαις εἰς δευτέραν τράπεζαν. Οἱ ὀψοποιοὶ σχέδιοι, τὸ δεῖπνον εὐτρεπές, οἱ δαιτύμονες εὐχάριστοι, προοίμιον ἔχοντες ἤδη τῶν ἐλπιζομένων τὸ παρὸν θαῦμα. Ἐξ οὗ καὶ πρὸς τὴν ἄθλησιν ὑπὲρ ἧς ταῦτα ἦν αὐτοῖς, ἐγίνοντο προθυμότεροι. Τοιαῦτα τὰ ἐμὰ διηγήματα.

Σὺ δέ μοι λέγε τὰς ἐλαφηβόλους σου καὶ τοὺς Ὠρίωνας καὶ τοὺς Ἀκταίωνας, τοὺς κακοδαίμονας θηρευτάς, ὁ ἐμὸς διώκτης, ὁ τοὺς μύθους θαυμάζων καὶ τὴν ἀντιδοθεῖσαν ἔλαφον τῆς παρθένου, εἴ τι τοσοῦτον εἰς φιλοτιμίαν ἔστι σοι, κἂν δῶμεν μὴ μῦθον εἶναι τὸ ἱστορούμενον.

Ὡς τά γε ἑξῆς τοῦ λόγου καὶ λίαν αἰσχρά! Τί γὰρ ὄφελος τῆς ἀντιδόσεως, εἰ σῴζει παρθένον ἵνα ξενοκτονεῖν διδαχθῇ, ἀπανθρωπίαν μαθοῦσα φιλανθρωπίας ἀντίδοσιν; Τοῦτο μὲν οὖν τοσοῦτον ἐκ πολλῶν ἓν καὶ ἀντὶ πολλῶν, ὡς ὁ ἐμὸς λόγος. Καὶ τοῦτο διῆλθον, οὐχ ἵν᾽ ἐκείνῳ προσθῶ τι τῆς εὐδοξίας· οὔτε γὰρ θάλασσα δεῖται τῶν εἰσρεόντων εἰς αὐτὴν ποταμῶν κἂν εἰσρέωσιν ὅτι πλεῖστοι καὶ μέγιστοι, οὔτε τῶν εἰσοισόντων τι πρὸς εὐφημίαν ὁ νῦν ἐπαινούμενος· ἀλλ᾽ ἵν᾽ ἐπιδείξαιμι, οἵων αὐτῷ τῶν ἐξ ἀρχῆς ὑπαρχόντων, καὶ πρὸς ὃ παράδειγμα βλέπων, ὅσον ὑπερηκόντισεν. Εἰ γὰρ μέγα τοῖς ἄλλοις τὸ προσλαβεῖν τι παρὰ τῶν ἄνωθεν εἰς φιλοτιμίαν, μεῖζον ἐκείνῳ τὸ προσθεῖναι τοῖς ἄνω παρ᾽ ἑαυτοῦ, καθάπερ ῥεύματος ἀνατρέχοντος.

Τῆς δὲ τῶν πατέρων συζυγίας οὐχ ἧττον κατὰ τὸ τῆς ἀρετῆς ὁμότιμον ἢ καὶ τὰ σώματα, πολλὰ μὲν καὶ ἄλλα γνωρίσματα, πτωχοτροφίαι, ξενοδοχίαι, ψυχῆς κάθαρσις ἐξ ἐγκρατείας, ἀπόμοιρα κτήσεως Θεῷ καθιερωθείσης, πρᾶγμα οὔπω τότε πολλοῖς σπουδαζόμενον, ὥσπερ νῦν αὐξηθέν τε καὶ τιμηθὲν ἐκ τῶν πρώτων ὑποδειγμάτων, τά τε ἄλλα, ὅσα Πόντῳ καὶ Καππαδόκαις μερισαμένοις ἤρκεσε πολλῶν πληροῦν ἀκοάς· ἐμοὶ δὲ μέγιστον δοκεῖ καὶ περιφανέστατον ἡ εὐτεκνία.

Τοὺς γὰρ αὐτοὺς πολύπαιδας καὶ καλλίπαιδας μῦθοι μὲν ἴσως ἔχουσιν· ἡμῖν δὲ τούτους ἡ πεῖρα παρέστησε, τοιούτους μὲν αὐτοὺς γεγονότας ὥστε, εἰ καὶ μὴ τοιούτων ἦσαν πατέρες, ἑαυτοῖς εἰς εὐδοξίαν ἀρκεῖν· τοιούτων δὲ πεφηνότας πατέρας ὥστε, εἰ καὶ μὴ αὐτοὶ τοσοῦτον ἦσαν εἰς ἀρετήν, πάντας ὑπεραίρειν τῇ εὐτεκνίᾳ Ἕνα μὲν γὰρ ἢ δύο γενέσθαι τῶν ἐπαινουμένων, κἂν τῇ φύσει δοίη τις· ἡ δὲ διὰ πάντων ἀκρότης, σαφὲς τῶν ἀγαγόντων ἐγκώμιον. Δηλοῖ δὲ ὁ μακαριστὸς τῶν ἱερέων καὶ τῶν παρθένων ἀριθμὸς καὶ τῶν ἐν γάμῳ, μηδὲν τῇ συζυγίᾳ βλαβῆναι βιασαμένων πρὸς τὴν ἴσην τῆς ἀρετῆς εὐδοκίμησιν, ἀλλὰ βίων αἱρέσεις μᾶλλον ἢ πολιτείας ταῦτα ποιησαμένων.

Τίς οὐκ οἶδε τὸν τούτου πατέρα, Βασίλειον, τὸ μέγα παρὰ πᾶσιν ὄνομα, ὃς πατρικῆς εὐχῆς ἔτυχεν, ἵνα μὴ λέγω μόνος, εἴπερ τις ἀνθρώπων; Παντὸς γὰρ κρατῶν ἀρετῇ, παρὰ τοῦ παιδὸς κωλύεται μόνου τὸ πρωτεῖον ἔχειν. Τίς Ἐμμελίαν, τὴν ὅπερ ἐγένετο προκληθεῖσαν ἢ γενομένην ὃ προεκλήθη, τὴν τῆς ἐμμελείας ὄντως φερώνυμον, ἣ τοῦτο ἐν γυναιξὶν ὤφθη, εἰ δεῖ συντόμως εἰπεῖν, ὅπερ ἐν ἀνδράσιν ἐκεῖνος· ὥστ᾽ εἴπερ ἔδει δουλεύσαντα πάντως τῇ φύσει τὸν νῦν εὐφημούμενον ἀνθρώποις δοθῆναι ὥσπερ τινὰ τῶν πάλαι παρὰ Θεοῦ δεδομένων εἰς κοινὸν ὄφελος, μήτε ἐξ ἄλλων μᾶλλον ἁρμόζειν ἢ ἐκείνων τοῦτον γενέσθαι, μήτε ἐκείνοις ἑτέρου μᾶλλον ἢ τοῦδε πατράσιν ὀνομασθῆναι· ὅπερ οὖν καλῶς ποιοῦν καὶ συνέδραμεν.