Δεύτερον δὲ πείσας, ὡς οὐδὲ νῦν ἡμᾶς ἀπολέλοιπεν ὁ Ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· ἀλλὰ καὶ πάρεστι, καὶ ποιμαίνει, καὶ ὁδηγεῖ, καὶ γινώσκει τὰ ἴδια, καὶ γινώσκεται ὑπὸ τῶν ἰδίων· σωματικῶς μὲν οὐχ ὁρώμενος, πνευματικῶς δὲ συγγινόμενος, καὶ προπολεμῶν τῆς ποίμνης κατὰ τῶν λύκων, καὶ οὐδενὶ συγχωρῶν διὰ τῆς αὐλῆς ὑπερβαίνοντι λῃστρικῶς τε καὶ ἐπιβούλως, ξένῃ φωνῇ κατασύρειν καὶ διακλέπτειν ψυχὰς τῇ ἀληθείᾳ καλῶς ἠγμένας. Πείθομαι δ᾽, ὅτι καὶ τῇ πρεσβείᾳ νῦν μᾶλλον, ἢ πρότερον τῇ διδασκαλίᾳ, ὅσῳ καὶ μᾶλλον ἐγγίζει Θεῷ, τὰς σωματικὰς πέδας ἀποσεισάμενος, καὶ τῆς ἐπιθολούσης τὸν νοῦν ἰλύος ἀπηλλαγμένος, καὶ γυμνῷ γυμνὸς ἐντυγχάνων τῷ πρώτῳ καὶ καθαρωτάτῳ νοῒ, τάξεως καὶ παῤῥησίας ἀγγελικῆς, εἰ μὴ τολμηρὸν τοῦτο εἰπεῖν, ἀξιούμενος, Ταῦτα μὲν οὖν αὐτὸς διαθήσεις καὶ φιλοσοφήσεις ἄμεινον ἢ ὡς ἂν αὐτὸς παραδείξαιμι, καὶ λόγου δυνάμει καὶ πνεύματος. Ἵνα δὲ μὴ δι᾽ ἄγνοιαν τῶν ἐκείνου καλῶν παραπολὺ τῆς ἀξίας ὁ λόγος ἐλαττωθῇ, βραχέα τῆς εὐφημίας, ἐξ ὧν αὐτὸς συνεπίσταμαι τῷ ἀπελθόντι, σκιαγραφήσω, καὶ προχαράξω, καὶ παραδώσω σοι, τῷ καλῷ τῶν τοιούτων γραφεῖ, τῆς ἀρετῆς τῆς ἐκείνου τὸ κάλλος ἀπακριβῶσαι, καὶ παραδοῦναι ταῖς πάντων ἀκοαῖς τε καὶ διανοίαις.