ΙΔʹ. Καὶ τοῦτο οὐδεὶς ἀπιστήσειε τῶν ἀκηκοότων τε καὶ γιγνωσκόντων, ὅτι Μωϋσῆς μὲν ἔτι μικρὸς ὢν τοῖς πολλοῖς, καὶ οὔπω λόγου τινὸς ἀξιούμενος, ἐκ τῆς βάτου καλεῖται, καιομένης μὲν, οὐκ ἀναλισκομένης δὲ, μᾶλλον δὲ τοῦ ἐν τῇ βάτῳ φανταζομένου, καὶ πιστοῦται τῷ πρώτῳ θαύματι· Μωϋσῆς ἐκεῖνος, ᾧ θάλασσα τέμνεται, καὶ ἄρτος ὕεται, καὶ πέτρα πηγάζει, καὶ στύλος πυρὸς καὶ νεφέλης ὁδηγοῦσι, μετ᾽ ἀλλήλων ἱστάμενοι, καὶ χειρῶν ἔκτασις τρόπαιον ἵστησι, καὶ νικᾷ πολλὰς μυριάδας, τὸν σταυρὸν σχηματίζουσα. Ἡσαΐας δὲ, ὁ τῆς δόξης καὶ τῶν σεραφὶμ θεατὴς, καὶ μετ᾽ ἐκεῖνον Ἱερεμίας, ὁ τὴν μεγάλην κατ᾽ ἐθνῶν καὶ βασιλέων πιστευθεὶς δύναμιν· ὁ μὲν ἀκούει θείας φωνῆς, καὶ τῆς προφητείας τῷ ἄνθρακι προκαθαίρεται· ὁ δὲ πρὸ τῆς διαπλάσεως γιγνώσκεται, καὶ πρὸ γεννήσεως ἁγιάζεται. Παῦλος δὲ διώκτης ὢν ἔτι, ὁ μέγας τῆς ἀληθείας κῆρυξ, ὁ τῶν ἐθνῶν ἐν πίστει διδάσκαλος, καὶ φωτὶ περιλάμπεται, καὶ γνωρίζει τὸν διωκόμενον, καὶ τὴν μεγάλην διακονίαν πιστεύεται, καὶ πληροῖ τοῦ Εὐαγγελίου πᾶσαν ἀκοὴν καὶ διάνοιαν.