Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν πατέρα (λόγος 18)

Γρηγόριος ὁ Ναζιανζηνός

Το θεϊκό όραμα, η μεταστροφή και το άγιο Βάπτισμα

Η θαυμαστή κλήση του πατέρα μέσω οράματος, η ομολογία της πίστεως, η έλλαμψη κατά την τέλεση του μυστηρίου του Βαπτίσματος και τα βιβλικά παράλληλα της εμπειρίας του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 8

Ἐνταῦθά μοι καὶ τὸ τοῦ διηγήματος ἥδιστον· Ἔδοξεν, ὃ μήπω πρότερον, καίτοι πολλάκις τῆς γυναικὸς ἱκετευούσης καὶ δεομένης, ψάλλειν ἐκ τῶν τοῦ θείου Δαβὶδ ἐκεῖνο τὸ μέρος· Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα.

Καὶ ἡ ψαλμῳδία ξένη, καὶ ὁ πόθος τῇ ᾠδῇ συνεισέρχεται. Καὶ ὡς ἤκουσεν ἡ τῆς εὐχῆς ἐπιτυχοῦσα, τὸν καιρὸν ἁρπάζει, ὑποκριναμένη τε τὴν ὄψιν πρὸς τὸ ἥδιστον μετὰ τῆς ἀληθείας, καὶ τῇ χαρᾷ δηλοῦσα τῆς εὐεργεσίας τὸ μέγεθος, καὶ τὴν σωτηρίαν ἐπιταχύνουσα, μή τι παρεμπεσὸν ἐμποδίσῃ τῇ κλήσει, καὶ λύσῃ τὸ σπουδαζόμενον. Καὶ δὴ συμβὰν τηνικαῦτα πλείους ἀρχιερεῖς ἐπὶ τὴν Νικαίαν σπεύδειν, ἵνα κατὰ τῆς Ἀρείου στῶσι μανίας, ἄρτι τοῦ κακοῦ φυομένου, καὶ τὴν θεότητα τέμνοντος, δίδωσι μὲν ἑαυτὸν τῷ Θεῷ καὶ τοῖς κήρυξι τῆς ἀληθείας, καὶ τὸν πόθον ὁμολογεῖ, καὶ ζητεῖ παρ᾽ αὐτῶν τὴν κοινὴν σωτηρίαν, ὧν εἷς Λεόντιος ἦν ὁ πάνυ, ὁ τότε τῆς καθ᾽ ἡμᾶς μητροπόλεως ἐξηγούμενος.

Ὃ δὲ κἀνταῦθα παρὰ τῆς χάριτος ἀπήντησε θαῦμα, σφόδρα ἂν ἀδικοίην τὴν χάριν, εἰ σιωπῇ παρέλθοιμι· μάρτυρες δὲ οὐκ ὀλίγοι τοῦ θαύματος· Πλανῶνταί τινα πλάνην πνευματικὴν οἱ τῆς ἀκριβείας διδάσκαλοι, καὶ προτυποῖ τὸ μέλλον ἡ χάρις, καὶ τύπος ἱερωσύνης τῇ κατηχήσει μίγνυται.

Ὢ τῆς ἀκουσίου μυήσεως! Ἐπὶ γὰρ γόνυ κλιθεὶς, οὕτω τοῖς λόγοις τῆς κατηχήσεως καταρτίζεται, ὥστε πολλοὺς τῶν παρόντων προφητεῦσαι τὸ μέλλον, οὐ τῶν ὑψηλοτέρων μόνον, ἀλλὰ καὶ τῶν ταπεινοτέρων εἰς σύνεσιν, οὐκ ἀμυδροῖς σημείοις πιστωθέντας πρὸς τὸ ἐσόμενον.

ΙΓʹ. Μικρὸν τὸ ἐν μέσῳ, καὶ τῷ θαύματι θαῦμα συνάπτεται· παραθήσομαι δὲ πιστῶν ἀκοαῖς τὸν λόγον· ψυχαῖς γὰρ βεβήλοις οὐδὲν τῶν καλῶν ἀξιόπιστον. Πρόσεισι μὲν τῇ δι᾽ ὕδατος ἀναγεννήσει καὶ Πνεύματος, δι᾽ ἧς ὁμολογοῦμεν Θεῷ τὴν τοῦ κατὰ Χριστὸν ἀνθρώπου μόρφωσίν τε καὶ τελείωσιν, καὶ τοῦ χοϊκοῦ πρὸς τὸ πνεῦμα μετάθεσιν καὶ ἀνάπλασιν· καὶ πρόσεισι μετὰ θερμῆς τῆς ἐπιθυμίας, καὶ λαμπρᾶς τῆς ἐλπίδος, τῷ λουτρῷ προκαθήρας ἑαυτὸν εἰς δύναμιν, καὶ ψυχῇ καὶ σώματι καθαγνίσας πολλῷ μᾶλλον, ἢ οἱ τὰς πλάκας παρὰ Μωϋσέως δέξασθαι μέλλοντες. Τοῖς μὲν γὰρ μέχρις ἐσθῆτος ὁ ἁγνισμὸς, καὶ γαστρὸς μικρὰ στένωσις, καὶ σωφροσύνη τις σχέδιος· τῷ δὲ πᾶς ὁ ἐν μέσῳ βίος παρασκευὴ τῆς ἐλλάμψεως ἦν, καὶ πρὸ τῆς καθάρσεως κάθαρσις ἀσφαλιζομένη τὴν δωρεὰν, ἵνα ἡ τελειότης τῇ καθαρότητι πιστευθῇ, καὶ μὴ κινδυνεύσῃ τὸ ἀγαθὸν ἐν ἕξει τολμώσῃ μετὰ τῆς χάριτος.

Ἐξελθόντα δὲ αὐτὸν ἐκ τοῦ ὕδατος, φῶς περιαστράπτει καὶ δόξα τῆς διαθέσεως ἀξία, μεθ᾽ ἧς προσῆλθε τῷ χαρίσματι τῆς πίστεως· ἔστι μὲν οἷς καὶ τῶν ἄλλων ἐπίδηλος, οἳ τότε μὲν σιωπῇ τὸ θαῦμα κατέσχον, ἐξειπεῖν οὐ θαῤῥήσαντες (καὶ γὰρ αὐτοῦ μόνου ταύτην εἶναι τὴν ὄψιν ἕκαστος ᾤετο), μικρὸν δὲ ὕστερον ἀλλήλοις διέδωκαν· τῷ δὲ βαπτιστῇ καὶ τελειωτῇ τοσοῦτον ἐναργής τε καὶ γνώριμος, ὥστε μηδὲ κατασχεῖν δυνηθῆναι τὸ μυστήριον, ἀλλὰ καὶ δημοσίᾳ ῥῆξαι φωνὴν, ὅτι τὸν ἑαυτοῦ διάδοχον τῷ πνεύματι χρίσειεν.

ΙΔʹ. Καὶ τοῦτο οὐδεὶς ἀπιστήσειε τῶν ἀκηκοότων τε καὶ γιγνωσκόντων, ὅτι Μωϋσῆς μὲν ἔτι μικρὸς ὢν τοῖς πολλοῖς, καὶ οὔπω λόγου τινὸς ἀξιούμενος, ἐκ τῆς βάτου καλεῖται, καιομένης μὲν, οὐκ ἀναλισκομένης δὲ, μᾶλλον δὲ τοῦ ἐν τῇ βάτῳ φανταζομένου, καὶ πιστοῦται τῷ πρώτῳ θαύματι· Μωϋσῆς ἐκεῖνος, ᾧ θάλασσα τέμνεται, καὶ ἄρτος ὕεται, καὶ πέτρα πηγάζει, καὶ στύλος πυρὸς καὶ νεφέλης ὁδηγοῦσι, μετ᾽ ἀλλήλων ἱστάμενοι, καὶ χειρῶν ἔκτασις τρόπαιον ἵστησι, καὶ νικᾷ πολλὰς μυριάδας, τὸν σταυρὸν σχηματίζουσα. Ἡσαΐας δὲ, ὁ τῆς δόξης καὶ τῶν σεραφὶμ θεατὴς, καὶ μετ᾽ ἐκεῖνον Ἱερεμίας, ὁ τὴν μεγάλην κατ᾽ ἐθνῶν καὶ βασιλέων πιστευθεὶς δύναμιν· ὁ μὲν ἀκούει θείας φωνῆς, καὶ τῆς προφητείας τῷ ἄνθρακι προκαθαίρεται· ὁ δὲ πρὸ τῆς διαπλάσεως γιγνώσκεται, καὶ πρὸ γεννήσεως ἁγιάζεται. Παῦλος δὲ διώκτης ὢν ἔτι, ὁ μέγας τῆς ἀληθείας κῆρυξ, ὁ τῶν ἐθνῶν ἐν πίστει διδάσκαλος, καὶ φωτὶ περιλάμπεται, καὶ γνωρίζει τὸν διωκόμενον, καὶ τὴν μεγάλην διακονίαν πιστεύεται, καὶ πληροῖ τοῦ Εὐαγγελίου πᾶσαν ἀκοὴν καὶ διάνοιαν.