Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν πατέρα (λόγος 18)

Γρηγόριος ὁ Ναζιανζηνός

Η ανάδειξη στην ιερωσύνη και η ειρήνευση της τοπικής Εκκλησίας

Η είσοδος του πατέρα στον κλήρο μετά την πνευματική του ωρίμανση, η υπεράσπιση του ορθόδοξου Τριαδικού δόγματος και η συμβολή του στην καταστολή εκκλησιαστικών στάσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 8

ΙΕʹ. Τί δεῖ πάντας ἀπαριθμεῖσθαι τοὺς ὑπὸ Θεοῦ προσκληθέντας, καὶ τοιούτοις οἰκειωθέντας θαύμασιν, οἷς κἀκεῖνος ἐβεβαιώθη πρὸς τὴν εὐσέβειαν; Καὶ οὐ τὰ μὲν πρῶτα τοιαῦτα, καὶ οὕτως ἄπιστα καὶ παράδοξα, κατῄσχυνε δέ τι τῶν προϋπηργμένων τοῖς ὕστερον, ὡς ἄν τις τῶν τάχιστα κόρον τοῦ καλοῦ λαμβανόντων, εἶτα τοῦ πρόσω καταφρονούντων, ἢ καὶ παντάπασι πρὸς κακίαν παλινδρομούντων· οὐκ ἔστι τοῦτο εἰπεῖν· ἀλλὰ καὶ λίαν ἑαυτοῦ καὶ τῶν προειληφότων ἔχεται, ὥστε ἀμφότερα συναρμόζειν ἀλλήλοις, τά τε πρὸ τῆς ἱερωσύνης τοῖς ἐκείνης καλοῖς, καὶ τὰ μετ᾽ αὐτὴν τοῖς πρότερον· καὶ μήτε ἄλλως ἄρξασθαι πρέπειν ἢ ὡς ἐτελεύτησε, μήτε εἰς ἄλλο προελθεῖν τέλος ἢ οὗ προήρξατο. Πιστεύεται μέν γε τὴν ἱερωσύνην, οὐ κατὰ τὴν νῦν εὐκολίαν καὶ ἀταξίαν, ἀλλὰ μικρόν τι διαλιπὼν, ὥστε τῇ καθάρσει προστεθῆναι καὶ τὴν τοῦ καθαίρειν ἐμπειρίαν καὶ δύναμιν, ὅπερ δὴ νόμος ἀκολουθίας πνευματικῆς. Ἐπεὶ δὲ πιστεύεται, πλέον ἡ χάρις δοξάζεται, ὥσπερ ὄντως Θεοῦ χάρις, ἀλλ᾽ οὐκ ἀνθρώπων, οὐδὲ, ὅ φησιν ὁ Ἐκκλησιαστὴς, ὁρμή τις αὐτόνομος, καὶ προαίρεσις πνεύματος.

ΙϚʹ. Παραλαβὼν γὰρ τὴν Ἐκκλησίαν ὑλώδη καὶ ἀπηγροικισμένην, οὐ πόῤῥωθεν μὲν ἐπισκοπῇ ποιμανθεῖσαν, ἀλλ᾽ ὅσον ἑνὶ τῶν πρὸ αὐτοῦ κοσμηθῆναι, καὶ τούτῳ θαυμασίῳ μὲν καὶ ἀγγελικῷ τὸν τρόπον, ἁπλουστέρῳ δὲ ἢ κατὰ τοὺς νῦν τῶν λαῶν προστάτας· τούτου δὲ τάχιστα προσληφθέντος, ἐπιπολὺ πάλιν ῥᾳθυμηθεῖσάν τε καὶ χερσομανήσασαν ἐξ ἀναρχίας· πρῶτον μὲν τὰ ἤθη τῶν ἀνθρώπων οὐ χαλεπῶς ἐξημέρωσε λόγοις τε ποιμαντικῆς ἐπιστήμης, καὶ τῷ προθεῖναι τύπον ἑαυτὸν, ὥσπερ ἀνδριάντα πνευματικὸν, εἰς κάλλος ἀπεξεσμένον πάσης ἀρίστης πράξεως. Ἔπειτα τοῖς θείοις λόγοις συντόνως ἐμμελετήσας, καίπερ ὀψιμαθὴς τῶν τοιούτων τυγχάνων, τοσαύτην ἐντὸς ὀλίγου χρόνου σοφίαν συνελέξατο, ὥστε τά τε ἄλλα μηδενὸς λείπεσθαι τῶν ἐπὶ πλεῖστον πεπονηκότων, καὶ χάριν ἐκ Θεοῦ ταύτην λαβεῖν ἐξαίρετον, ὀρθοδοξίας γενέσθαι πατὴρ καὶ διδάσκαλος· οὐ κατὰ τοὺς νῦν σοφοὺς τοῖς καιροῖς συγκλινόμενος, οὐδὲ μέσως καὶ τεχνικῶς τοῦ καθ᾽ ἡμᾶς λόγου προϊστάμενος, ὡς ἂν οἱ μὴ πῆξιν ἔχοντες πίστεως, ἢ καπηλεύοντες τὴν ἀλήθειαν· ἀλλ᾽ ἦν τῶν μὲν λόγῳ δυνατῶν εὐσεβέστερος, τῶν ὀρθῶν δὲ τὴν διάνοιαν λογικώτερος· μᾶλλον δὲ λόγου τὰ δεύτερα φέρων, εὐσεβείᾳ πάντων ἐκράτει.

Ἕνα μὲν Θεὸν εἰδὼς ἐν Τριάδι προσκυνούμενον, τρία δὲ εἰς μίαν θεότητα συναγόμενα· καὶ οὔτε τῷ ἑνὶ Σαβελλίζων, οὔτε τοῖς τρισὶν Ἀρειανίζων, ἢ τῷ συστέλλειν θεότητα καὶ ἀναλύειν ἀθέως, ἢ τῷ κατατέμνειν ἀνίσοις ἀλλοτριότησιν, ἢ μεγέθους, ἢ φύσεως. Οὗ γὰρ ἕκαστον ἀκατάληπτον καὶ ὑπὲρ τὴν ἡμετέραν ἐπίνοιαν, πῶς ἐνταῦθα τὸ ὑπεραῖρον ἢ νοηθήσεται, ἢ δογματισθήσεται;

Ποῦ δὲ μετρεῖται τὸ ἄπειρον, ἵν᾽, ὃ τῶν περατουμένων ἐστὶ, τοῦτο πάθῃ θεότης, βαθμοῖς μετρουμένη καὶ ὑποβάσεσιν; ΙΖʹ. Ταῦτα ἐννοῶν ὁ μέγας ἐκεῖνος ἄνθρωπος τοῦ Θεοῦ, καὶ ἀληθῶς Θεολόγος, καὶ μετὰ τοῦ Πνεύματος περὶ τούτων κινούμενος, τί χρὴ λέγειν ἕτερον, ἢ ὅτι νέαν Ἱερουσαλὴμ καὶ κιβωτὸν ἄλλην ὑπὲρ ὑδάτων φερομένην, ὥσπερ ὁ μέγας ἐκεῖνος Νῶε, καὶ τοῦ δευτέρου τούτου κόσμου πατὴρ, τήνδε τὴν Ἐκκλησίαν καλεῖσθαι πεποίηκε· τοῦτό τε κατακλυσμοῦ τῶν ψυχῶν, καὶ τῆς τῶν αἱρετικῶν ἐπηρείας σαφῶς ὑπεραίρουσαν· καὶ ὅσῳ πλήθει τῶν ἄλλων ἐλείπετο, τοσοῦτον εὐδοξίᾳ κρατοῦσαν· καὶ τὸ τῆς ἱερᾶς πάσχουσαν Βηθλεὲμ, ἣν οὐδὲν ἐκώλυσε καὶ μικρὰν εἶναι πόλιν, καὶ τῆς οἰκουμένης μητρόπολιν, ὡς Χριστοῦ καὶ τροφὸν καὶ μητέρα, τοῦ τὸν κόσμον καὶ ποιήσαντος καὶ νικήσαντος;

ΙΗʹ. Τεκμήριον δὲ τοῦ λόγου· Καὶ γὰρ ἡνίκα παρὰ τοῦ θερμοτέρου μέρους τῆς Ἐκκλησίας κατεστασιάσθημεν, γράμματι κλαπέντες καὶ ῥήμασι τεχνικοῖς εἰς πονηρὰν κοινωνίαν, μόνος μὲν ἐπιστεύθη τὴν διάνοιαν ἄτρωτον ἔχειν, καὶ μὴ τῷ μέλανι τὴν ψυχὴν συμμελαίνεσθαι, εἰ καὶ ἁπλότητι συνηρπάσθη, καὶ τὸν δόλον ἐκ τοῦ τῆς ψυχῆς ἀδόλου μὴ ἐφυλάξατο· μόνος δὲ, μᾶλλον δὲ πρῶτος, τὸ στασιάζον πρὸς ἡμᾶς, ζήλῳ τῆς εὐσεβείας ἑαυτῷ τε καὶ τοῖς ἄλλοις κατήλλαξε, τελευταῖόν τ᾽ ἀποδραμὸν, καὶ πρῶτον προσδραμὸν, αἰδοῖ τε τοῦ ἀνδρὸς, καὶ τῇ τοῦ δόγματος καθαρότητι· ὥστε καὶ τὸν πολὺν σάλον τῶν Ἐκκλησιῶν κατασβεσθῆναι, καὶ στῆναι τὴν καταιγίδα εἰς αὔραν, ταῖς ἐκείνου λυθεῖσαν εὐχαῖς τε καὶ παραινέσεσιν, εἴ τι δεῖ καὶ νεανιεύσασθαι, μεθ᾽ ἡμῶν κοινωνῶν καὶ τῆς εὐσεβείας, καὶ τῆς ἐνεργείας· οἳ πρὸς πᾶν ἀγαθὸν αὐτῷ συναιρόμενοι, καὶ οἷον παρομαρτοῦντες καὶ παραθέοντες, ἐνταῦθα πλεῖστον μέρος συνεισενεγκεῖν ἠξιώθημεν. Ἀλλ᾽ ὁ μὲν περὶ τούτων λόγος, μικρόν τι προεκδραμὼν, ἐνταῦθα μεινάτω.