Κʹ. Τίς μὲν γὰρ ἐκείνου περὶ τὰ κοινὰ σπουδαιότερος; τίς δὲ τὰ οἴκοι φιλοσοφώτερος, ἐπειδὴ καὶ οἶκον ἐμέρισεν αὐτῷ, καὶ κτῆσιν σύμμετρον, ὁ πάντα καλῶς καὶ ποικίλως οἰκονομῶν Θεός; Τίς δὲ πένησι, τῷ ἀτιμωτάτῳ μέρει τῆς ὁμοτίμου φύσεως, ἢ τὴν ψυχὴν συμπαθέστερος, ἢ τὴν χεῖρα δαψιλέστερος; τῷ ὄντι γὰρ ὡς οἰκονόμος ἀλλοτρίων διενοεῖτο περὶ τῶν ἰδίων, ἐπικουφίζων τὴν πενίαν εἰς δύναμιν, καὶ δαπανώμενος, οὐ τοῖς περιττοῖς μόνον, ἀλλὰ δὴ καὶ τοῖς ἀναγκαίοις, ἥπερ δὴ σαφεστάτη φιλοπτωχίας ἀπόδειξις, καὶ διδοὺς μερίδα, οὐ τοῖς ἑπτὰ μόνον, κατὰ τὴν τοῦ Σολομῶντος νομοθεσίαν, ἀλλ᾽ εἰ προσέλθοι καὶ ὄγδοος, μηδὲ ἐνταῦθα μικρολογούμενος, ἀλλ᾽ ἥδιον ἀποκτώμενος, ἢ κτωμένους ἄλλους γινώσκομεν· ἀναιρῶν σύνδεσμον καὶ χειροτονίαν (ὅπερ ἐμοὶ δύναται μικρολογίαν καὶ δοκιμασίαν τοῦ ληψομένου, ὅστις τε ἄξιος, καὶ ὅστις οὔ), καὶ ῥῆμα γογγυσμοῦ μετὰ τῆς ἐπιδόσεως. Ὅπερ πάσχουσιν οἱ πολλοὶ, διδόντες μὲν, τὸ δὲ προθύμως οὐ προστιθέντες· ὃ τοῦ παρέχειν μεῖζόν ἐστι καὶ τελεώτερον. Πολλῷ γὰρ βέλτιον εἶναι διὰ τοὺς ἀξίους ὀρέγειν καὶ τοῖς ἀναξίοις, ἢ τοὺς ἀξίους ἀποστερεῖν δέει τῶν ἀναξίων.