ΚΗʹ. Ἓν δὲ τῶν περὶ ἐκεῖνον θαυμάτων· Ἔκαμνεν ἀῤῥωστίᾳ, καὶ πονηρῶς εἶχε τοῦ σώματος. Καὶ τί θαυμαστὸν, εἰ κακοπαθοῦσι καὶ ἅγιοι, εἴτε εἰς κάθαρσιν καὶ τῆς μικρᾶς ἰλύος, εἴτε εἰς βάσανον ἀρετῆς καὶ πεῖραν φιλοσοφίας, εἴτε εἰς παίδευσιν τῶν ἀσθενεστέρων ἐν ἐκείνοις μανθανόντων τὸ καρτερεῖν, ἀλλὰ μὴ ἐκκακεῖν τοῖς πάθεσιν; Ἔκαμνεν οὖν, καὶ ὁ καιρὸς ἦν τὸ ἅγιον Πάσχα καὶ περιβόητον, ἡ βασίλισσα τῶν ἡμερῶν ἡμέρα, καὶ ἡ λαμπρὰ νὺξ λύουσα τὸ σκότος τῆς ἁμαρτίας, καθ᾽ ἣν ἡμεῖς ὑπὸ πλουσίῳ φωτὶ τὴν σωτηρίαν ἡμῶν αὐτῶν ἑορτάζομεν, καὶ τῷ φωτὶ δι᾽ ἡμᾶς νεκρωθέντι συννεκρωθέντες, καὶ ἀνισταμένῳ συνανιστάμεθα. Ἐνταῦθα μὲν δὴ τοῦ καιροῦ τὸ πάθος· τὸ δὲ ἦν, ὡς ἐν βραχεῖ διηγήσασθαι· Πυρετὸς μὲν σφοδρὸς καὶ διακαὴς πᾶν τὸ βάθος συνέφλεγεν, ἡ δὲ δύναμις ἐπελελοίπει, τῶν σιτίων δὲ ἀποκέκλειστο, ὕπνος δὲ ἀπελήλατο, ἀπορίᾳ δὲ εἴχετο, καὶ παλμοῖς συνεκόπτετο. Τὰ δὲ εἴσω τοῦ στόματος ἅπαντα, ἥ τε ὑπερῴα, καὶ ὅσον ὑπεραιώρηται, τοσούτοις ἕλκεσιν ἐξηνθήκει, καὶ οὕτω πικροῖς τε καὶ συνεχέσιν, ὥστε μηδὲ ὕδατι ῥᾴδιον εἶναι τὸν πόρον, μηδὲ ἀκίνδυνον. Ἤρκουν δὲ οὔτε ἰατρῶν τέχναι, οὔτε οἰκείων εὐχαὶ καὶ λίαν προσλιπαρούντων, οὔτε θεραπεία πᾶσα προσαγομένη.