Καὶ λαθὼν ἂν ἦν παντάπασιν, εἰ μή ποτε ἀθρόως ἐπεισελθὼν ἐγὼ, καὶ χαμευνίας σύμβολα θεασάμενος, καὶ τῶν περὶ αὐτὸν πυθόμενος, τίνα ταῦτ᾽ ἦν, ἔγνων τῆς νυκτὸς τὸ μυστήριον. ΛΓʹ. Ἕτερον δὲ τοῦ αὐτοῦ καιροῦ καὶ τῆς αὐτῆς ἀνδρίας διήγημα· ἐστασίαζεν ἡ Καισαρέων πόλις περὶ προβολὴν ἀρχιερέως, τοῦ μὲν ὑπεξελθόντος, τοῦ δὲ ἐπιζητουμένου, καὶ ἡ στάσις θερμὴ, καὶ μὴ ῥᾳδίαν τὴν λύσιν ἔχουσα. Φύσει τε γὰρ περὶ τοῦτο μάλιστα στασιώδης ἡ πόλις, διὰ θερμότητα πίστεως, καὶ τὸ τῆς καθέδρας ἐπίδοξον, πλείω τὴν φιλονεικίαν εἰργάζετο. Ταῦτα ἦν, καὶ παρῆσαν τῶν ἐπισκόπων τινὲς τὸν ἀρχιερέα δώσοντες· ὡς δὲ εἰς πλείους τοῦ δήμου διαιρεθέντος, καὶ ἄλλων ἄλλον προβαλλομένων, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, ὡς ἕκαστος ἔτυχεν ἢ φιλίας πρός τινας ἔχων, ἢ πρὸς Θεὸν εὐλαβείας, τέλος συμφρονήσας ὁ δῆμος ἅπας, τῶν πρώτων παρ᾽ αὐτοῖς ἕνα, βίῳ μὲν ἐξειλεγμένον, οὔπω δὲ τῷ θείῳ βαπτίσματι κατεσφραγισμένον, τοῦτον ἄκοντα συναρπάσαντες, καὶ ἅμα στρατιωτικῆς χειρὸς συλλαβομένης αὐτοῖς τηνικαῦτα ἐπιδημούσης ἐπὶ τὸ βῆμα ἔθεσαν, καὶ τοῖς ἐπισκόποις προσήγαγον, τελεσθῆναί τε ἠξίουν καὶ κηρυχθῆναι, πειθοῖ βίαν ἀναμίξαντες· οὐ λίαν μὲν εὐτάκτως, λίαν δὲ πιστῶς καὶ διαπύρως. Κἀνταῦθα οὐκ ἔστιν εἰπεῖν, ὅντινα εὐδοκιμώτερον ἐκείνου καὶ θεοσεβέστερον διέδειξεν ὁ καιρός. Τί γὰρ γίνεται, καὶ ποῖ προῆλθεν ἡ στάσις;