Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν πατέρα (λόγος 18)

Γρηγόριος ὁ Ναζιανζηνός

Οι πνευματικές αρετές και το ποιμαντικό ήθος του ιεράρχη

Εγκώμιο των αρετών του, με έμφαση στην ελεημοσύνη, την αληθή ταπεινοφροσύνη, την αμνησικακία, την επιείκεια και τη συνύφανση φρονήσεως και απλότητας στον ποιμαντικό του βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 8

ΙΘʹ. Τίς δ᾽ ἂν τῶν ἐκείνου καλῶν ἢ τὸ πλῆθος ἐξαριθμήσαιτο, ἢ τὰ πλείω παραδραμεῖν ἐθέλων, μὴ χαλεπῶς εὕροι τὸ παρετέον; Ἀεὶ γὰρ τὸ τὴν διάνοιαν ἐπεισιὸν, κρεῖττον τῶν προειληφότων φαίνεται· καὶ μετὰ τούτου γίνομαι· καὶ πλεῖον ἐμοὶ τοῦ τί χρὴ παραλιπεῖν, ἢ τοῖς ἄλλοις ἐπαινέταις τοῦ τί χρὴ λέγειν ἡ ἀπορία· ὥστε μοι τρόπον τινὰ ζημίαν γίνεσθαι τὴν περιουσίαν, καὶ δοκιμάζεσθαι τὴν διάνοιαν, τὰ ἐκείνου δοκιμάζειν ἐπιχειροῦσαν, καὶ οὐκ ἔχουσαν τὸ νικοῦν εὑρεῖν τοῖς ὁμοτίμοις.

Ὅπερ γὰρ ἐπὶ τῶν σταθερῶν ὑδάτων ὁρῶμεν συμβαῖνον, ὅταν ψηφὶς ἐμπεσοῦσα κέντρον γένηται, ἄλλος ἐπ᾽ ἄλλῳ κύκλος ἐγειρόμενος καὶ συνεχῶς ἐπιφρίσσων ἀεὶ λύει τὸν ἔξωθεν· τοῦτο καὶ αὐτῷ μοι συμβέβηκεν ἄντικρυς. Τὸ μὲν ἐπὶ νοῦν ἦλθε, τὸ δὲ ἐπεισῆλθε, τὸ δὲ ὑπεχώρησεν· καὶ κάμνω περὶ τὴν αἵρεσιν, ἀεὶ τοῦ προκαταλαβόντος ὑπεξισταμένου τῷ ἐπεισρέοντι.

Κʹ. Τίς μὲν γὰρ ἐκείνου περὶ τὰ κοινὰ σπουδαιότερος; τίς δὲ τὰ οἴκοι φιλοσοφώτερος, ἐπειδὴ καὶ οἶκον ἐμέρισεν αὐτῷ, καὶ κτῆσιν σύμμετρον, ὁ πάντα καλῶς καὶ ποικίλως οἰκονομῶν Θεός; Τίς δὲ πένησι, τῷ ἀτιμωτάτῳ μέρει τῆς ὁμοτίμου φύσεως, ἢ τὴν ψυχὴν συμπαθέστερος, ἢ τὴν χεῖρα δαψιλέστερος; τῷ ὄντι γὰρ ὡς οἰκονόμος ἀλλοτρίων διενοεῖτο περὶ τῶν ἰδίων, ἐπικουφίζων τὴν πενίαν εἰς δύναμιν, καὶ δαπανώμενος, οὐ τοῖς περιττοῖς μόνον, ἀλλὰ δὴ καὶ τοῖς ἀναγκαίοις, ἥπερ δὴ σαφεστάτη φιλοπτωχίας ἀπόδειξις, καὶ διδοὺς μερίδα, οὐ τοῖς ἑπτὰ μόνον, κατὰ τὴν τοῦ Σολομῶντος νομοθεσίαν, ἀλλ᾽ εἰ προσέλθοι καὶ ὄγδοος, μηδὲ ἐνταῦθα μικρολογούμενος, ἀλλ᾽ ἥδιον ἀποκτώμενος, ἢ κτωμένους ἄλλους γινώσκομεν· ἀναιρῶν σύνδεσμον καὶ χειροτονίαν (ὅπερ ἐμοὶ δύναται μικρολογίαν καὶ δοκιμασίαν τοῦ ληψομένου, ὅστις τε ἄξιος, καὶ ὅστις οὔ), καὶ ῥῆμα γογγυσμοῦ μετὰ τῆς ἐπιδόσεως. Ὅπερ πάσχουσιν οἱ πολλοὶ, διδόντες μὲν, τὸ δὲ προθύμως οὐ προστιθέντες· ὃ τοῦ παρέχειν μεῖζόν ἐστι καὶ τελεώτερον. Πολλῷ γὰρ βέλτιον εἶναι διὰ τοὺς ἀξίους ὀρέγειν καὶ τοῖς ἀναξίοις, ἢ τοὺς ἀξίους ἀποστερεῖν δέει τῶν ἀναξίων.

Καὶ τοῦτο εἶναι φαίνεται, τὸ χρῆναι πέμπειν τὸν ἄρτον ἑαυτοῦ καὶ καθ᾽ ὕδατος, ὡς οὐ παρασυρησόμενον, οὐδὲ ἀπολούμενον τῷ δικαίῳ τούτων ἐξεταστῇ, ἀλλ᾽ ἐνταῦθα καταντήσοντα, οὗ πάντα κείσεται τὰ ἡμέτερα, καὶ ἀπαντήσονται ἐν καιρῷ, κἂν ἡμεῖς μὴ τοῦτο νομίζωμεν.

ΚΑʹ. Τὸ δὲ κάλλιστόν τε καὶ μέγιστον, ὅτι τῷ μεγαλοψύχῳ προσῆν καὶ τὸ ἀφιλότιμον. Ὅσον δὲ καὶ οἷον, δηλώσων ἔρχομαι· Τὰ μὲν γὰρ χρήματα κοινὰ, καὶ ἡ προθυμία τοῦ παρέχειν, αὐτῷ τε καὶ τῇ ὁμοζύγῳ πρὸς τὸ κάλλιστον ἁμιλλωμένοις· τῆς ἐπιδόσεως δὲ τὸ πλεῖστον τῇ ἐκείνης χειρὶ παρῆκεν, ὡς ἀρίστης οἰκονόμου τῶν τοιούτων καὶ πιστοτάτης. Τίνος δὴ γυναικὸς λέγω, καὶ οἵας, ᾗ μηδὲ τὸ Ἀτλαντικὸν πέλαγος, ἢ εἴ τι ἄλλο τῶν μεγίστων, ἤρκεσεν ἂν ἀπαντλούμενον; τοσοῦτος ἔρως τοῦ παρέχειν αὐτῇ, καὶ οὕτως ἄμετρος· ἣ τὴν Σολομώντειον βδέλλαν εἰς τοὐναντίον ἐζήλωσε, τῇ περὶ τὸ κρεῖττον ἀπληστίᾳ τὴν εἰς τὸ χεῖρον νικήσασα, καὶ κόρον οὐκ ἔχουσα τῆς περὶ τὸ εὖ ποιεῖν προθυμίας· ἣ μὴ ὅτι γε τὴν οὐσίαν ἅπασαν, ὅση τε ἦν αὐτοῖς, καὶ ὅση προσεγένετο, μικροτέραν ἡγεῖτο τῆς οἰκείας ἐφέσεως· ἀλλὰ καὶ ἑαυτὴν καὶ τοὺς παῖδας ἑτοίμως ἀπέδοτο ἂν, εἴ πως ἐνῆν, ὃ καὶ πολλάκις αὐτῆς λεγούσης ἤκουσα, ὥστε ἐκδαπανηθῆναι τοῖς πένησι. Ταύτῃ τὰς ἡνίας ὅλας ἐπαφῆκε τῆς ἐπιδόσεως. Ὃ καὶ παραδείγματος ἐμοὶ γοῦν κρεῖττον ὑπολαμβάνεται. Τὸ μὲν γὰρ εἰς χρήματα μεγαλόψυχον, καὶ παρ᾽ ἄλλοις οὐ χαλεπῶς εὕροι τις ἂν, ὅσα τε εἰς τὰς κοινὰς καὶ πολιτικὰς ἀπόλλυται φιλοτιμίας, ὅσα τε τῷ Θεῷ διὰ τῶν πενήτων δανείζεται, καὶ μόνα τοῖς ἀναλίσκουσι θησαυρίζεται· τῆς δὲ ἐπὶ τούτῳ δόξης, οὐκ ἔστιν ὅντινα παραχωρήσαντα ῥᾳδίως εὑρίσκομεν.

Τοῦ μὲν γὰρ δαπανᾷν, καὶ ἡ φιλοδοξία τοῖς πολλοῖς παρέχει τὸ πρόθυμον· οὗ δὲ ἀφανὴς ἡ ἐπίδοσις, ἐκεῖ καὶ τὸ παρέχειν ἀμβλύτερον.

ΚΒʹ. Ἡ μὲν οὖν χεὶρ τοσαύτη· καὶ τὰ πλείω τοῖς εἰδόσι παρήσομεν, ὥστε, εἴ τι καὶ ἡμῖν μαρτυρεῖται τοιοῦτον, ἐξ ἐκείνης εἶναι τῆς πηγῆς, κἀκείνου μοῖραν τοῦ ῥεύματος. Τίς δὲ μετὰ Θεοῦ μᾶλλον, ἢ τῷ βήματι προσήγαγεν, ἢ τὰς κατ᾽ αὐτοῦ ὕβρεις ἐζηλοτύπησεν, ἢ τῶν ἀνιέρων σὺν φόβῳ τὴν ἱερὰν ἐκάθηρε τράπεζαν; Τίς δ᾽ οὕτως ἀῤῥεπεῖ γνώμῃ, καὶ σταθμοῖς δικαιοσύνης, ἢ δίκην ἔκρινεν, ἢ κακίαν ἐμίσησεν, ἢ ἀρετὴν ἐτίμησεν, ἢ τοὺς ἀρίστους προὐτίμησεν;

Τίς μὲν οὕτω συγγνώμων τοῖς ἁμαρτάνουσιν, ἢ τοῖς εὐδρομοῦσι σύνδρομος; τίς δὲ μᾶλλον ῥάβδου καὶ βακτηρίας καιρὸν ἐπιστάμενος, τῇ βακτηρίᾳ τὸ πλέον ἔνεμεν; Τίνος δὲ οἱ ὀφθαλμοὶ μᾶλλον ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τούς τε ἄλλους, καὶ ὅσοι Θεῷ ζῶσιν ἐν μοναδικῷ βίῳ καὶ ἄζυγι, γῆν καὶ τὰ περὶ τὴν γῆν ἀτιμάσαντες;

ΚΓʹ. Τίς δὲ πλέον, ἢ τῦφον ἐκόλασεν, ἢ ταπεινοφροσύνην ἠγάπησε, καὶ ταύτην οὐκ ἐπιπλάστως, οὐδὲ ἐξ ἐπιπολῆς, ὡς οἱ πολλοὶ τῶν νῦν προσποιουμένων φιλοσοφεῖν, καὶ κομψοὶ τὸ φαινόμενον, κατὰ τὰς ἀφρονεστάτας τῶν γυναικῶν, αἳ ἀποροῦσαι κάλλους οἰκείου πρὸς τὰ χρώματα καταφεύγουσι, καὶ εἰσί πως, ὡς ἂν εἴποιμι, κοσμίως θεατριζόμεναι, δι᾽ εὐσχημοσύνην ἀσχήμονες, καὶ δι᾽ αἶσχρος αἰσχρότεραι;

Οὐ γὰρ ἐν ἐσθῆτι τὸ ταπεινὸν ἦν αὐτῷ, ἀλλ᾽ ἐν ψυχῆς καταστήματι· οὐδὲ θρύψις αὐχένος, ἢ φωνῆς ὕφεσις, ἢ προσώπου νεῦσις, ἢ βάθος ὑπήνης, ἢ κεφαλῆς ἐν χρῷ κόσμησις, ἢ βαδίσματος ἦθος τὸ ταπεινὸν ὑπεκρίνετο, τὰ πρὸς ὀλίγον τυπούμενα, καὶ τάχιστα ἐλεγχόμενα· πᾶν γὰρ ὃ προσποιητὸν, οὐδὲ μόνιμον. Ἀλλ᾽ ἦν ὁ αὐτὸς ὑψηλότατος μὲν τῷ βίῳ, ταπεινότατος δὲ τῷ φρονήματι· καὶ τὴν μὲν ἀρετὴν ἀπρόσιτος, τὴν συνουσίαν δὲ καὶ λίαν εὐπρόσιτος. Καὶ συνήθης μὲν τὴν ἀμπεχόνην, ἐπίσης φεύγων καὶ τὸ ὑψηλὸν καὶ τὸ ταπεινόν· ὑπὲρ δὲ πολλοὺς τὴν ἔνδον λαμπρότητα. Καὶ γαστρὸς νόσον, καὶ ἀπληστίαν δαμάζων μὲν, εἰ καί τις ἄλλος, οὐ δοκῶν δέ· τὸ μὲν ἵνα καθαίρηται τὸ δὲ ἵνα μὴ ὑπεραίρηται, τῷ καινῷ θηρώμενος τὸ εὐδόκιμον.

Πολιτικοῦ μὲν γὰρ ἔργον εἶναι πάντα ποιεῖν καὶ λέγειν, ἐξ ὧν εὐδοκιμήσει παρὰ τοῖς ἔξωθεν, ᾧ μηδέν ἐστι τοῦ παρόντος βίου μακαριώτερον· πνευματικοῦ δὲ καὶ τοῦ καθ᾽ ἡμᾶς, πρὸς ἓν μόνον βλέπειν, τὴν σωτηρίαν, καὶ ὃ μὲν ἂν εἰς τοῦτο φέρῃ, μέγα οἴεσθαι, ὃ δ᾽ ἂν μὴ, διαπτύειν ὡς μηδενὸς ἄξιον· καὶ διὰ τοῦτο, τὸ μὲν ὁρώμενον ἀτιμάζειν, ὅπως δ᾽ ἂν ἐντὸς κάλλιστα ἔχοι, τοῦτο μόνον σκοπεῖν, καὶ ταῦτα περὶ πολλοῦ ποιεῖσθαι, ἐξ ὧν αὐτός τε πλείστου ἄξιος ἔσται, καὶ τοὺς ἄλλους ἕλξει δι᾽ ἑαυτοῦ πρὸς τὸ βέλτιστον.

ΚΔʹ. Ὃ δὲ κάλλιστον τῶν ἐκείνου καὶ ἰδιώτατον, καὶ οὐδὲ τοῖς πολλοῖς ἀγνοούμενον, ἡ ἁπλότης, καὶ τὸ τοῦ ἤθους ἄδολόν τε καὶ ἀμνησίκακον. Ἄλλος μὲν γὰρ ἄλλο τι τῶν παλαιῶν ἢ τῶν νέων κατωρθωκέναι πιστεύεται, ὡς ἕκαστος ἔτυχεν ἐκ Θεοῦ χάριτός τινος ἠξιωμένος. Ἰὼβ, τὸ ἐν τοῖς πάθεσι καρτερικὸν καὶ ἀνάλωτον· Μωσῆς καὶ Δαβὶδ, τὸ πρᾶον· Σαμουὴλ τὸ χρηματίσαι, βλέπων τὰ ἔμπροσθεν· Φινεὲς τὸν ζῆλον, ἀφ᾽ οὗ καὶ ὀνομάζεται· Πέτρος καὶ Παῦλος, τὸ σύντονον τοῦ κηρύγματος· οἱ τοῦ Ζεβεδαίου τὸ μεγαλόφωνον, ὃ καὶ βροντῆς υἱοὺς αὐτοὺς προσηγόρευσεν· καὶ τί ἂν καταριθμοίην ἅπαντας; ἐν γὰρ εἰδόσιν ὁ λόγος. Στεφάνου δὲ καὶ τοῦ ἐμοῦ πατρὸς, οὐδὲν οὕτως, ὡς τὸ ἀπόνηρον γνώρισμα. Ὁ μὲν γὰρ οὐδὲ κινδυνεύων ἐμίσει τοὺς βάλλοντας, ἀλλ᾽ ἐλιθάζετο μὲν, ὑπὲρ δὲ τῶν λιθαζόντων ηὔχετο, ὡς Χριστοῦ μαθητὴς, ὑπὲρ οὗ καὶ τὸ πάσχειν ἦν αὐτῷ, μεῖζον τοῦ θανάτου καρποφορῶν τῷ Θεῷ, τὴν μακροθυμίαν· τῷ δὲ οὐδὲν μέσον ἦν τῆς ἐπιπλήξεως καὶ τῆς ἀφέσεως, ὡς μικροῦ καὶ κλέπτεσθαι τὸ λυποῦν τῷ τάχει τῆς συγχωρήσεως.

ΚΕʹ. Θεοῦ μὲν ὀργῆς τρυγίαν τινὰ καὶ πιστεύομεν καὶ ἀκούομεν, τὸ λεῖμμα τῆς κατὰ τῶν ἀξίων κινήσεως· ἐπειδὴ Θεὸς ἐκδικήσεων Κύριος. Εἰ γὰρ καὶ κλίνει διὰ φιλανθρωπίαν ἐκ τοῦ ἀποτόμου πρὸς τὸ ἐνδόσιμον, ἀλλ᾽ οὐ πάντη συγχωρεῖ τοῖς ἁμαρτάνουσιν, ἵνα μὴ τῇ χρηστότητι χείρους γίνωνται. Ὁ δὲ οὐδὲν ὑπεκράτει τοῖς παροξύνουσι, καίτοιγε οὐδὲ παντάπασιν ἄτρωτος ἦν θυμῷ, κἀν τοῖς πνευματικοῖς μάλιστα τῷ ζήλῳ νικώμενος· πλὴν εἴ που τύχοι παρεσκευασμένος καὶ ὡπλισμένος, καὶ ὡς πρὸς ἀντίπαλον τὸ λυπῆσον πόῤῥωθεν παρατεταγμένος.

Οὕτω δὲ οὐδ᾽ ἂν μυριάσι μετεκινήθη, τὸ δὴ λεγόμενον, καὶ τοῦτο ἐκείνου γλυκὺ τὸ πάθος. Ὁ μὲν γὰρ θυμὸς ἦν αὐτῷ, οὐ κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ἔνδοθεν ὑποσμύχων, καὶ πρὸς ἄμυναν εὐτρεπὴς, οὐδὲ εἰς ὀργὴν φθάνων ἐκ τοῦ πρώτου κινήματος, καὶ ἀντιδόσεως ἔφεσιν, ἀλλὰ κατὰ τὸ κέντρον τῆς μελίσσης δίχα τοῦ θανατοῦν τὸν πλησσόμενον· τὸ δὲ φιλάνθρωπον ὑπὲρ ἄνθρωπον. Τροχοὶ πολλάκις ἠπειλοῦντο καὶ μάστιγες, καὶ οἱ παραστησόμενοι πλησίον· καὶ ὁ κίνδυνος ἦν ὤτων θλίψις, ἢ παρειῶν ὕβρεις, ἢ πὺξ κατὰ κόῤῥης· οὕτω τὴν ἀπειλὴν διελύετο. Ἐσθὴς περιῃρεῖτο καὶ ὑποδήματα, καὶ κατὰ γῆς ὁ κακοῦργος· εἶτα ὁ θυμὸς οὐκ ἐπὶ τὸν ἠδικηκότα, τὸν δὲ προθύμως ὑπουργήσαντα, ὡς κακῶν ὑπηρέτην. Πῶς ἄν τις μᾶλλον ἐφάνη χρηστὸς ὢν, ἢ Θεῷ δῶρα προσφέρειν ἄξιος; Οὐ γὰρ ἔφθανε κεκινημένος πολλάκις, καὶ ὑπεραπελογεῖτο τοῦ κινήσαντος, ἐρυθριῶν ὡς οἰκείοις, τοῖς ἐκείνου πταίσμασιν.

ΚϚʹ. Δρόσος ὑφίσταται μᾶλλον ἡλιακὴν ἀκτῖνα ἑωθινὰ βάλλουσαν, ἤ τι παρέμενεν ἐκείνῳ θυμοῦ λείψανον· ἀλλ᾽ ὁμοῦ τε ἐφθέγγετο, καὶ ὁ χόλος τοῖς ῥήμασι συναπήρχετο, μόνον ἀφεὶς τὸ φιλάγαθον, καὶ οὔποτε ἡλίου φανεὶς μακρότερος· οὐδὲ τὴν ἀπολλύουσαν καὶ φρονίμους ὀργὴν γεωργήσας, ἤ τι τῆς ἑαυτοῦ κακίας ἐνσημήνας τῷ σώματι, τὸ δὲ γαληνὸν διασώζων κἀν τῷ κινήματι. Τοιγαροῦν συνέβαινεν ἐκείνῳ τὸ παραδοξότατον, οὐ μόνῳ μὲν ἐπιτιμᾷν, μόνῳ δὲ ὑπὸ τῶν ἐγκαλουμένων ἀγαπᾶσθαί τε καὶ θαυμάζεσθαι, νικῶντος τοῦ χρηστοῦ τὴν θερμότητα· καὶ ὄντως τιμιώτερον εἶναι τὸ τῷ δικαίῳ παιδεύεσθαι, ἢ τῷ πονηρῷ καταλείφεσθαι· τοῦ μὲν γὰρ καὶ τὸ τραχὺ προσηνὲς διὰ τὴν ὠφέλειαν, τοῦ δὲ καὶ τὸ χρηστὸν ὕποπτον διὰ τὸ κακόηθες. Καίπερ δὲ οὕτως ἔχων ψυχῆς καὶ ἤθους ἁπλοϊκοῦ καὶ θεοειδοῦς, ὅμως τι τοῖς ὑβρισταῖς καὶ φοβερὸς ἦν διὰ τὴν εὐσέβειαν· μᾶλλον δὲ οὐδὲ ἄλλο τι τὸ πλῆττον ἦν, ἢ ἁπλότης καταφρονουμένη. Οὐ γὰρ ἦν αὐτὸν εὐχῆς, ἢ κατάρας προέσθαι ῥῆμα, καὶ μή τι δοῦναι παραυτίκα, ἢ ἀγαθὸν διαρκὲς, ἢ λυπηρὸν πρόσκαιρον· τὸ μὲν γὰρ ἦν ἐκ βάθους ψυχῆς, τὸ δὲ ἐπὶ χείλεσι μόνον, καὶ πατρική τις ἐπίπληξις.

Πολλοῖς γέ τοι τῶν λελυπηκότων οὐδὲ ὑπερήμερος ἀπήντησεν ἡ ἀντίδοσις, οὐδὲ ὀπισθόπους ἡ δίκη, τοῦτο δὴ τὸ ποιητικόν· ἀλλὰ παρ᾽ αὐτὰ τῆς κινήσεως ἐπλήγησαν, ἐπεστράφησαν, προσῆλθον, ἐγονυπέτησαν, συγγνώμης ἔτυχον, ἀπῆλθον, ἡττημένοι καλῶς, ἀμείνους ἐγένοντο, καὶ σωφρονισθέντες, καὶ συγγνωσθέντες. Ἐπεὶ καὶ τὸ σύγγνωμον πολλάκις μέγα πρὸς σωτηρίαν, αἰδοῖ κατεῖργον τὸν ἀδικήσαντα, καὶ μετάγον εἰς φίλτρον ἐκ φόβου τὴν ἀσφαλεστέραν εὔνοιαν. Ἐπαιδεύθησαν δὲ, οἱ μὲν ὑπὸ βοῶν ἀναῤῥιφέντες τῇ ζεύγλῃ τετρυχωμένων, καὶ ἀπαντησάντων ἀθρόως, οὔπω τοῦτο πρότερον πεπονθότων· οἱ δὲ ἵπποις σφενδονηθέντες, καὶ συμπατηθέντες, τῶν εὐπειθεστάτων τε καὶ ἡμερωτάτων· οἱ δὲ πυρετοῖς ἀσχέτοις καταληφθέντες, καὶ φαντασίαις ὧν τετολμήκασιν· οἱ δὲ ἄλλοι ἄλλο τι παιδαγωγηθέντες, καὶ μαθόντες τὴν ὑπακοὴν ἐξ ὧν ἔπαθον.

ΚΖʹ. Ἆρ᾽ οὖν τὸ μὲν ἐπιεικὲς τοσοῦτον αὐτῷ καὶ οὕτω γνώριμον· ἐντελείας δὲ καὶ τῆς περὶ τὸ πρακτέον ἀρετῆς παρῆκεν ἑτέρῳ τὸ πλέον ἔχειν; Οὐ μὲν οὖν· ἀλλ᾽ ἦν ὁ αὐτὸς ἥμερος μὲν, εἰ καί τις ἅλλος, ἐνεργὸς δὲ κατὰ τὸ ἥμερον. Δύο γὰρ τούτων ὡς τὰ πολλὰ μαχομένων ἀλλήλοις καὶ ἀντικαθισταμένων, ἁπλότητος καὶ τραχύτητος, καὶ τῆς μὲν τὸ ἥμερον ἐχούσης μετὰ τοῦ ἀπράκτου, τῆς δὲ τὸ πρακτικὸν δίχα τοῦ φιλανθρώπου, ἐκείνῳ συνῆλθε θαυμασίως ἀμφότερα· πράττειν μὲν, ὡς αὐστηρῷ μετὰ τῆς ἡμερότητος· ὑφίεσθαι δὲ, ὡς ἀπράκτῳ μετὰ τῆς ἐντελείας, ἐν προστασίαις, ἐν παῤῥησίαις, ἐν εἴδει παντὶ κυβερνήσεως. Τὸ γὰρ τοῦ ὄφεως φρόνιμον περὶ τὸ κακὸν τῷ τῆς περιστερᾶς ἀκεραίῳ περὶ τὸ καλὸν ἀναμίξας, οὔτε τὸ φρόνιμον εἴασε κακοῦργον γενέσθαι, οὔτε τὸ ἁπλοῦν ἀνόητον· ἀλλ᾽ ἓν ἀρετῆς εἶδος, ὡς μάλιστα ἐνῆν, ἐξ ἀμφοτέρων ἀπηκριβώσατο. Τὸν δὴ τοιοῦτον μὲν γεγονότα, οὕτω δὲ τῆς ἱερωσύνης προστάντα, τοιαύτης δὲ παρὰ πᾶσι δόξης τετυχηκότα, τί θαυμαστὸν καὶ σημείων ἀξιωθῆναι, οἷς βεβαιοῖ Θεὸς τὴν εὐσέβειαν;