Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν πατέρα (λόγος 18)

Γρηγόριος ὁ Ναζιανζηνός

Η στάση έναντι των διωγμών και η προάσπιση της εκκλησιαστικής τάξης

Η θαρραλέα αντίσταση στις διώξεις του αυτοκράτορα, η αποφασιστική παρέμβαση στην εκλογή νέου επισκόπου Καισαρείας, η σύγκρουση με την κοσμική εξουσία και ο αγώνας κατά των αιρετικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 8

ΛΒʹ. Τὰ μὲν δὴ κοινὰ τοιαῦτα. Πάλαι δὲ οἶμαι θαυμάζειν τινὰς τῶν τὰ ἐκείνου σαφῶς ἐγνωκότων, ὅτι περὶ μὲν τούτων οὕτω καταγεγόναμεν, ὡς μόνα πρὸς εὐφημίαν ἔχοντες· τῆς δὲ τῶν καιρῶν δυσχερείας τὴν μνήμην ἀνεθέμεθα, πρὸς οὓς παραταξάμενος ἐκεῖνος φαίνεται, ὥσπερ ἢ ἀγνοήσαντες ταῦτα, ἢ μὴ μεγάλα νομίζοντες. Φέρε οὖν καὶ ταῦτα προσθῶμεν τοῖς εἰρημένοις· Ἤνεγκεν ὁ καθ᾽ ἡμᾶς καιρὸς πρῶτον κακὸν, οἶμαι δὲ καὶ τελευταῖον, τὸν ἀποστάτην καὶ τοῦ Θεοῦ καὶ τῶν λογισμῶν βασιλέα· ὃς μικρὸν μὲν ἔργον ἡγησάμενος εἶναι Πέρσας χειρώσασθαι, μέγα δὲ τὸ Χριστιανοὺς παραστήσασθαι, καὶ ἅμα τῶν ἀγόντων αὐτὸν δαιμόνων τοῦτο πειθόντων, οὐδὲν εἶδος ἀσεβείας ἐνέλειπε, πείθων, ἀπειλῶν, σοφιζόμενος, ἕλκων πρὸς ἑαυτὸν, οὐ μόνον οἷς ἐτεχνάζετο, ἀλλὰ καὶ οἷς ἐβιάζετο. Οὐ μὴν λαθεῖν οἷός τε ἦν κλέπτων τὸν διωγμὸν σοφιστικαῖς ἐπινοίαις, οὐδὲ μὴν καὶ φανερῶς τῇ δυναστείᾳ χρώμενος· ἵν᾽ ἑνί γε τῷ τρόπῳ πάντως ἁλῶμεν, ἢ κακουργηθέντες, ἢ βιασθέντες.

Τοῦτον τίς μᾶλλον ἢ περιφρονήσας, ἢ καταλύσας εὑρίσκεται; Τῆς μὲν οὖν περιφρονήσεως πρὸς πολλοῖς ἄλλοις ἐκεῖνο σημεῖον, οἵ τε τοξόται, καὶ ὁ τούτων στρατηγὸς, οὓς ἐπῆγεν ἐκεῖνος τοῖς ἱεροῖς οἴκοις ἡμῶν, ὡς ἢ παραληψόμενος, ἢ καταστρεψόμενος.

Ἐπειδὴ γὰρ πολλοῖς προσβαλὼν ἄλλοις, κἀνταῦθα ἧκεν μετὰ τοῦ ἴσου φρονήματος, καὶ τὸ ἱερὸν ἐζήτει μετὰ τῶν προσταγμάτων, τοσοῦτον ἀποσχέσθαι τοῦ τι καταπράξασθαι ὧν ἐβούλετο, ὥστε, εἰ μὴ θᾶττον ὑπεκλίθη τῷ ἐμῷ πατρὶ, ἢ παρ᾽ ἑαυτοῦ συνεὶς, ἤ τινος συμβουλεύσαντος ἀκούσας, κἂν τοὺς πόδας ξανθεὶς ἀπηλλάγη, ζέσαντος ἐπ᾽ αὐτὸν θυμῷ καὶ ζήλῳ περὶ τοῦ ναοῦ τοῦ ἱερέως.

Τὴν κατάλυσιν δὲ πῶς ἄν τις μᾶλλον φανείη πραγματευσάμενος, ἢ δημοσίᾳ μὲν εὐχαῖς καὶ δεήσεσι πανδήμοις βάλλων τὸν ἀλιτήριον, καὶ οὐδὲ τὸν καιρὸν εὐλαβούμενος· ἰδίᾳ δὲ τὴν νυκτερινὴν παράταξιν κατ᾽ αὐτοῦ προβαλλόμενος, χαμευνίᾳ μὲν τὰς γεραιὰς ἐκείνας καὶ δροσερὰς κατατρύχων σάρκας, δάκρυσι δὲ πηγάζων τὸ ἔδαφος, μικροῦ καὶ εἰς ἐνιαυτὸν ὅλον· καὶ τοῦτο τῷ τῶν κρυπτῶν γνώστῃ μόνῳ φιλοσοφῶν, ἡμᾶς δὲ λανθάνειν ἐπιχειρῶν διὰ τὸ ἀνεπίδεικτον, ὥσπερ ἔφην, τῆς εὐλαβείας;

Καὶ λαθὼν ἂν ἦν παντάπασιν, εἰ μή ποτε ἀθρόως ἐπεισελθὼν ἐγὼ, καὶ χαμευνίας σύμβολα θεασάμενος, καὶ τῶν περὶ αὐτὸν πυθόμενος, τίνα ταῦτ᾽ ἦν, ἔγνων τῆς νυκτὸς τὸ μυστήριον. ΛΓʹ. Ἕτερον δὲ τοῦ αὐτοῦ καιροῦ καὶ τῆς αὐτῆς ἀνδρίας διήγημα· ἐστασίαζεν ἡ Καισαρέων πόλις περὶ προβολὴν ἀρχιερέως, τοῦ μὲν ὑπεξελθόντος, τοῦ δὲ ἐπιζητουμένου, καὶ ἡ στάσις θερμὴ, καὶ μὴ ῥᾳδίαν τὴν λύσιν ἔχουσα. Φύσει τε γὰρ περὶ τοῦτο μάλιστα στασιώδης ἡ πόλις, διὰ θερμότητα πίστεως, καὶ τὸ τῆς καθέδρας ἐπίδοξον, πλείω τὴν φιλονεικίαν εἰργάζετο. Ταῦτα ἦν, καὶ παρῆσαν τῶν ἐπισκόπων τινὲς τὸν ἀρχιερέα δώσοντες· ὡς δὲ εἰς πλείους τοῦ δήμου διαιρεθέντος, καὶ ἄλλων ἄλλον προβαλλομένων, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, ὡς ἕκαστος ἔτυχεν ἢ φιλίας πρός τινας ἔχων, ἢ πρὸς Θεὸν εὐλαβείας, τέλος συμφρονήσας ὁ δῆμος ἅπας, τῶν πρώτων παρ᾽ αὐτοῖς ἕνα, βίῳ μὲν ἐξειλεγμένον, οὔπω δὲ τῷ θείῳ βαπτίσματι κατεσφραγισμένον, τοῦτον ἄκοντα συναρπάσαντες, καὶ ἅμα στρατιωτικῆς χειρὸς συλλαβομένης αὐτοῖς τηνικαῦτα ἐπιδημούσης ἐπὶ τὸ βῆμα ἔθεσαν, καὶ τοῖς ἐπισκόποις προσήγαγον, τελεσθῆναί τε ἠξίουν καὶ κηρυχθῆναι, πειθοῖ βίαν ἀναμίξαντες· οὐ λίαν μὲν εὐτάκτως, λίαν δὲ πιστῶς καὶ διαπύρως. Κἀνταῦθα οὐκ ἔστιν εἰπεῖν, ὅντινα εὐδοκιμώτερον ἐκείνου καὶ θεοσεβέστερον διέδειξεν ὁ καιρός. Τί γὰρ γίνεται, καὶ ποῖ προῆλθεν ἡ στάσις;

Ἐβιάσθησαν, ἥγνισαν, ἀνεκήρυξαν, ἐπὶ τὸν θρόνον ἔθεσαν, χειρὶ μᾶλλον ἢ γνώμῃ καὶ διαθέσει πνεύματος· ἐδηλώθη δὲ τοῖς μετὰ ταῦτα.

Ὡς γὰρ ἀπηλλάγησαν ἄσμενοι, καὶ γνώμης ἐγένοντο κύριοι, βουλὴν βουλεύονται σὺν ἀλλήλοις, οὐκ οἶδα μὲν εἰ πνευματικὴν, βουλεύονται δ᾽ ὅμως, μηδὲν κύριον ἡγεῖσθαι τῶν πεπραγμένων, μηδὲ τὴν κατάστασιν ἔγκριτον· τήν τε βίαν ἐπικαλοῦντες αὐτῷ, μηδὲν ἧττον βιασθέντι, καὶ ῥημάτων λαμβανόμενοί τινων, ὡς εἰρημένων τηνικαῦτα προπετέστερον ἢ σοφώτερον.

Οὐ μὴν ὁ μέγας ἀρχιερεὺς, καὶ δίκαιος τῶν πραγμάτων ἐξεταστὴς, ἢ συναπήχθη τοῖς ταῦτα βουλευομένοις, ἢ τὴν γνώμην ἐπῄνεσεν· ἀλλ᾽ ἔμεινεν ἀκλινὴς καὶ ἀήττητος, οὐδέν γε ἧττον ἢ μηδὲ βιασθεὶς ὅλως. Χρῆναι γὰρ, κοινῆς οὔσης τῆς βίας, ἢ κατηγοροῦντας ἀντικατηγορεῖσθαι, ἢ ἀφιέντας ἀφίεσθαι, ἢ τό γε δικαιότερον, μήτ᾽ ἀφιέντας ἀφίεσθαι.

Εἰ μὲν γὰρ αὐτοὺς εἶναι συγγνώμης ἀξίους, κἀκεῖνον πάντως· εἰ δὲ μηδαμῶς ἐκεῖνον, σχολῇ γὰρ ἂν αὐτούς. Πολλῷ γὰρ βέλτιον εἶναι, τότε κινδυνεύειν καὶ ἀντιτείνειν μέχρι παντὸς, ἢ ὕστερον ἐπιβουλεύειν, κἀν τούτῳ τῷ καιρῷ μάλιστα, ἡνίκα καὶ τὰς οὔσας ἔχθρας καταλύειν ἄμεινον ἦν, ἢ τὰς οὐκ οὔσας περινοεῖν· εἶχε γὰρ οὕτως.

ΛΔʹ. Παρῆν μὲν ὁ βασιλεὺς βρέμων Χριστιανοῖς, δι᾽ ὀργῆς δὲ ἡ χειροτονία, ἠπειλεῖτο δὲ ὁ προβληθείς· ἐπὶ ξυροῦ δὲ ἡ πόλις, ἢ μηκέτ᾽ εἶναι μετὰ τὴν ἡμέραν ἐκείνην, ἢ περισωθῆναι, καί τινος φιλανθρωπίας τυχεῖν. Προσεγεγόνει γὰρ οἷς παρώξυντο περὶ τῆς Τύχης, ἐν καιρῷ τῆς εὐτυχίας περιλυθείσης, καὶ ἡ περὶ τὸν ἄνδρα καινοτομία, ὡς τῶν δημοσίων σεσυλημένων.

Ἐζήτει δὲ ὁ τοῦ ἔθνους ἄρχων ὅ τι χαρίσαιτο τῷ καιρῷ, κἀκεῖνον τί διαθείη κακὸν, οὐδὲ ἄλλως πρὸς αὐτὸν ἔχων ἐπιτηδείως, ἀλλ᾽ ὡς ἐξ ἀντιπολιτείας διάφορος ὤν. Ἐκάλει δὲ δι᾽ ἐπιστολῶν τοὺς χειροτονήσαντας ὡς κατηγορήσοντας, οὐκ ἔτι ἀπραγμόνως, ἀλλ᾽ ἤδη τι καὶ ἀπειλῆς προστιθεὶς, ὡς τοῦτο ἀπαιτοῦντος τοῦ βασιλέως. Τότε τοίνυν καὶ πρὸς αὐτὸν ἐλθούσης ἐπιστολῆς, οὐδὲν δείσας, οὐδὲ μικρὸν ἐπισχὼν (σκοπῶμεν τὴν παῤῥησίαν, ὅση καὶ μεθ᾽ ὅσου τοῦ πνεύματος, ἐκ τῶν ἀντεπεσταλμένων), Ἡμεῖς, φησὶν, ὦ κράτιστε ἡγεμὼν, πάντων τῶν πραττομένων ἔχομεν ἐξεταστὴν ἕνα καὶ βασιλέα, τὸν νῦν πολεμούμενον· ἐκεῖνος καὶ τὴν νῦν ἐξετάσει χειροτονίαν, ἣν ἔνθεσμον καὶ φίλην αὐτῷ πεποιήμεθα. Ὑμῖν δὲ ἄλλο μέν τι βιάζεσθαι βουλομένοις, καὶ πάνυ ῥᾷστον· τοῦτο δὲ οὐδεὶς ἡμᾶς ἀφαιρήσεται, τὸ συνηγορεῖν, ὡς ὀρθῶς καὶ δικαίως πεπραγμένοις, τοῖς πεπραγμένοις· εἰ μὴ καὶ τοῦτον θείητε τὸν νόμον, οἷς οὐ θεμιτὸν παρακύπτειν εἰς τὰ ἡμέτερα. Τοῦτο τὸ γράμμα καὶ αὐτὸς ἐθαύμασεν ὁ δεξάμενος, εἰ καὶ πρὸς ὀλίγον ἐχαλέπῃνεν, ὡς οἱ πολλοὶ τῶν τὰ ἐκείνου καλῶς γιγνωσκόντων ἀπήγγελλον· τοῦτο καὶ βασιλέως τὴν ὁρμὴν ἔστησε, καὶ τοῦ κινδύνου τὴν πόλιν ἀπήλλαξεν, οὐ φαύλως δ᾽ ἂν προσθείην, ὅτι καὶ τῆς αἰσχύνης ἡμᾶς.

Τούτου τοῦ μικροπολίτου τὸ ἔργον, καὶ τῆς καθέδρας τὰ δεύτερα ἔχοντος. Ἆρ᾽ οὐ πολλῷ βέλτιον οὕτω πρωτεύειν, ἢ ἀπὸ τῶν ὑψηλοτέρων θρόνων φθέγγεσθαι, καὶ κρατεῖν ἐν τοῖς πράγμασι μᾶλλον ἢ τοῖς ὀνόμασιν;

ΛΕʹ. Ὃ δὲ τελευταῖον μὲν τῶν ἐκείνου τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει καὶ μέγιστον, τίς οὕτως ἔξω τῆς καθ᾽ ἡμᾶς οἰκουμένης, ὥστε ἀγνοεῖν; Ἐστασίαζε πάλιν ἡ αὐτὴ πόλις ἐπὶ τοῖς αὐτοῖς, τάχιστα προσληφθέντος τοῦ καλῶς βιασθέντος, καὶ πρὸς Θεὸν ἐκδημήσαντος, ὑπὲρ οὗ γενναίως καὶ ἀνδρικῶς ἐν τοῖς διωγμοῖς ἠγωνίσατο. Καὶ ἡ στάσις ἦν, ὅσῳ θερμοτέρα, τοσούτῳ καὶ ἀλογωτέρα. Οὐ γὰρ ἠγνοεῖτο τὸ ὑπεραῖρον, ὥσπερ οὐδ᾽ ἐν ἀστράσιν ἥλιος· ἀλλὰ καὶ λίαν ἐπίδηλον ἦν, τοῖς τε ἄλλοις ἅπασι, καὶ τοῦ λαοῦ μάλιστα τῷ ἐγκρίτῳ τε καὶ καθαρωτάτῳ, ὅσον τε περὶ τὸ βῆμα, καὶ ὅσον ἐν τοῖς καθ᾽ ἡμᾶς Ναζιραίοις· ἐφ᾽ οἷς ἔδει τὰς τοιαύτας προβολὰς κεῖσθαι μόνοις, ἢ ὅτι μάλιστα, καὶ οὐδὲν ἂν ἦν ταῖς Ἐκκλησίαις κακόν· ἀλλὰ μὴ τοῖς εὐπορωτάτοις τε καὶ δυνατωτάτοις, ἢ φορᾷ δήμου καὶ ἀλογίᾳ, καὶ τούτων αὐτῶν μάλιστα τοῖς εὐωνοτάτοις. Νῦν δὲ κινδυνεύω τὰς δημοσίας ἀρχὰς εὐτακτωτέρας ὑπολαμβάνειν τῶν ἡμετέρων, αἷς ἡ θεία χάρις ἐπιφημίζεται· καὶ βελτίω τῶν τοιούτων διοικητὴν φόβον, ἢ λόγον.

Ἐπεὶ τίς ἂν ἐπ᾽ ἄλλον ἦλθε τῶν εὖ φρονούντων, σὲ παραλιπὼν, ὦ θεία καὶ ἱερὰ κεφαλὴ, τὸν ἐπὶ τῶν χειρῶν Κυρίου ἐζωγραφημένον, τὸν ἄζυγα, τὸν ἀκτήμονα, τὸν ἄσαρκον μικροῦ καὶ ἀναίμονα, τὸν ἐν λόγοις μετὰ τὸν Λόγον, τὸν ἐν φιλοσόφοις σοφὸν, τὸν ἐν κοσμικοῖς ὑπερκόσμιον, τὸν ἐμὸν ἑταῖρον καὶ συνεργὸν, τὸν συμμεριστὴν τῆς ψυχῆς, ἵν᾽ εἴπω τι τολμηρότερον, καὶ βίου κοινωνὸν καὶ παιδεύσεως;

Ἐβουλόμην ἐλευθερίαν ἔχειν τὸν λόγον, ἐν ἄλλοις σε γράφων, ἀλλὰ μὴ παρόντος σου τὰ τοιαῦτα ἐξετάζεσθαι, καὶ ὑφίεσθαι τὰ πλείω διὰ κολακείας ὑπόνοιαν. Ἀλλ᾽ ὅ μοι λέγειν ὁ λόγος ὥρμησε, τὸ Πνεῦμα μὲν ᾔδει τὸν ἑαυτοῦ (πῶς γὰρ οὔ;)· ἀντεστάτει δὲ ὁ φθόνος· τὸ δὲ ὧν, αἰσχύνομαι λέγειν· εἴθε δὲ μηδ᾽ ἄλλων λεγόντων ἀκούειν ἦν, καὶ κωμῳδούντων ἐπιμελῶς τὰ ἡμέτερα. Τοῦτο μὲν οὖν, καθάπερ οἱ ποταμοὶ τῶν πετρῶν τὰς ἐν μέσῳ τῷ ῥεύματι, παραδράμωμεν, σιωπῇ τιμῶντες τὰ λήθης ἄξια· αὐτοὶ δὲ πρὸς τὰ ἑξῆς τοῦ λόγου προΐωμεν.

ΛϚʹ. ᾜδει τὰ τοῦ Πνεύματος ἀκριβῶς ὁ τοῦ Πνεύματος· καὶ διὰ τοῦτο μηδὲν ταπεινὸν φρονεῖν ᾤετο δεῖν, μηδὲ κατὰ συστάσεις καὶ προλήψεις μάχεσθαι, χάριτι πλέον ἢ Θεῷ νέμοντας· ἀλλὰ πρὸς ἓν βλέπειν μόνον, τὸ τῶν Ἐκκλησιῶν ὄφελος, καὶ τὴν κοινὴν σωτηρίαν. Διὰ τοῦτο ἔγραφεν, ἐνουθέτει, συνήρμοζε τὸν λαὸν, τοὺς ἱερέας, τούς τε ἄλλους καὶ ὅσοι τοῦ βήματος, διεμαρτύρετο, ἐψηφίζετο, ἐχειροτόνει καὶ μήπω παρών· ἐδίδου τῇ πολιᾷ τὸ ἐναυθεντεῖν, ὡς οἰκείοις, τοῖς ἀλλοτρίοις. Καὶ τέλος, ἐπειδὴ κανονικὴν ἔδει γενέσθαι τὴν χειροτονίαν αὐτῷ, λείποντος ἑνὸς τῷ ἀριθμῷ τῶν ἀνακηρυξόντων, τοῦ σκίμποδος ἑαυτὸν ἀποσπάσας, γήρᾳ καὶ νόσῳ συντετριμμένος, ἐπὶ τὴν πόλιν νεανικῶς ἵεται· μᾶλλον δὲ φέρεται νεκρῷ τῷ σώματι, καὶ μικρὰ πνέοντι· καλὸν ἐντάφιον αὐτῷ, κἂν εἴ τι δέοι παθεῖν, τὴν σπουδὴν ἐκείνην ἔσεσθαι πεπεισμένος. Γίνεται δέ τι κἀνταῦθα σημεῖον οὐκ ἀπιστούμενον· Ῥώννυται τῷ πόνῳ, νεάζει τῇ προθυμίᾳ, οἰκονομεῖ, παρατάσσεται, τίθησιν ἐπὶ τοῦ θρόνου, προπέμπεται, οὐκ ἔτι σορῷ τῷ φορείῳ, κιβωτῷ δὲ θείᾳ χρησάμενος. Ἣν δὲ ἄρτι μακροθυμίαν ἐπαινῶν ἐπαυσάμην, ταύτην ἐνταῦθα καὶ πλέον δείκνυσιν.

Οὐ γὰρ φερόντων τῶν συλλειτουργῶν τὴν αἰσχύνην τῆς ἥττης, καὶ τὴν ἐν τοῖς πράγμασι τοῦ γέροντος δυναστείαν, καὶ διὰ τοῦτο δυσχεραινόντων αὐτῷ καὶ λοιδορουμένων, ἵσχυσεν οἷς ἐκαρτέρει καὶ τούτων ὑπεράνω γενέσθαι, μέγιστον εὑρὼν εἰς συμμαχίαν τὴν ἐπιείκειαν, καὶ τὸ μὴ ἀντιλοιδορεῖν λοιδορούμενον. Τί γὰρ εἶναι δεινὸν, εἰ τοῖς πράγμασι νικήσας, φέροι τῇ γλώσσῃ νικώμενος, Τοιγαροῦν οὕτω κἀκείνους εἷλε τῇ μακροθυμίᾳ, προσλαβὼν καὶ τὸν χρόνον τῆς γνώμης σύμμαχον, ὥστε ἀπελογοῦντο, προσέπιπτον, μεταβάλλοντες εἰς θαῦμα τὴν ἀγανάκτησιν. ᾘσχύνοντο τοῖς προτέροις, ἐχρῶντο πατριάρχῃ, καὶ νομοθέτῃ, καὶ δικαστῇ, τὸ μισεῖν ἀποῤῥίψαντες.

ΛΖʹ. Τοῦ δὲ αὐτοῦ ζήλου καὶ ἡ κατὰ τῶν αἱρετικῶν ἔνστασις, ἡνίκα ἐπεστράτευσαν ἡμῖν μετὰ τῆς βασιλικῆς ἀσεβείας, ὡς καταστρεφόμενοι καὶ ἡμᾶς, καὶ τοῖς ἄλλοις προσθήσοντες, ἤδη σχεδὸν πᾶσι δεδουλωμένοις. Οὐδὲ γὰρ ἐνταῦθα μικρόν τι μέρος ἡμῖν συνεισήνεγκε, καὶ παρ᾽ ἑαυτοῦ καὶ παρ᾽ ἡμῶν ἴσως· οὓς ἐπῆγεν ἐκείνοις, ὡς πικροτάτοις θηρίοις, οὐκ ἀγεννεῖς σκύλακας, γυμνάζων πρὸς τὴν εὐσέβειαν.

Ἓν ἀμφοτέροις μέμφομαι (καί μοι μηδὲν δυσχεράνητε τῆς παῤῥησίας· ἐκρήξω γὰρ τὸ λυποῦν, εἰ καὶ φορτικώτερον), ὅτι με τοῖς τοῦ βίου κακοῖς δυσχεραίνοντα, καὶ τῆς ἐρημίας ἐρῶντα, ὡς οὐκ οἶδ᾽ εἴ τις ἄλλος τῶν καθ᾽ ἡμᾶς, καὶ τὴν κοινὴν ταύτην ζάλην καὶ κόνιν, ὡς ἔχω τάχους, ἐκκλίνειν φιλονεικοῦντα, καὶ εἰς τὸ ἀσφαλὲς ἀποσώζεσθαι, οὐκ οἶδ᾽ ὅπως τῇ φορτικῇ καὶ ἐπιβούλῳ τῶν ψυχῶν ἀγορᾷ ταύτῃ φέροντες παραδεδώκατε, δι᾽ εὐπρεποῦς ὀνόματος τῆς ἱερωσύνης. Ἐξ ὧν ἤδη μοι τὰ μὲν συνέβη κακὰ, τὰ δὲ ἐλπίζεται. Τὸ γὰρ ἤδη παθεῖν, καὶ πρὸς τὸ μέλλον πως δύσελπι, κἂν ὁ λογισμὸς ἄλλο τι πείθῃ, τὸ κρεῖττον ὑποτιθέμενος.