Τοιοῦτος μὲν ὁ βίος αὐτῷ, τοιαύτη δὲ ἡ τοῦ βίου συμπλήρωσις καὶ τελείωσις. ΛΘʹ. Ἐπεὶ δὲ καὶ μνημόσυνον τῆς ἐκείνου μεγαλοψυχίας ἔδει τῷ βίῳ καταλειφθῆναι, τί μᾶλλον ἔδει, ἢ τὸν νεὼν τοῦτον, ὃν Θεῷ τε ἤγειρε καὶ ἡμῖν, ὀλίγα μὲν τῷ λαῷ προσχρησάμενος, τὰ πλείω δὲ οἴκοθεν εἰσενεγκών; Ἔργον οὐ σιωπῆς ἄξιον, μεγέθει μὲν ὑπὲρ τοὺς πολλοὺς, κάλλει δὲ σχεδὸν ὑπὲρ ἅπαντας· ὀκτὼ μὲν ἰσοπλεύροις εὐθείαις εἰς ἑαυτὸν ἀπαντῶντα, κιόνων δὲ καὶ στοῶν κάλλεσι διωρόφων εἰς ὕψος αἰρόμενον, καὶ τοῖς ὑπὲρ αὐτῶν πλάσμασιν οὐ λειπομένοις τῆς φύσεως· οὐρανῷ δὲ ἄνωθεν καταστράπτοντα, πηγαῖς δὲ φωτὸς πλουσίαις τὰς ὄψεις περιαυγάζοντα, ὥσπερ ἀληθῶς φωτὸς οἰκητήριον· δρόμοις τε ἀμφιθέτοις ὕλης τῆς λαμπροτάτης ἰσογωνίοις κυκλούμενον, καὶ πολὺν τὸν ἐν μέσῳ τόπον περιλαμβάνουσι· πυλῶν δὲ καὶ προπυλαίων προλάμποντα χάρισι, καὶ πόῤῥωθεν τοὺς προσιόντας δεξιούμενον. Καὶ οὔπω λέγω τὸν ἔξωθεν κόσμον, λίθου τετραπέδου, καὶ εἰς τρίχα συνηρμοσμένου κάλλος καὶ μέγεθος, ὅσος τε καὶ μαρμάρεος ἐν ἕδραις καὶ κεφαλίσιν, αἳ τὰς γωνίας διειλήφασι, καὶ ὅσος ἐπιχώριος μηδὲν τοῦ ξένου λειπόμενος· ζώνας τε πολυειδεῖς καὶ ποικίλας προβεβλημένας τε καὶ ἐνυφασμένας, ἀπὸ κρηπῖδος εἰς κορυφὴν, ἣ ζημιοῖ τὸν θεατὴν, τὴν ὄψιν ὁρίζουσα. Πῶς ἂν ὁ λόγος ἔργον τοσούτου χρόνου, καὶ πόνου, καὶ τοσαύτης χειρὸς οὕτως ἐν βραχεῖ παραστήσειεν;