Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν σιωπῶντα πατέρα

Γρηγόριος ὁ Ναζιανζηνός

Η αναγκαιότητα της επίγειας κάθαρσης και η αναμονή της τελικής Κρίσεως

Τονίζεται η κρισιμότητα της μετάνοιας κατά τον παρόντα βίο, καθώς μετά θάνατον δεν υπάρχει δυνατότητα απολογίας. Η παρούσα θλίψη παραλληλίζεται με τις πληγές της Αιγύπτου, ως αυστηρή προειδοποίηση ενώπιον της τελικής ανταπόδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 5

Ζʹ. Οἶδα στιλβουμένην ῥομφαίαν, καὶ μεθύουσαν μάχαιραν ἐν τῷ οὐρανῷ, σφάζειν, ἐξουθενεῖν, ἀτεκνοῦν κελευομένην, ἕως σαρκῶν, καὶ μυελῶν, καὶ ὀστέων μὴ φείδεσθαι. Οἶδα, ὡς ἄρκτον ἀπορουμένην, τὸν ἀπαθῆ, καὶ ὡς πάρδαλιν ἀπαντῶντα κατὰ τὴν ὁδὸν Ἀσσυρίων, οὐ τῶν τότε μόνον, ἀλλὰ καὶ εἴ τις νῦν τὴν κακίαν Ἀσσύριος· καὶ οὐκ ἐνὸν φυγεῖν τὸ κράτος τῆς ὀργῆς αὐτοῦ καὶ τὸ τάχος, ὅταν γρηγορήσῃ ἐπὶ τὰ ἀσεβήματα ἡμῶν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ καταδιώκῃ ζῆλος, ἐσθίειν εἰδὼς τοὺς ὑπεναντίους. Οἶδα ἐκτιναγμὸν, καὶ ἀνατιναγμὸν, καὶ βρασμὸν, καὶ καρδίας θραυσμὸν, καὶ παράλυσιν γονάτων, καὶ τοιαῦτα ὄντα τὰ τῶν ἀσεβῶν ἐπιτίμια· ἐῶ γὰρ λέγειν τὰ ἐκεῖθεν δικαιωτήρια, οἷς ἡ ἐνταῦθα φειδὼ παραδίδωσιν, ὡς βέλτιον εἶναι νῦν παιδευθῆναι καὶ καθαρθῆναι, ἢ τῇ ἐκεῖθεν βασάνῳ παραπεμφθῆναι, ἡνίκα κολάσεως καιρὸς, οὐ καθάρσεως.

Ὥσπερ γὰρ θανάτου κρείττων ὁ ἐνταῦθα Θεοῦ μνημονεύων, καὶ κάλλιστα τῷ θείῳ Δαβὶδ τοῦτο πεφιλοσόφηται· οὕτως οὐκ ἔστιν ἐν ᾅδῃ τοῖς ἀπελθοῦσιν ἐξομολόγησις καὶ διόρθωσις. Συνέκλεισε γὰρ ὁ Θεὸς ἐνταῦθα μὲν καὶ βίον καὶ πρᾶξιν, ἐκεῖ δὲ τὴν τῶν πεπραγμένων ἐξέτασιν.

Ηʹ. Τί ποιήσομεν ἐν ἡμέρᾳ ἐπαγωγῆς, ᾗ με ἐκφοβεῖ τις τῶν προφητῶν, εἴτε δικαιολογίας τοῦ Θεοῦ πρὸς ἡμᾶς, εἴτε τῆς ἐπὶ τῶν ὀρέων καὶ βουνῶν, ὅπερ ἠκούσαμεν, εἴτε τῆς ὁποιασοῦν καὶ ἐφ᾽ ὧν δήποτε γινομένης ὅταν διελέγχῃ τε πρὸς ἡμᾶς, καὶ ἀντικαθιστῆται κατὰ πρόσωπον ἡμῶν ἱστὰς τὰ ἁμαρτήματα, τοὺς πικροὺς κατηγόρους, καὶ οἷς εὖ πεπόνθαμεν, ἃ ἠνομήσαμεν ἀντεξάγων, καὶ λογισμῷ λογισμὸν πλήσσων, καὶ πράξει πρᾶξιν εὐθύνων, καὶ τὸ τῆς εἰκόνος ἀπαιτῶν ἀξίωμα, τῇ κακίᾳ συνθολωθείσης καὶ συγχυθείσης, τὸ τελευταῖον ἀπάγει αὐτοὺς ὑφ᾽ ἑαυτῶν κατεγνωσμένους, καὶ κατακεκριμένους, καὶ οὐδὲ ὡς ἄδικα πάσχομεν εἰπεῖν ἔχοντας, ὅπερ ἐνταῦθα τοῖς πάσχουσιν ἔστιν ὅτε ἱκανὸν εἰς παραμυθίαν τῆς κατακρίσεως;

Θʹ. Ἐκεῖ δὲ τίς συνήγορος; ποῖα σκῆψις; τίς ψευδὴς ἀπολογία; ποία πιθανότης ἔντεχνος; τίς ἐπίνοια κατὰ τῆς ἀληθείας παραλογιεῖται τὸ δικαστήριον, καὶ κλέψει τὴν ὀρθὴν κρίσιν, τοῖς πᾶσι πάντα ἐν ζυγῷ τιθεῖσαν, καὶ πρᾶξιν, καὶ λόγον, καὶ διανόημα, καὶ ἀντισηκοῦσαν τοῖς πονηροῖς τὰ βελτίονα, ἵνα τὸ ῥέπον νικήσῃ, καὶ μετὰ τοῦ πλείονος ἡ ψῆφος γένηται, μεθ᾽ ἣν οὐκ ἔφεσις, οὐ κριτὴς ὑψηλότερος, οὐκ ἀπολογία δι᾽ ἔργων δευτέρων, οὐκ ἔλαιον παρὰ τῶν φρονίμων παρθένων, ἢ τῶν πωλούντων, ταῖς ἐκλειπούσαις λαμπάσιν, οὐ μεταμέλεια πλουσίου φλογὶ τηκομένου, καὶ τοῖς οἰκείοις ἐπιζητοῦντος διόρθωσιν, οὐ προθεσμία μεταποιήσεως· ἀλλὰ καὶ μόνον, καὶ τελευταῖον, καὶ φοβερὸν τὸ κριτήριον, καὶ δίκαιον πλέον ἢ ὅσον ἐπίφοβον, μᾶλλον δὲ διὰ τοῦτο καὶ φοβερώτερον, ὅτι καὶ δίκαιον;

Ἡνίκα θρόνοι προτίθενται, καὶ Παλαιὸς ἡμερῶν προκαθέζεται, καὶ βίβλοι ἀνοίγονται, καὶ ποταμὸς πυρὸς ἕλκεται, καὶ τὸ φῶς ἔμπροσθεν, καὶ τὸ σκότος ἡτοιμασμένον· καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, τῆς ἐν Χριστῷ νῦν κρυπτομένης, καὶ ὕστερον αὐτῷ συμφανερουμένης· οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, ἣν ἤδη παρὰ τοῦ κρίνοντος αὐτοὺς λόγου οἱ μὴ πιστεύσαντες κατεκρίθησαν· καὶ τοὺς μὲν τὸ ἄφραστον φῶς διαδέξεται, καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία Τριάδος ἐλλαμπούσης τρανώτερόν τε καὶ καθαρώτερον, καὶ ὅλης ὅλῳ νοῒ μιγνυμένης, ἣν δὴ καὶ μόνην μάλιστα βασιλείαν οὐρανῶν ἐγὼ τίθεμαι· τοῖς δὲ μετὰ τῶν ἄλλων βάσανος, μᾶλλον δὲ πρὸ τῶν ἄλλων, τὸ ἀπεῤῥίφθαι Θεοῦ, καὶ ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα. Καὶ ταῦτα μὲν ὕστερον.

Ιʹ. Νῦν δὲ τί ποιήσωμεν, ἀδελφοὶ, συντετριμμένοι, καὶ τεταπεινωμένοι, καὶ μεθύοντες, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου, τοῦ πρὸς ὀλίγον σαλεύοντος καὶ σκοτίζοντος, ἀλλ᾽ ἀπὸ τῆς πληγῆς ἣν ἐπήγαγε Κύριος, ὁ λέγων· Καὶ σὺ, καρδία, σείσθητι καὶ σαλεύθητι· καὶ ποτίζων τοὺς καταφρονητὰς πνεῦμα λύπης καὶ κατανύξεως· πρὸς οὓς καὶ λέγεται· Ἴδετε, οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε; Πῶς οἴσομεν αὐτοῦ τοὺς ἐλεγμούς· ἢ τίνα δώσομεν τὴν ἀπόκρισιν, ὅταν ἐπὶ τῷ πλήθει τῶν εὐεργεσιῶν, ἐφ᾽ αἷς ἀχάριστοι μεμενήκαμεν, ἔτι καὶ τὰς πληγὰς ἡμῖν ὀνειδίζῃ, καὶ ἀπαριθμῆται τὴν ἰατρείαν, ἐξ ἧς οὐ τεθεραπεύμεθα;

Καὶ τέκνα μὲν, ἀλλὰ μωμητὰ καλῶν λέγῃ, καὶ υἱοὺς μὲν, ἀλλ᾽ ἀλλοτρίους καὶ χωλάναντας ἀπὸ τῶν τρίβων αὑτῶν δι᾽ ἀνοδίαν τε καὶ τραχύτητα· Πῶς ἔδει, καὶ πόθεν ὑμᾶς παιδευθῆναι, καὶ οὐ πεπαίδευκα; Δι᾽ ἁπαλωτέρων φαρμάκων; ἐπήγαγον. Παρῆκα τὸ Αἰγύπτιον αἷμα πινόμενον ἐκ πηγῶν καὶ ποταμῶν καὶ πάσης συναγωγῆς ὕδατος, τὴν πρώτην πληγήν.

Παρῆλθον τοὺς βατράχους, καὶ τὸν σκνῖπα, καὶ τὴν κυνόμυιαν, τὰς ἑξῆς μάστιγας· ἀπὸ δὲ τῶν κτηνῶν, καὶ τῶν βοῶν, καὶ τῶν προβάτων ἠρξάμην, τῆς πέμπτης πληγῆς, καὶ τοῖς ἀλόγοις ἐνέσκηψα, ἔτι τῶν λογικῶν φειδόμενος. Οὐδὲν πρὸς ὑμᾶς ἡ θραῦσις· ἀλλὰ γεγόνατέ μοι καὶ τῶν πληγέντων ἀλογώτεροι, καὶ ἀπαιδευτότεροι. Ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετόν· μερὶς μία ἐβράχη· καὶ μερὶς ἐφ᾽ ἣν οὐκ ἔβρεξα, ἐξηράνθη· καὶ εἴπατε· Ἀνδριούμεθα. Ἐπήγαγον ὑμῖν χάλαζαν, τῇ ἐναντίᾳ πληγῇ παιδεύων, ἀμπελῶνας ὑμῶν καὶ δρυμῶνας καὶ γεννήματα ὑμῶν ἐξεθέρισα· καὶ τὴν κακίαν ὑμῶν οὐ συνέτριψα.

ΙΑʹ. Γινώσκω, ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· ταῦτα τυχὸν ἐρεῖ πρὸς ἐμὲ, τὸν μηδὲ ταῖς πληγαῖς νουθετούμενον· ὁ ἀθετῶν ἀθετεῖ· ὁ ἀνομῶν ἀνομεῖ· οὐδὲν ἡ ἄνωθεν νουθεσία· οὐδὲν αἱ μάστιγες. Ἐξέλιπε φυσητὴρ, ἐξέλιπε μόλιβδος, ἃ καὶ διὰ Ἱερεμίου πρότερον ὑμῖν ὠνείδισα· Εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· πονηρίαι ὑμῶν οὐκ ἐτάκησαν. Μὴ ἐμὲ ὑπομενεῖτε, λέγει Κύριος, ὠργισμένον; Ἢ οὐκ ἰσχύει ἡ χείρ μου καὶ ἄλλας ἐπενεγκεῖν πληγάς; Ἔτι παρ᾽ ἐμοὶ καὶ φλυκτίδες ἀναζέουσαι ἀπὸ καμινιαίας. αἰθάλης, ἣν πάσσων εἰς οὐρανὸν Μωϋσῆς, ἢ εἴ τις κατ᾽ ἐκεῖνον ὑπηρέτης Θεοῦ κινήσεως, παιδεύει νόσῳ τὴν Αἴγυπτον. Ἔτι καὶ ἀκρὶς, καὶ σκότος ψηλαφητὸν, καὶ ἡ τελευταία πληγὴ τῇ τάξει, πρώτη δὲ τῷ πόνῳ καὶ τῇ δυνάμει, ἡ τῶν πρωτοτόκων φθορὰ καὶ ἀπώλεια, ἣν ὥστε φυγεῖν, καὶ ἀποστρέψαι τὸν ὀλοθρευτὴν, χρῖσαι τὰς τοῦ νοῦ φλιὰς ἄμεινον, θεωρίαν καὶ πρᾶξιν, τῇ μεγάλῃ καὶ σωτηρίῳ σφραγῖδι, τῷ τῆς Καινῆς Διαθήκης αἵματι, Χριστῷ καὶ συσταυρουμένους, καὶ συναποθνήσκοντας, ὥστε καὶ συναναστῆναι, καὶ συνδοξασθῆναι, καὶ συμβασιλεῦσαι, νῦν τε καὶ κατὰ τὴν τελευταίαν αὐτοῦ φανέρωσιν· ἀλλὰ μὴ θραυσθῆναι, μηδὲ συντριβῆναι, μηδὲ θρηνῆσαι, πλήσσοντος ἡμᾶς ἀωρίᾳ, καὶ ἐν τῷ σκοτεινῷ τούτῳ βίῳ τοῦ Πονηροῦ, καὶ ὀλοθρεύοντος τὰ πρωτότοκα, καὶ Θεῷ καθιερωμένα τῆς ζωῆς ἡμῶν γεννήματα καὶ κινήματα.