Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν σιωπῶντα πατέρα

Γρηγόριος ὁ Ναζιανζηνός

Προτροπή προς τον πατέρα για διακοπή της σιωπής και ποιμαντική καθοδήγηση

Ο ομιλητής καλεί τον πατέρα του να λύσει τη σιωπή του, εξαίροντας την αληθινή σοφία που ταυτίζεται με τον ενάρετο βίο έναντι της απλής ρητορικής, και ζητά από αυτόν να ερμηνεύσει την πρόσφατη δοκιμασία του ποιμνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 5

ΛΟΓΟΣ ΙϚʹ. Εἰς τὸν πατέρα σιωπῶντα διὰ τὴν πληγὴν τῆς χαλάζης. Αʹ. Τί λύετε τάξιν ἐπαινουμένην; τί βιάζεσθε γλῶσσαν νόμῳ δουλεύουσαν; τί προκαλεῖσθε λόγον εἴκοντα πνεύματι; τί τὴν κεφαλὴν ἀφέντες, ἐπὶ τοὺς πόδας ἐσπεύσατε; τί τὸν Ἀρὼν παρατρέχοντες, τὸν Ἐλεάζαρ προβάλλεσθε; Οὐ δέχομαι πηγὴν φράσσεσθαι, καὶ χείμαῤῥον φέρεσθαι· ἥλιον κρύπτεσθαι, καὶ ἀστέρα δείκνυσθαι· τὴν πολιὰν ὑποχωρεῖν, καὶ τὴν νεότητα νομοθετεῖν· τὴν σοφίαν σιωπᾷν, καὶ τὴν ἀπειρίαν νεανιεύεσθαι. Οὔτε ὑετοῦ πάντως ὁ πλείων, τοῦ ἐλάττονος χρησιμώτερος· τί γάρ; Εἰ ὁ μὲν σφοδρότερος ὢν, παρασύρει τὴν γῆν, καὶ προσζημιοῖ τῷ κεφαλαίῳ τὸν γεωργόν· ὁ δὲ ἠρέμα χεόμενος, καὶ εἰς τὰ βάθη δυόμενος, πιαίνει τὴν ἄρουραν, καὶ ὀνίνησι τὸν ἀρόσαντα, καὶ τρέφει στάχυν εἰς καρπὸν ὥριμον. Οὔτε ἐν λόγοις ὁ δαψιλέστερος, τοῦ σοφωτέρου λυσιτελέστερος. Ὁ μὲν γὰρ ἴσως ὀλίγον εὐφράνας ἀπῆλθε, καὶ ὁμοῦ τῷ πληγέντι ἀέρι διελύθη, μηδὲν δυνηθεὶς ὑπὲρ τοῦτο, καὶ τὴν λίχνον ἀκοὴν τῇ εὐγλωττίᾳ κατεγοήτευσεν. Ὁ δὲ εἰς τὸν νοῦν διέβη καὶ πλατύνας τὸ στόμα ἐπλήρωσε Πνεύματος, καὶ τῆς γεννήσεως ὤφθη μακρότερος, καὶ πολλὰ ἐν ὀλίγαις συλλαβαῖς ἐγεώργησε.

Βʹ. Καὶ οὔπω λέγω τὴν ἀληθινὴν σοφίαν καὶ πρώτην, ἣν ὁ θαυμάσιος ὅδε γεωργὸς καὶ ποιμὴν τὰ πρῶτα φέρεται. Σοφία πρώτη, βίος ἐπαινετὸς καὶ Θεῷ κεκαθαρμένος, ἢ καθαιρόμενος, τῷ καθαρωτάτῳ καὶ λαμπροτάτῳ, καὶ μόνην ἀπαιτοῦντι παρ᾽ ἡμῶν θυσίαν, τὴν κάθαρσιν, ἣν δὲ καρδίαν συντετριμμένην, καὶ θυσίαν αἰνέσεως, καὶ καινὴν ἐν Χριστῷ κτίσιν, καὶ νέον ἄνθρωπον, καὶ τὰ τοιαῦτα, τῇ Γραφῇ καλεῖν φίλον. Σοφία πρώτη, σοφίας ὑπερορᾷν τῆς ἐν λόγῳ κειμένης, καὶ στροφαῖς λέξεων, καὶ ταῖς κιβδήλοις καὶ περιτταῖς ἀντιθέσεσιν. Ἐμοὶ δὲ γένοιτο πέντε λόγους ἐν ἐκκλησίᾳ λαλῆσαι μετὰ συνέσεως, ἢ μυρίους ἐν γλώσσῃ, καὶ φωνῇ σάλπιγγος ἀσήμῳ, τὸν ἐμὸν ὁπλίτην οὐκ ἐγειρούσῃ πρὸς τὸν πνευματικὸν πόλεμον. Ταύτην ἐπαινῶ τὴν σοφίαν ἐγὼ, ταύτην ἀσπάζομαι, δι᾽ ἣν ἀγεννεῖς ἐδοξάσθησαν, καὶ εἰς ἣν ἐξουθενήμενοι προετιμήθησαν, καὶ μεθ᾽ ἧς ἁλιεῖς τὴν οἰκουμένην ὅλην τοῖς τοῦ Εὐαγγελίου δεσμοῖς ἐσαγήνευσαν, τῷ συντετελεσμένῳ καὶ συντετμημένῳ λόγῳ, τὴν καταργουμένην σοφίαν νικήσαντες.

Οὐ γὰρ ὁ ἐν λόγῳ σοφὸς, οὗτος ἐμοὶ σοφὸς, οὐδὲ ὅστις γλῶσσαν μὲν εὔστροφον ἔχει, ψυχὴν δὲ ἄστατον καὶ ἀπαίδευτον, ὥσπερ τῶν τάφων, ὅσοι τὰ ἔξωθεν ὄντες εὐπρεπεῖς καὶ ὡραῖοι, μυδῶσι νεκροῖς τὰ ἔνδον, καὶ πολλὴν δυσωδίαν περικαλύπτουσιν· ἀλλ᾽ ὅστις ὀλίγα μὲν περὶ ἀρετῆς φθέγγεται, πολλὰ δὲ οἷς ἐνεργεῖ παραδείκνυσι, καὶ τὸ ἀξιόπιστον τῷ λόγῳ διὰ τοῦ βίου προστίθησιν.

Γʹ. Κρείσσων ἐμοὶ εὐμορφία θεωρουμένη τῆς ἐν λόγῳ ζωγραφουμένης· καὶ πλοῦτος, ὃν αἱ χεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσιν· καὶ σοφία, οὐχ ἡ τῷ λόγῳ λαμπρυνομένη, ἀλλ᾽ ἡ διὰ τῶν ἔργων ἐλεγχομένη. Σύνεσις γὰρ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν, φησὶν, ἀλλ᾽ οὐ τοῖς κηρύττουσιν· ταύτης δὲ βάσανος ἀκριβεστάτη τῆς σοφίας χρόνος, καὶ στέφανος ὄντως γῆρας καυχήσεως. Εἰ γὰρ οὐ χρὴ μακαρίζειν πρὸ τελευτῆς ἄνθρωπον, ὡς Σολομῶντι κἀμοὶ δοκεῖ, καὶ ἄδηλον ὃ παρὰ τῆς ἐπιούσης τεχθήσεται, πολλὰς στροφὰς ἐχούσης ἡμῶν τῆς κάτω ζωῆς, καὶ τοῦ τῆς ταπεινώσεως σώματος ἄνω καὶ κάτω κινουμένου καὶ μεταπίπτοντος· πῶς οὐχὶ καὶ ὁ τὸ πολὺ τοῦ βίου κενώσας ἀμέμπτως, καὶ οἷον ἤδη πρὸς λιμέσιν ὢν τοῦ κοινοῦ τῆς ζωῆς πελάγους, τοῦ πολὺν ἔχοντος ἔτι τὸν πλοῦν ἀσφαλέστερος, καὶ διὰ τοῦτο μακαριώτερος;

Δʹ. Μὴ τοίνυν ἀποκλείσῃς γλῶσσαν τὴν πολλὰ φθεγξαμένην καλῶς, ἧς οἱ καρποὶ πολλοὶ, καὶ πολλὰ τὰ τῆς δικαιοσύνης γεννήματα· ἧς πόσα τὰ τέκνα, καὶ τίνες οἱ θησαυροὶ, ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε· πᾶς ὁ λαὸς οὗτος, ὃν ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησας. Μὴ δὴ φθονήσῃς ἡμῖν τῶν χρηστῶν πλέον ἢ ὀλίγων ῥημάτων, μηδὲ τῆς μελλούσης ζημίας ἤδη δῷς τὸ προοίμιον. Φθέγξαι, βραχέα μὲν, ἀλλ᾽ ἐμοὶ φίλα καὶ ἥδιστα· οὐκ ἀκουστὰ μὲν, ἀλλὰ τῇ πνευματικῇ βοῇ γινωσκόμενα, καθ᾽ ἣν καὶ σιωπῶντος ἀκούει Μωσέως Θεός· καὶ, Τί βοᾷς πρὸς μέ; τῷ νοερῶς ἐντυγχάνοντι λέγεται. Κατάρτισαί μοι τὸν λαὸν τῷ σῷ θρέμματι, καὶ μετὰ τοῦτο ποιμένι, νῦν δὲ καὶ ἀρχιποιμένι.

Δίδαξον ἐμέ τι περὶ ποιμαντικῆς, τὸν λαὸν τοῦτον περὶ εὐπειθείας· περὶ τῆς παρούσης τι πληγῆς φιλοσόφησον, περὶ τῶν δικαίων τοῦ Θεοῦ κριμάτων, ἐάν τε καταλαμβάνωμεν ἡμεῖς, ἐάν τε ἀγνοῶμεν τὴν πολλὴν ἄβυσσον. Πῶς καὶ ἡ ἐλεημοσύνη εἰς σταθμοὺς, κατὰ τὸν ἅγιον Ἡσαΐαν (οὐδὲ γὰρ τὸ ἀγαθὸν ἄκριτον, εἰ καὶ τοῖς ἐν τῷ ἀμπελῶνι προκεκμηκόσιν ἔδοξε, μὴ συνιεῖσι τὸ ἐν τῇ ἰσότητι ἄνισον), καὶ ἡ ὀργὴ κατὰ λόγον τῶν ἁμαρτημάτων, ποτήριον ἐν χειρὶ Κυρίου προσαγορευομένη, καὶ κόνδυ πτώσεως ἐκπινόμενον, εἰ καὶ πᾶσιν ὑφαιρεῖταί τι τῆς ἀξίας, καὶ τὸ τῆς ὀργῆς ἄκρατον φιλανθρωπίᾳ κίρνησιν· κλίνων μὲν ἐκ τοῦ ἀποτόμου πρὸς τὸ ἐνδόσιμον τοῖς φόβῳ παιδευομένοις, καὶ τοῖς ἐκ τῆς μικρᾶς θλίψεως συλλαμβάνουσι καὶ ὠδίνουσιν ἐπιστροφὴν, καὶ πνεῦμα σωτηρίας τέλειον ἀποτίκτουσιν· ὑποτηρῶν δὲ ὅμως τρυγίαν, τὸ τῆς ὀργῆς ἔσχατον, ἵν᾽ ὅλον κενώσῃ τοῖς μὴ θεραπευομένοις ἐκ τῆς χρηστότητος, ἀλλὰ καὶ σκληρυνομένοις κατὰ τὸν βαρυκάρδιον Φαραὼ, καὶ πικρὸν ἐργοδότην, εἰς δεῖγμα ταμιευθέντα τῆς τοῦ Θεοῦ κατὰ τῶν ἀσεβῶν δυνάμεως.