Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν σιωπῶντα πατέρα

Γρηγόριος ὁ Ναζιανζηνός

Έλεγχος της κοινωνικής αδικίας και τελική έκκληση για μεσιτεία

Σφοδρή κριτική της πλεονεξίας, της τοκογλυφίας και της αισχροκέρδειας εις βάρος των φτωχών εν καιρώ στέρησης. Ο λόγος κατακλείεται με προτροπή σε ελεημοσύνη και θερμή παράκληση προς τον πρεσβύτη πατέρα να μεσιτεύσει στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 5

ΙΖʹ. Πλὴν ἐπιγνῶμεν τοῦ κακοῦ τὴν ὑπόθεσιν. Πόθεν ἐξηράνθησαν γεωργίαι, ᾐσχύνθησαν ἀποθῆκαι, καὶ νομὴ ποιμνίων ἐξέλιπεν, ὠλιγώθη τὰ ὡραῖα τῆς γῆς, οὐκ ἐπλήσθη τὰ πεδία πιότητος, ἀλλὰ κατηφείας· οὐκ ἐπλήθυναν αἱ κοιλάδες σῖτον, ἀλλ᾽ ἐκλαύσθησαν· οὐκ ἐστάλαξε τὰ ὄρη γλυκασμὸν, ὡς ὕστερον τοῖς δικαίοις, ἀλλ᾽ ἀπεκοσμήθη καὶ ἠτιμάσθη, καὶ τὴν Γελβουὲ κατάραν ἐκ τῶν ἐναντίων ἐδέξατο; Γέγονεν ὡς τὸ ἀπ᾽ ἀρχῆς πᾶσα ἡ γῆ, πρὶν κοσμηθῆναι τοῖς ἑαυτῆς κάλλεσιν. Ἐπεσκέψω μὲν τὴν γῆν, καὶ ἐμέθυσας αὐτὴν, ἀλλ᾽ ἐπισκοπὴν πονηρὰν καὶ μέθην ὀλέθριον. Φεῦ τοῦ θεάματος! ἐν καλάμῃ τὰ τῆς εὐφορίας ἡμῖν, καὶ μικροῖς λειψάνοις ἡ σπορὰ γνωρίζεται, καὶ μόλις ἀπαρχὰς Κυρίῳ τὸ θέρος ἡμῶν καρποφορεῖ, μησὶ μᾶλλον ἢ δράγμασι καταλαμβανόμενον. Τοιοῦτος ὁ πλοῦτος τῶν ἀσεβῶν, τοιαῦτα τὰ τῶν κακῶς σπειρόντων γεώργια· ἐπιβλέψαι, ὡς ἡ παλαιὰ κατάρα, πλείονα, καὶ εἰσενεγκεῖν ὀλίγα· σπεῖραι, καὶ μὴ ἀμῆσαι· φυτεῦσαι, καὶ μὴ ἐκθλῖψαι· οὗ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιῆσαι κεράμιον ἕν· καὶ παρ᾽ ἄλλοις ἀκούειν τὴν εὐκαρπίαν, αὐτοὺς ἐνδείᾳ πιεζομένους. Πόθεν ταῦτα, καὶ τίς ἡ αἰτία τοῦ θραύσματος; Μὴ ἀναμείνωμεν ὑπ᾽ ἄλλων ἐλεγχθῆναι· ἡμῶν αὐτῶν ἐξετασταὶ γενώμεθα. Μέγα κακίας φάρμακον, καὶ ὁμολογία, καὶ φυγὴ τοῦ πταίσματος. Ἐγὼ πρῶτος, ὥσπερ ἀνήγγειλα τῷ λαῷ μου ἄνωθεν, καὶ τὸ τοῦ σκοποῦ ἔργον πεπλήρωκα. (

οὐ γὰρ ἔκρυψα τὴν ἐρχομένην ῥομφαίαν, ἵνα καὶ τὴν ἐμαυτοῦ ψυχὴν, καὶ τὰς τῶν ἀκουόντων περιποιήσωμαι)· οὕτως ἀναγγελῶ καὶ τοῦ λαοῦ μου τὴν ἀπείθειαν, ἐμαυτοῦ τὰ ἐκείνου ποιούμενος· εἴ πως ἂν οὕτω τύχοιμί τινος φιλανθρωπίας καὶ ἀναψύξεως.

ΙΗʹ. Ὁ μέν τις ἡμῶν ἐξέθλιψε πένητα, καὶ μοῖραν γῆς παρεσπάσατο, καὶ ὅριον ὑπερέβη κακῶς, ἢ κλέψας, ἢ τυραννήσας, καὶ συνῆψεν οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν, ἵνα τι τοῦ πλησίον ἀφέληται· καὶ μηδένα ἔχειν ἐφιλονείκησε γείτονα, ὡς μόνος οἰκήσων ἐπὶ τῆς γῆς. Ὁ δὲ τόκοις καὶ πλεονασμοῖς τὴν γῆν ἐμίανε, καὶ συνάγων ὅθεν οὐκ ἔσπειρε, καὶ θερίζων ὅπου μὴ διεσκόρπισε· γεωργῶν οὐ τὴν γῆν, ἀλλὰ τὴν χρείαν τῶν δεομένων. Ὁ δὲ ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ τὸν πάντα δεδωκότα Θεὸν ἀπεστέρησε, καὶ γέγονεν ἀχάριστός τε ὁμοῦ καὶ ἀνόητος· οὔτε ὑπὲρ ὧν ἔσχεν εὐχαριστήσας, οὔτε τὸ μέλλον, εἰ μή τι ἄλλο, διὰ τῆς εὐγνωμοσύνης πραγματευσάμενος. Ὁ δὲ χήραν καὶ ὀρφανὸν οὐκ ἠλέησεν, οὐδὲ μετέδωκεν ἄρτου καὶ τροφῆς ὀλίγης τῷ δεομένῳ, μᾶλλον δὲ Χριστῷ τῷ τρεφομένῳ διὰ τῶν καὶ μικρῶς τρεφομένων· ὁ τὰ πολλὰ ἔχων ἴσως, καὶ παρ᾽ ἐλπίδα, (τοῦτο γὰρ ἤδη τὸ ἀδικώτατον,) καὶ ταῖς πολλαῖς ἀποθήκαις στενοχωρούμενος, καὶ τὰς μὲν πληρῶν, τὰς δὲ καθαιρῶν, ἵνα τοῖς μέλλουσι καρποῖς οἰκοδομήσῃ μείζονας, ἀγνοῶν, ὅτι τῶν ἐλπίδων προαναρπάζεται, καὶ λόγον ὑφέξει τῆς ἐνταῦθα εὐπορίας καὶ τῆς φαντασίας, κακὸς οἰκονόμος ἀγαθῶν ἀλλοτρίων γενόμενος. Ὁ δὲ ὁδὸν ταπεινῶν ἐξέκλινε, καὶ ἐπλαγίασεν ἐν ἀδίκοις δίκαιον. Ὁ δὲ ἐμίσησεν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξατο.

Ὁ δὲ ἔθυσε τῇ ἑαυτοῦ σαγήνῃ πολλὰ συναγούσῃ, καὶ τὴν ἁρπαγὴν τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ἔχων, ἢ οὐκ ἐμνήσθη Θεοῦ, ἢ κακῶς ἐμνήσθη, Εὐλογητὸς Κύριος, εἰπὼν, ὅτι πεπλουτήκαμεν· καὶ ὑπέλαβεν ἀνομίαν, ὡς παρ᾽ αὐτοῦ ταῦτα ἔχων, ἐξ οὗ κολασθήσεται. Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· διὰ ταῦτα, ἢ κλείεται οὐρανὸς, ἢ κακῶς ἀνοίγεται· καὶ πολλῷ μᾶλλον, εἰ μηδὲ πληγέντες ἐπιστρεφοίμεθα, καὶ τῷ ἐγγίζοντι φυσικῶς πλησιάζοιμεν.

ΙΘʹ. Τί πρὸς ταῦτα ἐροῦμεν, οἱ σιτῶναι, καὶ σιτοκάπηλοι, καὶ τηροῦντες τὰς τῶν καιρῶν δυσκολίας, ἵν᾽ εὐπορήσωμεν, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφήσωμεν, καὶ κτησώμεθα, μὴ ὡς Ἰωσὴφ τὰ τῶν Αἰγυπτίων, ἐπ᾽ οἰκονομίᾳ μείζονι (ἐκεῖνος γὰρ ᾔδει καὶ συναγαγεῖν καὶ σιτοδοτῆσαι καλῶς, ὥσπερ καὶ προγνῶναι τὸν λιμὸν, καὶ στῆναι πρὸς αὐτὸν πόῤῥωθεν), ἀλλ᾽ ὡς παράνομοι τὰ τῶν ὁμοφύλων, οἱ λέγοντες· Πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπωλήσομεν· καὶ τὰ Σάββατα, καὶ ἀνοίξομεν θησαυρούς; οἱ τοῖς δισσοῖς μέτροις καὶ σταθμίοις τὸ δίκαιον διαφθείροντες, καὶ τὸ μολιβδοῦν μέτρον τῆς ἀνομίας ἐφ᾽ ἑαυτοὺς κλίνοντες;

Τί πρὸς ταῦτα ἐροῦμεν, οἱ μηδὲν πέρας εἰδότες κτήσεως· οἱ προσκυνοῦντες τὸν χρυσὸν καὶ τὸν ἄργυρον, ὥσπερ τὴν Βάαλ οἱ πάλαι, καὶ τὴν Ἀστάρτην, καὶ τὸ Χαμὼς βδέλυγμα· οἱ περιέποντες τῶν λίθων τὰς πολυτελείας καὶ διαυγείας, καὶ τῆς ἐσθῆτος τὴν μαλακήν τε καὶ περιῤῥέουσαν, σητῶν δαπάνην, καὶ λῃστῶν, καὶ τυράννων, καὶ κλεπτῶν θησαυρίσματα· οἱ πλήθει γαυριῶντες ἀνδραπόδων καὶ τετραπόδων· οἱ τοῖς πεδίοις ἐμπλατυνόμενοι καὶ τοῖς ὄρεσι, καὶ τὰ μὲν ἔχοντες, τὰ δὲ προσλαμβάνοντες, τὰ δὲ μέλλοντες, κατὰ τὴν Σολομόντειον βδέλλαν ἐμπλησθῆναι μὴ δυναμένην, ὁμοίως ᾅδῃ, καὶ γῇ, καὶ πυρὶ, καὶ ὕδατι, καὶ ζητοῦντες οἰκουμένην ἑτέραν εἰς κτῆσιν, καὶ τοῖς τοῦ Θεοῦ ὁρίοις καταμεμφόμενοι ὡς μικροτέροις ἢ κατὰ τὴν ἑαυτῶν ἐπιθυμίαν καὶ ἀπληστίαν; Τί δαὶ, οἱ τοῖς ὑψηλοῖς θρόνοις ἐγκαθεζόμενοι, καὶ τὴν ἀρχικὴν σκηνὴν αἴροντες, καὶ τὴν ὀφρὺν τῶν θεάτρων ὑψηλοτέραν, καὶ μὴ λογιζόμενοι τὸν ἐπὶ πᾶσι Θεὸν, καὶ τὸ ἀπρόσιτον ὕψος τῆς ἀληθινῆς βασιλείας, ἵν᾽ ὡς ὁμοδούλων τῶν ὑπηκόων ἄρχωσιν, οἱ τῆς ἴσης δεόμενοι φιλανθρωπίας;

Σκόπει δέ μοι καὶ τοὺς κατασπαταλῶντας ἐπὶ κλινῶν ἐλεφαντίνων, ὧν καλῶς ὁ θεῖος Ἀμὼς καθάπτεται, καὶ τὰ πρῶτα μύρα χριομένους, καὶ τῇ φωνῇ τῶν ὀργάνων ἐπικροτοῦντας, καὶ τῶν φευγόντων ὡς ἱσταμένων ἐξηρτημένους· ἀλλὰ μὴ τῇ συντριβῇ τοῦ Ἰωσὴφ συναλγοῦντάς τε καὶ συμπάσχοντας· δέον χρηστοὺς εἶναι τοῖς προεμπεσοῦσι, καὶ τῷ ἐλέῳ κτᾶσθαι τὸν ἔλεον· ὀλολύζειν πίτυν, ὅτι πέπτωκε κέδρος, καὶ νουθετεῖσθαι τῇ τῶν πλησίων πληγῇ, καὶ διὰ τῶν ἀλλοτρίων κακῶν τὰ οἰκεῖα εὖ τίθεσθαι, τοσοῦτον πλέον ἔχοντας τῶν προειληφότων, ὅσον αὐτοὺς δι᾽ ἐκείνων σωθῆναι, ἀλλὰ μὴ δι᾽ αὐτῶν ἑτέρους σωφρονισθῆναι.

Κʹ. Ταῦτα συμφιλοσόφησον ἡμῖν, ὦ θεία καὶ ἱερὰ κεφαλὴ, καὶ πολλὴν ἐμπειρίαν τῷ μακρῷ χρόνῳ συλλεξαμένη, ἐξ ἧς σοφία γίνεται. Τούτοις τὸν λαόν σου κατάρτισαι. Δίδαξον διαθρύπτειν πεινῶσι τὸν ἄρτον, καὶ πτωχοὺς ἀστέγους συνάγειν, καὶ γυμνότητα περιστέλλειν, καὶ μὴ περιορᾷν τοὺς ἀφ᾽ αἵματος· καὶ νῦν μάλιστα, ἵν᾽ ᾖ τὸ ἀγαθὸν ἡμῶν ἐκ τῆς χρείας, μὴ τοῦ περισσεύματος· ᾗ μᾶλλον καρποφορίᾳ Θεὸς εὐφραίνεται, ἢ πλήθει τῆς εἰσφορᾶς καὶ μεγέθει τῆς ἐπιδόσεως. Ἐπὶ τούτοις, καὶ πρὸ τούτων, γενοῦ μοι Μωσῆς, ἢ Φινεὲς σήμερον.

Στῆθι περὶ ἡμῶν, καὶ ἐξίλασαι· καὶ κοπασάτω ἡ θραῦσις, εἴτε διὰ θυσίας πνευματικῆς, εἴτε δι᾽ εὐχῆς καὶ λογικῆς ἐντεύξεως. Ἐπίσχες τὴν ὀργὴν Κυρίου τῇ μεσιτείᾳ· στῆσον τὴν ἀκολουθίαν τῆς μάστιγος. Οἶδεν αἰδεῖσθαι πατρὸς πολιὰν ὑπὲρ τέκνων πρεσβεύουσαν. Δεήθητι περὶ τῆς παρελθούσης κακίας· τὸ μέλλον ἐγγύησαι. Προσάγαγε λαὸν πληγῇ καὶ φόβῳ κεκαθαρμένον. Αἴτησαι τὴν σωματικὴν τροφήν· αἴτησαι πρὸ ταύτης καὶ τὴν ἀγγελικὴν ἐξ οὐρανοῦ καταβαίνουσαν. Ἂν τοῦτο ποιήσῃς, οἰκειώσεις Θεὸν, ἡμερώσεις οὐρανὸν, ἀποδώσεις ὑετὸν πρώιμόν τε καὶ ὄψιμον· Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς, ἡ κάτω γε, τὸν ἐφήμερον, καὶ ὁ χοῦς ἡμῶν, τὸν αἰώνιον, ὃν ταῖς θείαις ληνοῖς ἐναποθησόμεθα διὰ σοῦ, προσάγοντος ἡμᾶς τε καὶ τὰ ἡμέτερα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.