Εʹ. Εἰπὲ, πόθεν αἱ τοιαῦται πληγαὶ καὶ μάστιγες; καὶ τίς ὁ περὶ ταῦτα λόγος; Πότερον κίνησίς τις τοῦ παντὸς ἄτακτος, καὶ ἀνώμαλος, καὶ ἀκυβέρνητος φορά τε καὶ ἀλογία, ὡς οὐδενὸς τοῖς οὖσιν ἐπιστατοῦντος, καὶ τὸ αὐτόματον ταῦτα φέρει, ὡς δοκεῖ τοῖς ἀσόφως σοφοῖς, καὶ τοῖς εἰκῆ φερομένοις ὑπὸ τοῦ ἀτάκτου καὶ σκοτεινοῦ πνεύματος· ἢ λόγῳ τινὶ καὶ τάξει, ὥσπερ ὑπέστη τὸ πᾶν ἀπ᾽ ἀρχῆς, καὶ ἐκράθη, καὶ συνεδέθη, καὶ ἐκινήθη κοσμίως, ὡς μόνῳ τῷ κινήσαντι γνώριμον, οὕτω καὶ μετακινεῖται καὶ μετατίθεται Προνοίας χαλινοῖς ὁδηγούμενον; Πόθεν ἀφορίαι, καὶ ἀνεμοφθορίαι, καὶ χάλαζαι, ἡ νῦν ἡμετέρα πληγὴ καὶ νουθεσία; Πόθεν ἀέρων φθοραὶ, καὶ νόσοι, καὶ βρασμοὶ γῆς, καὶ θαλάσσης ἐπαναστάσεις, καὶ τὰ ἐξ οὐρανοῦ δείματα; Καὶ πῶς ἡ εἰς ἀπόλαυσιν ἀνθρώπων δημιουργηθεῖσα κτίσις, τὸ κοινὸν ἐντρύφημα καὶ ἰσότιμον, εἰς τὴν τῶν ἀσεβῶν κόλασιν μεταβάλλεται, ἵν᾽ οἷς τιμηθέντες οὐκ ηὐχαριστήσαμεν, τούτοις καὶ παιδευθῶμεν, καὶ γνῶμεν τὴν δύναμιν ἐξ ὧν πάσχομεν, ἐπειδὴ μὴ ἔγνωμεν ἐξ ὧν εὖ πεπόνθαμεν;