ΙΒʹ. Τούτους μιμώμεθα, καὶ ἱερεῖς, καὶ μητέρες, καὶ παῖδες· οἱ μὲν, εἰς τὴν Ἐλεαζάρου τιμὴν τοῦ πνευματικοῦ πατρὸς, καὶ λόγῳ, καὶ ἔργῳ τὸ βέλτιστον παραδείξαντος· αἱ δὲ, τῆς γενναίας μητρὸς, ἀληθῶς φιλότεκνοι φανεῖσαι, καὶ Χριστῷ τοὺς ἐξ αὐτῶν παραστήσασαι, ἵνα καὶ γάμος ἁγιασθῇ διὰ τῆς τοιαύτης θυσίας· οἱ δὲ, τοὺς ἱεροὺς αἰδούμενοι παῖδας, καὶ τὴν νεότητα δαπανῶντες, οὐκ ἐν τοῖς αἰσχροῖς πάθεσιν, ἀλλ᾽ ἐν τοῖς κατὰ τῶν παθῶν ἀγωνίσμασι, καὶ πρὸς τὸν καθ᾽ ἡμέραν Ἀντίοχον γενναίως ἀνδριζόμενοι πᾶσι μέλεσι πολεμοῦντα, καὶ διαφόρως διώκοντα. Ποθῶ γὰρ ἀθλητὰς ἔχειν, κατὰ πάντα καιρὸν καὶ τρόπον, καὶ γένος ἅπαν, καὶ ἡλικίαν ἅπασαν, καὶ φανερῶς πολεμουμένην, καὶ ἀφανῶς ἐπιβουλευομένην· καὶ βοηθεῖσθαι μὲν τοῖς παλαιοῖς διηγήμασι, βοηθεῖσθαι δὲ καὶ τοῖς νέοις, καὶ πανταχόθεν, ὥσπερ αἱ μέλισσαι, συλλέγειν τὰ χρησιμώτατα εἰς ἑνὸς κηρίου φιλοτεχνίαν καὶ γλυκασμὸν, ἵνα καὶ διὰ Παλαιᾶς καὶ Νέας εὐδοκιμῇ Θεὸς ἐν ἡμῖν, ὁ ἐν Υἱῷ καὶ Πνεύματι δοξαζόμενος, καὶ γινώσκων τοὺς ἰδίους, καὶ γινωσκόμενος ὑπὸ τῶν ἰδίων, ὁμολογούμενός τε καὶ ὁμολογῶν, δοξαζόμενός τε καὶ δοξάζων, ἐν αὐτῷ τῷ Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.