Ὁ μὲν γὰρ ἕνα προσάγει προθύμως, εἰ καὶ τὸν μονογενῆ, καὶ τὸν ἐκ τῆς ἐπαγγελίας, καὶ εἰς ὃν ἡ ἐπαγγελία· καὶ τὸ μεῖζον, ὅτι μὴ τοῦ γένους μόνον, ἀλλὰ καὶ τῶν τοιούτων θυμάτων, ἀπαρχὴ καὶ ῥίζα καθίσταται· ἡ δὲ δῆμον ὅλων παίδων καθιέρωσε τῷ Θεῷ, νικήσασα καὶ μητέρας, καὶ ἱερέας, τοῖς θύμασι προθύμοις εἰς σφαγὴν, ὁλοκαυτώμασι λογικοῖς, ἱερείοις ἐπειγομένοις· ἣ μαστοὺς παρεδείκνυ, καὶ ἀνατροφῆς ὑπεμίμνησκε, καὶ προέτεινε τὴν πολιὰν, καὶ τὸ γῆρας ἀνθ᾽ ἱκετηρίας προὐβάλλετο· οὐ σωτηρίαν ζητοῦσα, τὸ δὲ παθεῖν ἐπείγουσα, καὶ κίνδυνον ἡγουμένη τὴν ἀναβολὴν, οὐ τὸν θάνατον· ἣν οὐδὲν ἔκαμψεν, οὐδὲ ἐμαλάκισεν, οὐδὲ ἀτολμοτέραν ἐποίησεν· οὐκ ἀρθρέμβολα προτεινόμενα, οὐ τροχοὶ προβαλλόμενοι, οὐ τροχαντῆρες, οὐ καταπέλται, οὐκ ἀκμαὶ σιδηρῶν ὀνύχων, οὐ ξίφη θηγόμενα, οὐ λέβητες ζέοντες, οὐ πῦρ ἐγειρόμενον, οὐ τύραννος ἀπειλῶν, οὐ δῆμος, οὐ δορυφόρος κατεπείγων, οὐ γένος ὁρώμενον, οὐ μέλη διασπώμενα, οὐ σάρκες ξαινόμεναι, οὐχ αἵματος ὀχετοὶ ῥέοντες, οὐ νεότης δαπανωμένη, οὐ τὰ παρόντα δεινὰ, οὐ τὰ προσδοκώμενα χαλεπά· καὶ ὃ τοῖς ἄλλοις βαρύτατόν ἐστιν ἐν τοῖς τοιούτοις, ἡ τοῦ κινδύνου παρέκτασις, τοῦτο ἐκείνῃ τὸ κουφότατον ἦν· ἐνετρύφα γὰρ τῷ θεάματι· καὶ γάρ πως καὶ τριβὴν ἐνεποίει τοῖς πάθεσιν, οὐ τὸ ποικίλον τῶν προσαγομένων βασάνων μόνον, ὧν πασῶν, ὡς οὐδὲ εἷς μιᾶς, κατεφρόνουν· ἀλλὰ καὶ οἱ τοῦ διώκτου λόγοι πολυειδεῖς ὄντες, ὑβρίζοντος, ἀπειλοῦντος, θωπεύοντος· τί γὰρ οὐ κινοῦντος πρὸς τὸ τυχεῖν ὧν ἤλπιζε;