Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τοὺς Μακκαβαίους

Γρηγόριος ὁ Ναζιανζηνός

Εισαγωγή στην τιμή των Μακκαβαίων και τα πρώτα πρότυπα του μαρτυρίου

Εισαγωγικές σκέψεις για την αξία των προ Χριστού μαρτύρων και παρουσίαση του πρεσβύτη Ελεάζαρ, καθώς και της εξαιρετικής γενναιότητας της μητέρας των Μακκαβαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 4

ΛΟΓΟΣ ΙΕʹ. Εἰς τοὺς Μακκαβαίους. Αʹ. Τί δὲ οἱ Μακκαβαῖοι; τούτων γὰρ ἡ παροῦσα πανήγυρις, οὐ παρὰ πολλοῖς μὲν τιμωμένων, ὅτι μὴ μετὰ Χριστὸν ἡ ἄθλησις· πᾶσι δὲ τιμᾶσθαι ἀξίων, ὅτι περὶ τῶν πατρίων ἡ καρτερία· καὶ οἱ πρὸ τῶν Χριστοῦ παθῶν μαρτυρήσαντες, τί ποτε δράσειν ἔμελλον μετὰ Χριστὸν διωκόμενοι, καὶ τὸν ἐκείνου ὑπὲρ ἡμῶν μιμούμενοι θάνατον; Οἱ γὰρ χωρὶς ὑποδείγματος τοιούτου, τοσοῦτοι τὴν ἀρετὴν, πῶς οὐκ ἂν ὤφθησαν γενναιότεροι, μετὰ τοῦ ὑποδείγματος κινδυνεύοντες; Καὶ ἅμα μυστικός τις καὶ ἀπόῤῥητος οὗτος ὁ λόγος, καὶ σφόδρα πιθανὸς ἐμοὶ γοῦν καὶ πᾶσι τοῖς φιλοθέοις· μηδένα τῶν πρὸ τῆς Χριστοῦ παρουσίας τελειωθέντων, δίχα τῆς εἰς Χριστὸν πίστεως τούτου τυχεῖν. Ὁ γὰρ Λόγος ἐπαῤῥησιάσθη μὲν ὕστερον καιροῖς ἰδίοις, ἐγνωρίσθη δὲ καὶ πρότερον τοῖς καθαροῖς τὴν διάνοιαν. ὡς ἐκ πολλῶν δῆλον τῶν πρὸ ἐκείνου τετιμημένων.

Βʹ. Οὔκουν, ὅτι πρὸ τοῦ σταυροῦ, τοιοῦτοι περιοπτέοι· ἀλλ᾽ ὅτι κατὰ τὸν σταυρὸν, ἐπαινετέοι, καὶ τῆς ἐκ τῶν λόγων τιμῆς ἄξιοι· οὐχ ἵνα προσθήκην ἢ δόξαν λάβοιεν· (τίνα γὰρ ὧν ἡ πρᾶξις ἔχει τὸ ἔνδοξον;) ἀλλ᾽ ἵνα δοξασθῶσιν οἱ εὐφημοῦντες, καὶ ζηλώσωσι τὴν ἀρετὴν οἱ ἀκούοντες, ὥσπερ κέντρῳ τῇ μνήμῃ πρὸς τὰ ἴσα διανιστάμενοι. Οὗτοι τίνες μὲν ὄντες, καὶ ὅθεν, καὶ ἐξ οἵας ὁρμώμενοι τὸ ἀπαρχῆς ἀγωγῆς καὶ παιδεύσεως, εἰς τοσοῦτον ἀρετῆς τε καὶ δόξης προεληλύθασιν, ὥστε καὶ ταῖς ἐτησίοις ταύταις τιμᾶσθαι πομπαῖς τε καὶ πανηγύρεσι, καὶ μείζονα τῶν ὁρωμένων τὴν περὶ αὐτῶν δόξαν ἐναποκεῖσθαι ταῖς ἁπάντων ψυχαῖς, ἡ περὶ αὐτῶν βίβλος δηλώσει τοῖς φιλομαθέσι καὶ φιλοπόνοις, ἡ περὶ τοῦ αὐτοκράτορα εἶναι τῶν παθῶν τὸν λογισμὸν φιλοσοφοῦσα, καὶ κύριον τῆς ἐπ᾽ ἄμφω ῥοπῆς, ἀρετήν τέ φημι καὶ κακίαν. Ἄλλοις τε γὰρ οὐκ ὀλίγοις ἐχρήσατο μαρτυρίοις, καὶ δὴ καὶ τοῖς τούτων ἀθλήμασιν· ἐμοὶ δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει.

Γʹ. Ἐλεάζαρ ἐνταῦθα, τῶν πρὸ Χριστοῦ παθόντων ἡ ἀπαρχὴ, ὥσπερ τῶν μετὰ Χριστὸν Στέφανος, ἀνὴρ ἱερεὺς καὶ πρεσβύτης, πολιὸς τὴν τρίχα, πολιὸς τὴν φρόνησιν· πρότερον μὲν καὶ προθυόμενος τοῦ λαοῦ, καὶ προσευχόμενος, νῦν δὲ καὶ τελεώτατον θῦμα προσάγων ἑαυτὸν τῷ Θεῷ, παντὸς τοῦ λαοῦ καθάρσιον, προοίμιον ἀθλήσεως δεξιὸν, καὶ φθεγγομένη καὶ σιωπῶσα παραίνεσις· προσάγων δὲ καὶ τοὺς ἑπτὰ παῖδας, τὰ τῆς ἑαυτοῦ παιδείας ἀποτελέσματα, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, πάσης νομικῆς ἱερουργίας λαμπροτέραν τε καὶ καθαρωτέραν. Τὰ γὰρ τῶν παίδων, τῷ πατρὶ λογίζεσθαι, τῶν ἐννομωτάτων τε καὶ δικαιωτάτων. Παῖδες ἐκεῖ γενναῖοι καὶ μεγαλόψυχοι, μητρὸς εὐγενοῦς εὐγενῆ βλαστήματα, φιλότιμοι τῆς ἀληθείας ἀγωνισταὶ, τῶν Ἀντιόχου καιρῶν ὑψηλότεροι, τοῦ Μωϋσέως νόμου μαθηταὶ γνήσιοι, τῶν πατρίων ἐθῶν ἀκριβεῖς φύλακες ἀριθμὸς τῶν παρ᾽ Ἑβραίοις ἐπαινουμένων, τῷ τῆς ἑβδοματικῆς ἀναπαύσεως μυστηρίῳ τιμώμενος, ἓν πνέοντες, πρὸς ἓν βλέποντες, μίαν ζωῆς ὁδὸν εἰδότες, τὸν ὑπὲρ τοῦ Θεοῦ θάνατον, οὐχ ἧττον ἀδελφοὶ τὰς ψυχὰς ἢ τὰ σώματα, ζηλοτυποῦντες ἀλλήλους τῆς τελευτῆς, (ὢ τοῦ θαύματος!)

προαρπάζοντες ὥσπερ θησαυροὺς τὰς βασάνους, τοῦ παιδαγωγοῦ νόμου προκινδυνεύοντες, οὐ τὰς προσαγομένας τῶν βασάνων μᾶλλον φοβούμενοι, ἢ τὰς λειπομένας ἐπιζητοῦντες· ἓν τοῦτο φοβούμενοι μόνον, μὴ ἀπείπῃ κολάζων ὁ τύραννος, καὶ ἀπέλθωσί τινες αὐτῶν ἀστεφάνωτοι, καὶ διαζευχθῶσι τῶν ἀδελφῶν ἄκοντες, καὶ τὴν κακὴν νίκην νικήσωσι τὸ μὴ παθεῖν κινδυνεύσαντες.

Δʹ. Μήτηρ ἐκεῖ νεανικὴ καὶ γενναία, φιλόπαις ὁμοῦ καὶ φιλόθεος, καὶ τὰ μητρῷα σπλάγχνα σπαρασσομένη παρὰ τὸ εἰκὸς τῆς φύσεως. Οὐ γὰρ πάσχοντας ἠλέει τοὺς παῖδας, ἀλλ᾽ ἠγωνία τὸ μὴ παθεῖν· οὐδὲ τοὺς ἀπελθόντας ἐπόθει μᾶλλον, ἢ προστεθῆναι τοὺς ὑπολειφθέντας ηὔχετο· καὶ τούτων ἦν αὐτῇ πλείων ὁ λόγος, ἢ τῶν μεταστάντων. Τῶν μὲν γὰρ ἀμφίβολος ἡ πάλη, τῶν δὲ ἀσφαλὴς ἡ κατάλυσις· καὶ τοὺς μὲν ἤδη Θεῷ παρετίθετο, τοὺς δὲ ὅπως λάβῃ Θεὸς ἐφρόντιζεν. Ὢ ψυχῆς ἀνδρείας ἐν γυναικείῳ τῷ σώματι! ὢ θαυμασίας ἐπιδόσεως καὶ μεγαλοψύχου! ὢ τῆς Ἀβραμιαίου θυσίας ἐκείνης εἰ μή τι τολμητέον, καὶ μεῖζον!

Ὁ μὲν γὰρ ἕνα προσάγει προθύμως, εἰ καὶ τὸν μονογενῆ, καὶ τὸν ἐκ τῆς ἐπαγγελίας, καὶ εἰς ὃν ἡ ἐπαγγελία· καὶ τὸ μεῖζον, ὅτι μὴ τοῦ γένους μόνον, ἀλλὰ καὶ τῶν τοιούτων θυμάτων, ἀπαρχὴ καὶ ῥίζα καθίσταται· ἡ δὲ δῆμον ὅλων παίδων καθιέρωσε τῷ Θεῷ, νικήσασα καὶ μητέρας, καὶ ἱερέας, τοῖς θύμασι προθύμοις εἰς σφαγὴν, ὁλοκαυτώμασι λογικοῖς, ἱερείοις ἐπειγομένοις· ἣ μαστοὺς παρεδείκνυ, καὶ ἀνατροφῆς ὑπεμίμνησκε, καὶ προέτεινε τὴν πολιὰν, καὶ τὸ γῆρας ἀνθ᾽ ἱκετηρίας προὐβάλλετο· οὐ σωτηρίαν ζητοῦσα, τὸ δὲ παθεῖν ἐπείγουσα, καὶ κίνδυνον ἡγουμένη τὴν ἀναβολὴν, οὐ τὸν θάνατον· ἣν οὐδὲν ἔκαμψεν, οὐδὲ ἐμαλάκισεν, οὐδὲ ἀτολμοτέραν ἐποίησεν· οὐκ ἀρθρέμβολα προτεινόμενα, οὐ τροχοὶ προβαλλόμενοι, οὐ τροχαντῆρες, οὐ καταπέλται, οὐκ ἀκμαὶ σιδηρῶν ὀνύχων, οὐ ξίφη θηγόμενα, οὐ λέβητες ζέοντες, οὐ πῦρ ἐγειρόμενον, οὐ τύραννος ἀπειλῶν, οὐ δῆμος, οὐ δορυφόρος κατεπείγων, οὐ γένος ὁρώμενον, οὐ μέλη διασπώμενα, οὐ σάρκες ξαινόμεναι, οὐχ αἵματος ὀχετοὶ ῥέοντες, οὐ νεότης δαπανωμένη, οὐ τὰ παρόντα δεινὰ, οὐ τὰ προσδοκώμενα χαλεπά· καὶ ὃ τοῖς ἄλλοις βαρύτατόν ἐστιν ἐν τοῖς τοιούτοις, ἡ τοῦ κινδύνου παρέκτασις, τοῦτο ἐκείνῃ τὸ κουφότατον ἦν· ἐνετρύφα γὰρ τῷ θεάματι· καὶ γάρ πως καὶ τριβὴν ἐνεποίει τοῖς πάθεσιν, οὐ τὸ ποικίλον τῶν προσαγομένων βασάνων μόνον, ὧν πασῶν, ὡς οὐδὲ εἷς μιᾶς, κατεφρόνουν· ἀλλὰ καὶ οἱ τοῦ διώκτου λόγοι πολυειδεῖς ὄντες, ὑβρίζοντος, ἀπειλοῦντος, θωπεύοντος· τί γὰρ οὐ κινοῦντος πρὸς τὸ τυχεῖν ὧν ἤλπιζε;