Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τοὺς μάρτυρας καὶ κατὰ Ἀρειανῶν

Γρηγόριος ὁ Ναζιανζηνός

Η αποκατάσταση της ειρήνης και ο έπαινος των μαρτύρων

Ο ομιλητής εκφράζει την αγαλλίασή του για τη λήξη των ταραχών και την απόδοση τιμών στους μάρτυρες, στους αγώνες των οποίων οφείλεται η επικράτηση της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 4

ΛΟΓΟΣ ΛΕʹ. Εἰς τοὺς μάρτυρας, καὶ κατὰ Ἀρειανῶν. Α. Τί τοσοῦτον ἔστιν εἰπεῖν, ὅσον τοῖς ὀφθαλμοῖς πάρεστι βλέπειν; Τίς δὲ λόγος τῶν φαινομένων ἀγαθῶν ἰσοστάσιος; Ἰδοὺ πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν τὸ ἀπιστούμενον θέαμα, ὃ καὶ ἰδεῖν μὲν πολλάκις ηὐξάμεθα, κρεῖττον δὲ ἦν ἢ κατ᾽ εὐχὴν τὸ ποθούμενον. Πάλιν ἐνταῦθα μαρτύρων τιμαὶ, πολὺν ἤδη τὸν πρὸ τούτου χρόνον ἀμεληθεῖσαι· πάλιν ἱερέων Θεοῦ συνδρομαί· πάλιν χοροστασίαι καὶ πανηγύρεις πνευματικαί. Ὁ σύλλογος πολυάνθρωπος ἑορτάζειν, οὐχ ὁπλομαχεῖν προθυμούμενος. Ὢ τοῦ θαύματος· ἔῤῥιπται τῶν χειρῶν τὰ ὅπλα, λέλυται ἡ παράταξις, ἀμελεῖται ὁ πόλεμος. Οὐκ ἔτι αἱ φωναὶ τῶν ἀλαλαζόντων ἀκούονται· ἀντὶ δὲ τούτων ἑορταὶ, καὶ εὐφροσύναι, καὶ εἰρηνικαὶ θυμηδίαι τὴν πόλιν πᾶσαν περιχορεύουσι· τὴν πάλαι μὲν οὖσαν τῶν μαρτύρων μητέρα, πολὺν δὲ τὸν ἐν τῷ μέσῳ χρόνον, ἄμοιρον γενομένην τῆς ἐπὶ τοῖς τέκνοις τιμῆς. Ἀλλὰ νῦν ἀπέχει πάντα καὶ περισσεύει, καθώς φησιν ὁ Ἀπόστολος.

Εὖγε, ὦ μάρτυρες· ὑμέτερος καὶ οὗτος ὁ ἆθλος· ὑμεῖς νενικήκατε τὸν πολὺν πόλεμον, εὖ οἶδα. Μόνα καὶ ταῦτα τῶν ὑμετέρων ἱδρώτων τὰ κατορθώματα. Ὑμεῖς ἠγείρατε τῇ εἰρήνῃ τὸ τρόπαιον. Ὑμεῖς τοὺς ἱερέας τοῦ Θεοῦ ἐφ᾽ ἑαυτοὺς ἐφειλκύσασθε.

Ὑμεῖς τοὺς χορευτὰς τοῦ ἁγίου Πνεύματος τῷ συλλόγῳ τούτῳ προεστήσασθε. Ὢ πόσην πεπόνθασι τὴν ζημίαν, οἷς ὁ χρόνος τῆς ζωῆς μέχρι τοῦ νῦν οὐ διήρκεσε θεάματος, ἵνα τῶν σκυθρωπῶν εἰς κόρον ἐλθόντες, τῶν ἀγαθῶν τῆς εἰρήνης ἀπελαύσειεν!