Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τοὺς πτωχοὺς

Γρηγόριος ὁ Ναζιανζηνός

Η κοινή ανθρώπινη φύση και το χρέος της έμπρακτης συμπόνιας

Θεολογική υπενθύμιση της πνευματικής ισοτιμίας των ανθρώπων και προτροπή προς τους πιστούς να μην εγκαταλείπουν τους πάσχοντες αδελφούς τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 7

ΙΔʹ. Οὗτοι μὲν οὖν ταῦτα, καὶ πολλῷ γε ὧν εἶπον ἀθλιώτερα, οἱ κατὰ Θεὸν ἡμῶν ἀδελφοὶ, κἂν μὴ βούλησθε, οἱ τὴν αὐτὴν ἡμῖν λαχόντες φύσιν, οἱ ἐκ τοῦ αὐτοῦ πηλοῦ διηρτισμένοι, ἐξ οὗ τὸ πρῶτον γεγόναμεν, οἱ νεύροις καὶ ὀστέοις ἐνειρμένοι παραπλησίως ἡμῖν, οἱ δέρμα καὶ κρέας ἐνδεδυμένοι πᾶσιν ὁμοίως, ὥς πού φησιν ὁ θεῖος Ἰὼβ ἐμφιλοσοφῶν τοῖς πάθεσι, καὶ διαπτύων ἡμῶν τὸ φαινόμενον· μᾶλλον δὲ, εἰ χρὴ τὸ μεῖζον εἰπεῖν, οἱ τὸ κατ᾽ εἰκόνα καὶ λαχόντες ὁμοίως ἡμῖν, καὶ φυλάσσοντες ἴσως ὑπὲρ ἡμᾶς, εἰ καὶ τὰ σώματα διεφθάρησαν· οἱ τὸν αὐτὸν ἐνδεδυμένοι Χριστὸν κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ τὸν αὐτὸν ἡμῖν πιστευθέντες ἀῤῥαβῶνα τοῦ Πνεύματος· οἱ τῶν αὐτῶν ἡμῖν μετασχόντες νόμων, λογίων, διαθηκῶν, συνάξεων, μυστηρίων, ἐλπίδων· ὑπὲρ ὧν Χριστὸς ὁμοίως ἀπέθανεν, ὁ παντὸς αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· οἱ συγκληρονόμοι τῆς ἄνω ζωῆς, καὶ εἰ παραπολὺ τῆς ἐνταῦθα διήμαρτον· οἱ συνθαπτόμενοι Χριστῷ, καὶ συνανιστάμενοι· εἴπερ συμπάσχουσιν, ἵνα καὶ συνδοξασθῶσιν.

ΙΕʹ. Τί δὲ ἡμεῖς, οἱ τὸ μέγα καὶ καινὸν ὄνομα κεκληρωμένοι, τὸ καλεῖσθαι ἀπὸ Χριστοῦ, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, ὁ περιούσιος λαὸς καὶ ἐξαίρετος, ὁ ζηλωτὴς καλῶν ἔργων καὶ σωτηρίων, οἱ Χριστοῦ μαθηταὶ τοῦ πράου καὶ φιλανθρώπου, καὶ τὰς ἀσθενείας ἡμῶν βαστάσαντος, τοῦ ταπεινώσαντος ἑαυτὸν μέχρι τοῦ ἡμετέρου φυράματος, τοῦ δι᾽ ἡμᾶς πτωχεύσαντος τὴν σάρκα ταύτην καὶ τὸ γεῶδες σκῆνος, καὶ ὀδυνηθέντος καὶ μαλακισθέντος ὑπὲρ ἡμῶν, ἵνα ἡμεῖς πλουτήσωμεν τὴν θεότητα; Τί οὖν ἡμεῖς, οἱ τοσοῦτον εὐσπλαγχνίας καὶ συμπαθείας λαβόντες ὑπόδειγμα· τί διανοησόμεθα περὶ τούτων, καὶ τί ποιήσομεν; Περιοψόμεθα; παραδραμούμεθα;

Καταλείψομεν ὡς νεκροὺς, ὡς ἐβδελυγμένους, ὡς ἑρπετῶν καὶ θηρίων τὰ πονηρότατα; Μηδαμῶς, ἀδελφοί· οὔτε πρὸς ἡμῶν ταῦτα, τοῦ Χριστοῦ θρεμμάτων, τοῦ ἀγαθοῦ Ποιμένος, τοῦ τὸ πλανώμενον ἐπιστρέφοντος, καὶ τὸ ἀπολωλὸς ἐκζητοῦντος, καὶ τὸ ἀσθενὲς ἐνισχύοντος· οὔτε πρὸς τῆς ἀνθρωπίνης φύσεως, ἣ τὸ συμπαθὲς ἐνομοθέτησεν, ἐκ τῆς ἴσης ἀσθενείας μαθοῦσα τὸ εὐσεβὲς καὶ φιλάνθρωπον.