Καὶ τὰς μὲν οἰκήσομεν, τὰς δὲ οἰκοδομήσομεν, τίσιν; Οὐδὲ κληρονόμοις ἴσως ἡμῶν, ἀλλὰ ξένοις καὶ ἀλλοτρίοις, καὶ τούτων ἴσως οὐδὲ τοῖς ἀγαπῶσιν ἡμᾶς, ἀλλὰ τοῖς ἀπεχθεστάτοις καὶ φθονερωτάτοις, ὃ κακῶν ἔσχατον. Καὶ οἱ μὲν ῥιγώσουσιν ἐν τρυχίνοις καὶ διεσπασμένοις ῥάκεσι, μᾶλλον δὲ οὐδὲ τούτων τυχὸν εὐπορήσουσιν· ἡμεῖς δὲ θρύψομεν ἡμᾶς αὐτοὺς ἐσθῆτι μαλακῇ καὶ περιῤῥεούσῃ, καὶ τοῖς ἐκ λίνου καὶ σηρῶν ἀερίοις ὑφάσμασι, καὶ τοῖς μὲν ἐνασχημονήσομεν μᾶλλον, ἤπερ ἐμπρέψομεν (οὕτω γὰρ ἐγὼ καλῶ πᾶν τὸ περιττὸν καὶ περίεργον), τὰ δὲ ἔνδον ἡμῖν ἀποκείσεται φροντὶς ἄχρηστος καὶ ἀνόνητος, σητῶν δαπάνη καὶ χρόνου τοῦ τὰ πάντα καταναλίσκοντος· καὶ οἱ μὲν, οὐδὲ τῆς ἀναγκαίας τροφῆς εὐπορήσουσιν, (ὢ τῆς ἐμῆς τρυφῆς, καὶ τῆς ἐκείνων ταλαιπωρίας!) ἀλλὰ κείσονται πρὸ τῶν ἡμετέρων θυρῶν, ἐκλυόμενοι καὶ λιμώττοντες, οὐδὲ τὰς πρὸς τὴν αἴτησιν ἀφορμὰς παρὰ τοῦ σώματος ἔχοντες, ἐστερημένοι φωνῶν μὲν, εἰς τὸ ὀδύρεσθαι, χειρῶν δὲ, εἰς τὸ προτείνειν ἐφ᾽ ἱκεσίᾳ, ποδῶν δὲ, εἰς τὸ προσιέναι τοῖς ἔχουσιν, ἀναπνοῶν δὲ, εἰς εὐτονίαν τῆς θρηνῳδίας, τὸ βαρύτατον τῶν κακῶν κουφότατον κρίνοντες, τοῖς ὀφθαλμοῖς μόνον εὐχαριστοῦντες, ὅτι μὴ τὴν ἑαυτῶν λώβην βλέπουσιν;