Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τοὺς πτωχοὺς

Γρηγόριος ὁ Ναζιανζηνός

Ανασκευή των προφάσεων της πλεονεξίας και η παραδοχή της θείας Πρόνοιας

Απόρριψη των δοξασιών περί ειμαρμένης και των επιχειρημάτων που δικαιολογούν την κοινωνική αδιαφορία ως δήθεν θέλημα του Θεού, προτάσσοντας την πίστη στην Πρόνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 7

ΚΘʹ. Ταῦτα μὲν οὖν ὁ λόγος, καὶ ὁ νόμος, καὶ τῶν ἀνθρώπων οἱ μετριώτατοι, παρ᾽ οἷς τὸ εὖ ποιεῖν τοῦ πάσχειν τιμιώτερον, καὶ περισπουδαστότερος κέρδους ἔλεος. Τί δ᾽ ἂν εἴποις περὶ τῶν καθ᾽ ἡμᾶς σοφῶν; Ἐῶ γὰρ λέγειν τοὺς ἔξωθεν, οἳ συνηγόρους τοῖς πάθεσι θεοὺς εὑρίσκοντες, καὶ τῷ Κερδώῳ, ᾧ τὰ πρῶτα νέμουσιν· ἤδη δὲ, καὶ ὃ τούτου χεῖρόν ἐστι, καὶ ἀνθρωποκτονεῖν νομίζουσιν ἔστιν οἷς δαιμόνων, καὶ παρ᾽ οἷς ἔθνεσι, καὶ μέρος εὐσεβείας αὐτοῖς ἡ ἀπανθρωπία, καὶ ταῖς τοιαύταις θυσίαις αὐτοί τε χαίρουσι, καὶ τοὺς θεοὺς αὐτῶν οἴονται, πονηροὶ πονηρῶν ἱερεῖς καὶ μύσται γινόμενοι. Ἀλλ᾽ εἰσὶ τῶν ἡμετέρων τινὲς, ὃ καὶ δακρύειν ἄξιον, οἳ τοσοῦτον ἀπέχουσι συναλγεῖν καὶ βοηθεῖν τοῖς κάμνουσιν, ὥστε καὶ προσονειδίζουσι πικρῶς, καὶ προσεπεμβαίνουσι, καὶ φιλοσοφοῦσι κενὰ καὶ μάταια, καὶ φωνοῦσιν ὄντως ἐκ γῆς, καὶ εἰς ἀέρα λαλοῦσιν, καὶ οὐκ εἰς ἀκοὰς εὐσυνέτους, καὶ θείοις συνειθισμένας δόγμασι, καὶ τολμῶσι λέγειν· Παρὰ Θεοῦ τὸ ταλαιπωρεῖν ἐκείνοις, παρὰ Θεοῦ τὸ εὖ πράττειν ἡμῖν· καὶ τίς εἰμι ἐγὼ δόγμα λύειν Θεοῦ, καὶ Θεοῦ φανῆναι χρηστότερος; Καμνέτωσαν, ταλαιπωρείτωσαν, δυστυχείτωσαν· οὕτως ἔδοξεν. Κἀνταῦθα μόνον εἰσὶ φιλόθεοι, οὗ δεῖ φυλάττειν τοὺς ὀβολοὺς, καὶ κατὰ τῶν ἀθλίων νεανιεύεσθαι. Ὅτι μὲν οὖν οὐκ ἐκ τοῦ Θεοῦ τὸ εὖ πράττειν αὐτοῖς εἶναι νομίζουσι, δηλοῦσι σαφῶς ἐξ ὧν λέγουσι.

Τίς γὰρ ἂν οὕτω διανοηθείη περὶ τῶν δεομένων, Θεὸν εἰδὼς χωρηγὸν ὧν κέκτηται; Τῶν γὰρ αὐτῶν ἐστιν ἔχειν τέ τι παρὰ Θεοῦ, καὶ κεχρῆσθαι κατὰ Θεὸν οἷσπερ ἔχουσιν.

Λʹ. Εἰ δὲ καὶ παρὰ Θεοῦ τὸ κακοπαθεῖν ἐκείνοις, οὔπω δῆλον, ἕως ἂν καὶ παρ᾽ ἑαυτῆς ἡ ὕλη φέρῃ τὸ ἄτακτον, ὥσπερ ἐν ῥεύματι. Καὶ τίς οἶδεν, εἰ ὁ μὲν διὰ κακίαν κολάζεται, ὁ δὲ ὡς ἐπαινούμενος αἴρεται· ἀλλὰ μὴ τοὐναντίον, ὁ μὲν διὰ πονηρίαν ὑψοῦται, ὁ δὲ δι᾽ ἀρετὴν δοκιμάζεται; ὁ μὲν πλεῖον ἐπαιρόμενος, ἵνα καὶ πέσῃ χαλεπώτερον, ὅλην ἐώμενος πρότερον, ὥσπερ τινὰ νόσον, ἐκρῆξαι τὴν ἑαυτοῦ κακίαν, ἵνα καὶ κολασθῇ δικαιότερον· ὁ δὲ καὶ παρὰ δόξαν πιεζόμενος, ἵνα ὥσπερ χρυσὸς ἐν καμίνῳ δοκιμασθεὶς, τῆς κακίας, εἴ τι καὶ μικρὸν ἔχει, τοῦτο ἐκτήξῃ· καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδεὶς, οὐκ οὖν ἐν γεννητῇ φύσει, ὥσπερ ἠκούσαμεν, εἰ καὶ φανῇ δοκιμώτερος. Εὑρίσκω γάρ τι καὶ τοιοῦτο ἐν τῇ θείᾳ Γραφῇ μυστήριον· καὶ μακρὸν ἂν εἴη πάσας ἀπαριθμεῖν τοῦ Πνεύματος τὰς φωνὰς, αἵ με πρὸς τοῦτο φέρουσιν. Ἀλλὰ τίς ἂν ψάμμον θαλασσῶν, καὶ σταγόνας ὑετοῦ, καὶ βυθοῦ μῆκος ἀναμετρήσαιτο; τίς δ᾽ ἂν τοῦ Θεοῦ τῆς περὶ πάντα σοφίας τὸ βάθος ἐξιχνιάσειεν, ὑφ᾽ ἧς καὶ πεποίηκε τὰ πάντα, καὶ διοικεῖ τρόπον, ὂν αὐτὸς καὶ βούλεται καὶ ἐπίσταται; Ἀρκεῖ γὰρ, κατὰ τὸν θεῖον Ἀπόστολον, θαυμάσαντας μόνον τὸ ταύτης δυστέκμαρτον καὶ δυσθεώρητον παρελθεῖν· Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! καὶ, Τίς ἔγνω νοῦν Κυρίου;

Εἰς δὲ τὰ ἔσχατα τῆς σοφίας αὐτοῦ τίς ἀφίκετο; φησὶν ὁ Ἰώβ. Τίς σοφὸς, καὶ συνήσει ταῦτα, καὶ οὐχὶ τῷ ἀνεφίκτῳ μετρήσει τὸ ὑπὲρ μέτρησιν; ΛΑʹ. Ἄλλος μὲν οὖν εἴη περὶ ταῦτα τολμηρὸς καὶ γεννάδας, μᾶλλον δὲ εἴη μηδείς· ἐγὼ δὲ ὀκνῶ κακίᾳ δοῦναι πάντως τὴν ἐντεῦθεν κόλασιν, ἢ εὐσεβείᾳ τὴν ἄνεσιν· ἀλλ᾽ ἔστι μὲν ὅτε καὶ πρός τι χρήσιμον, ἢ κακίας ἐγκοπτομένης δυσπαθείᾳ τῶν πονηρῶν, ἢ ἀρετῆς ὁδοποιουμένης εὐπαθείᾳ τῶν βελτιόνων· οὐκ ἀεὶ δὲ, οὐδὲ πάντως, ἀλλ᾽ εἶναι τοῦτο μόνον καιροῦ τοῦ μέλλοντος, καθ᾽ ὃν οἱ μὲν τὰ τῆς ἀρετῆς ἆθλα, οἱ δὲ τὰ τῆς κακίας ἐπιτίμια δέξονται. Ἀναστήσονται γὰρ οὗτοι, φησὶν, εἰς ἀνάστασιν ζωῆς, καὶ οὗτοι εἰς ἀνάστασιν κρίσεως· τὰ δὲ ἐντεῦθεν ἑτέρου τύπου εἶναι, καὶ ἀγωγῆς ἑτέρας, πάντα ἐκεῖσε φέροντα, ἐχούσης ὁμαλόν τι παρὰ Θεῷ πάντως καὶ τῆς δοκούσης ἡμῖν ἀνωμαλίας· ὥσπερ ἐν σώματι τὰς ἐξοχάς τε καὶ εἰσοχὰς, μεγέθη τε καὶ μικρότητας, καὶ γῆς ἐπαναστάσεις τε καὶ ὑφέσεις ἐξ ὧν τὸ κάλλος τῇ πρὸς ἄλληλα σχέσει συνιστάμενόν τε καὶ θεωρούμενον· ἐπεὶ καὶ τεχνίτου τὸ περὶ τὴν ὕλην τέως ἄτακτον καὶ ἀνώμαλον, λίαν ἔντεχνον ἦν, ἂν πρός τινος ἔργου κατασκευὴν εὐτρεπίσαιτο· τότε καὶ ἡμῖν καταλαμβανόμενόν τε καὶ ὁμολογούμενον, ὅταν τὸ ἀποτελεσθὲν κάλλος τοῦ δημιουργήματος θεωρήσωμεν.

Ἀλλ᾽ οὔτε ἐκεῖνος ἄτεχνος ᾖ ὡς ἡμεῖς, οὔτε ταῦτα διοικεῖται ἀτάκτως, ὅτι μὴ καὶ ἡμῖν ὁ λόγος γνώριμος. ΛΒʹ. Ἀλλ᾽ εἴ τινα δεῖ καὶ εἰκόνα λαβεῖν τοῦ ἡμετέρου πάθους, οὐ πόῤῥω τῶν ναυτιώντων ἐσμὲν καὶ ἰλιγγιώντων, οἳ στρέφεσθαι τὰ πάντα δοκοῦσιν, αὐτοὶ στρεφόμενοι· ὡς δὲ καὶ οὗτοι, περὶ ὧν ὁ λόγος. Οὐ γὰρ ἀνέχονται σοφώτερον αὐτῶν εἶναι τὸν Θεὸν, ἂν πρός τι τῶν συμβαινόντων ἰλιγγιάσωσιν· ἢ καμεῖν περὶ τὸν λόγον δέον, ὡς τάχ᾽ ἂν τῇ φιλοπονίᾳ δοθησομένης τῆς ἀληθείας, ἢ σοφωτέροις ἑαυτῶν ταῦτα συμφιλοσοφεῖν καὶ πνευματικωτέροις, ἐπειδὴ καὶ τοῦτο χάρισμα ἓν, καὶ οὐχὶ πάντων ἡ γνῶσις, ἢ καθάρσει βίου ταύτην θηρεύειν, καὶ παρὰ τῆς ὄντως Σοφίας σοφίαν ἐπιζητεῖν. Οἱ δὲ (ὢ τῆς ἀπαιδευσίας!) ἐπὶ τὸ ἑτοιμότερον τρέπονται, καὶ ἀλογίαν τοῦ παντὸς καταψεύδονται, αὐτοὶ τὸν λόγον οὐκ ἐπιστάμενοι· καὶ εἰσὶ δι᾽ ἀπαιδευσίαν σοφοὶ, ἢ διὰ σοφίαν, ἵνα οὕτως εἴπω, τὴν περιττὴν, ἄσοφοι καὶ ἀσύνετοι. Ἐντεῦθεν οἱ μὲν τύχην καὶ τὸ αὐτόματον ἐδογμάτισαν, ὄντως αὐτόματα καὶ ὡς ἔτυχεν ἀναπλασθέντα ἐπινοήματα· οἱ δὲ ἀστέρων τινὰ δυναστείαν ἄλογόν τε καὶ ἄλυτον πλεκόντων, ὡς ἂν βούλωνται, τὰ ἡμέτερα, μᾶλλον δὲ καὶ αὐτὸ τὸ πλέκειν συνηναγκασμένων· καὶ πλανητῶν δή τινων καὶ ἀπλανῶν συνόδους καὶ ὑποχωρήσεις, καὶ κυρίαν τοῦ παντὸς κίνησιν.

Οἱ δὲ, ὅ τι ἂν ἕκαστος ἐφαντάσθησαν, τῷ ταλαιπώρῳ γένει τῶν ἀνθρώπων φέροντες, ἐπεισήγαγον, ὅσον αὐτοῖς τῆς Προνοίας ἀνέφικτόν τε καὶ ἀθεώρητον, εἰς διαφόρους δόξας καὶ προσηγορίας καταμερίσαντες. Εἰσὶ δὲ οἳ καὶ πενίαν πολλὴν τῆς Προνοίας κατέγνωσαν, τὰ μὲν ὑπὲρ ἡμᾶς ταύτῃ διοικεῖσθαι νομίσαντες, ἄχρι δ᾽ ἡμῶν τῶν καὶ μάλιστα δεομένων κατάγειν αὐτὴν ἀποκνήσαντες, ὥσπερ δεδοικότες, μὴ τῷ πλείονας εὐεργετεῖσθαι, ἀγαθώτερον ἀποφήνωσι τὸν εὐεργέτην, ἢ ἀποκάμνοι αὐτοῖς ὁ Θεὸς εὖ ποιῶν πλείονας.

ΛΓʹ. Ἀλλ᾽ οὗτοι μὲν, ὅπερ εἶπον, ἐῤῥίφθων, ἐπεὶ καὶ καλῶς αὐτοὺς προλαβὼν ὁ λόγος ἠμύνατο· Ἐματαιώθη γὰρ, φησὶν, ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, μύθοις τισὶ καὶ σκιαῖς τὴν διὰ πάντων Πρόνοιαν καθυβρίσαντες.

Ἡμεῖς δὲ μήτε αὐτοὶ ταῦτα τερατευώμεθα, εἴπερ τι μέλει τοῦ λόγου λογικοῖς οὖσιν ἡμῖν, καὶ λόγου θεραπευταῖς· μήτε τοὺς οἰομένους ἀποδεχώμεθα, κἂν εὐδρομῶσι τὴν γλῶτταν ἐν τοῖς ἀτόποις λόγοις καὶ δόγμασι, καὶ τῷ καινῷ τέρπωσιν.

Ἀλλὰ καὶ Θεὸν εἶναι τὸν πάντων ποιητὴν καὶ δημιουργὸν πιστεύωμεν· πῶς γὰρ ἂν ὑπέστη τὸ πᾶν, μή τινος οὐσιώσαντός τε καὶ συναρμόσαντος; Καὶ Πρόνοιαν συνεισάγωμεν, τὴν τοῦδε τοῦ παντὸς συνεκτικήν τε καὶ συνδετικήν· ἐπεὶ καὶ προνοητὴν εἶναι τούτων, ὧν ποιητὴν εἶναι ἀναγκαῖον· εἰ μὴ μέλλοι τὸ πᾶν τῷ αὐτομάτῳ φερόμενον, ὥσπερ ὑπὸ λαίλαπος ναῦς, αὐτίκα λυθήσεσθαί τε καὶ διασπασθήσεσθαι διὰ τὴν ἀταξίαν τῆς ὕλης, καὶ πρὸς τὴν ἀρχαίαν σύγχυσίν τε καὶ ἀκοσμίαν ἐπαναχθήσεσθαι. Καὶ τοῖς ἡμετέροις μάλιστα ἐπιστατεῖν δεξώμεθα τὸν ἡμέτερον, εἴτε ποιητὴν, εἴτε πλάστην βούλει καλεῖν· κἂν διὰ τῶν ἐναντίων ὁ βίος ἡμῖν διεξάγηται, διὰ τοῦτο τυχὸν καὶ ἀγνοουμένων, ἵνα τῷ δυσθεωρήτῳ τὸν ὑπὲρ πάντα λόγον θαυμάζωμεν. Ἐπειδὴ τὸ μὲν ῥᾳδίως ληπτὸν, ἅπαν εὐκαταφρόνητον· τὸ δὲ ὑπὲρ ἡμᾶς, ὅσῳ δυσεφικτότερον, τοσούτῳ θαυμασιώτερον· καὶ γυμνάζει τὸν πόθον ἅπαν τὸ διαφεῦγον τὴν ἔφεσιν.

ΛΔʹ. Διὰ τοῦτο μήτε ὑγίειαν πᾶσαν θαυμάζωμεν, μήτε νόσον διαπτύωμεν, μήτε πλούτῳ ῥέοντι προστιθώμεθα καρδίᾳ, πλέον ἢ καλῶς ἔχει, τῇ ῥοῇ προσκείμενοι, καὶ οἷον τῆς ψυχῆς τι ταύτῃ προσαναλίσκοντες· μήτε πενίας κατεξανιστώμεθα, ὡς ἀποπτύστου πάντη καὶ κατακρίτου, καὶ τῆς μισουμένης μερίδος· ἀλλ᾽ εἰδῶμεν καὶ ὑγίειαν περιφρονεῖν ἀσύνετον, ἧς καρπὸς ἁμαρτία, καὶ νόσον τιμᾷν ὁσίαν, αἰδούμενοι τοὺς διὰ πάθους νικήσαντας, μή πού τις καὶ Ἰὼβ τοῖς νοσοῦσιν ἐγκέκρυπται, πολύ τι τῶν ὑγιαινόντων αἰδεσιμώτερος, κἂν τὸν ἰχῶρα ξέῃ, κἂν ταλαιπωρῇ νυκτὸς καὶ ἡμέρας αἴθριος, καὶ πληγῇ, καὶ γυναικὶ, καὶ φίλοις στενοχωρούμενος· ὡς δὲ καὶ πλοῦτον ἄδικον ἀποπέμπεσθαι, δι᾽ ὃν κάμνει δικαίως ὁ ἐν τῇ φλογὶ πλούσιος, καὶ προσαιτεῖ ῥανίδα μικρὰν ἀναψύξεως, καὶ πενίαν ἐπαινεῖν εὐχάριστον καὶ φιλόσοφον, μεθ᾽ ἧς Λάζαρος σώζεται, καὶ πλουτεῖ τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν.