ΛΖʹ. Καθαρθῶμεν οὖν ἐλεήσαντες, ῥύψωμεν τῇ καλῇ πόᾳ τὰ τῶν ψυχῶν ῥύπη τε καὶ μολύσματα· καὶ λευκανθῶμεν, οἱ μὲν ὡς ἔριον, οἱ δὲ ὡς χιὼν, κατὰ τὴν ἀναλογίαν τῆς εὐσπλαγχνίας. Εἴπω τι καὶ φοβερώτερον· Εἰ μὲν οὐδέν ἔστι σοι σύντριμμα, οὐδὲ μώλωψ, οὐδὲ πληγὴ φλεγμαίνουσα, οὐδὲ λέπρα τις ψυχῆς, ἢ ἁφὴ σημασίας, ἢ τηλαυγὴς, ἃ μικρῶς μὲν ὁ νόμος ἐκάθηρεν, δεῖται δὲ Χριστοῦ θεραπεύσοντος· ἀλλὰ σύ γε τὸν ὑπὲρ ἡμῶν τραυματισθέντα καὶ μαλακισθέντα αἰδέσθητι· αἰδεσθήσῃ δὲ, ἂν φαίνῃ τῷ Χριστοῦ μέλει χρηστὸς καὶ φιλάνθρωπος. Εἰ δὲ τοσοῦτόν σε κατετραυμάτισε τυχὸν ὁ τῶν ἡμετέρων ψυχῶν λῃστὴς καὶ τύραννος, ἢ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνοντα, ἢ καὶ ἄλλοθί που λαβὼν ἄοπλόν τε καὶ ἀπαράσκευον, ὥστ᾽ ἂν εἰκότως εἰπεῖν ἐκεῖνα· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· εἰ μὲν οὕτως ἔχῃς, ὡς μηδὲ τὴν θεραπείαν ἐπιζητεῖν, μηδὲ τὸν τρόπον εἰδέναι τῆς σῆς ἰάσεως, φεῦ τῆς πληγῆς ὄντως, καὶ τῆς εἰς βάθος ταλαιπωρίας! Εἰ δὲ μή πω παντελῶς ἀπέγνωσαι, μηδὲ ἀνιάτως ἔχῃς, πρόσελθε τῷ θεραπευτῇ, δεήθητι, θεράπευσον τὰ τραύματα διὰ τῶν τραυμάτων, κτῆσαι τῷ ὁμοίῳ τὸ ὅμοιον, μᾶλλον δὲ, τοῖς ἐλάττοσι τὰ μείζονα θεραπεύθητι.