Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιγράμματα
Επιτύμβια επιγράμματα στον Ιωάννη, τον Θεοδόσιο και τον Μέγα Βασίλειο
Αφιερώματα και εγκώμια για την αρετή των ανδρών αυτών, με ιδιαίτερη έμφαση στην κοίμηση και το ποιμαντικό έργο του Μεγάλου Βασιλείου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιτύμβια επιγράμματα στον Ιωάννη, τον Θεοδόσιο και τον Μέγα Βασίλειο
Αφιερώματα και εγκώμια για την αρετή των ανδρών αυτών, με ιδιαίτερη έμφαση στην κοίμηση και το ποιμαντικό έργο του Μεγάλου Βασιλείου.
ΕΚ ΤΩΝ ΕΠΩΝ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ Ἐνθάδε τύμβος ἔχει θεοειδέας ἀνέρας ἐσθλούς, θεῖον Ἰωάννην, τὸν πάνυ Θευδόσιον, ὧν ἀρετὴ πολύολβος ἐς οὐρανοῦ ἄντυγας ἦλθε καὶ φωτὸς μετόχους δεῖξεν ἀκηρασίου.
Σῶμα δίχα ψυχῆς ζώειν πάρος ἢ ἐμὲ σεῖο, Βασίλιε, Χριστοῦ λάτρι φίλ᾽, ὠιόμην· ἀλλ᾽ ἔτλην καὶ ἔμεινα. τί μέλλομεν; οὔ μ᾽ ἀναείρας θήσεις ἐς μακάρων σήν τε χοροστασίην; μή με λίπῃς, μή, τύμβον ἐπόμνυμι· οὔποτε σεῖο λήσομαι, οὐδ᾽ ἐθέλων. Γρηγορίοιο λόγος.
Ἡνίκα Βασιλίοιο θεόφρονος ἥρπασε πνεῦμα ἡ Τριὰς ἀσπασίως ἔνθεν ἐπειγομένου, πᾶσα μὲν οὐρανίη στρατιὴ γήθησεν ἰόντι, πᾶσα δὲ Καππαδοκῶν ἐστονάχησε πόλις· οὐκ οἶον, κόσμος δὲ μέγ᾽ ἴαχεν· “Ὤλετο κῆρυξ, ὤλετο εἰρήνης δεσμὸς ἀριπρεπέος.„ Κόσμος ὅλος μύθοισιν ὑπ᾽ ἀντιπάλοισιν ἀεικῶς σείεται, ὁ Τριάδος κλῆρος ὁμοσθενέος· αἰαῖ, Βασιλίου δὲ μεμυκότα χείλεα σιγᾷ. ἔγρεο· καὶ στήτω σοῖσι λόγοισι σάλος σαῖς τε θυηπολίῃσι· σὺ γὰρ μόνος ἶσον ἔφηνας καὶ βίοτον μύθῳ καὶ βιότητι λόγον.
Εἷς θεὸς ὑψιμέδων· ἕνα δ᾽ ἄξιον ἀρχιερῆα ἡμετέρη γενεὴ εἶδέ σε, Βασίλιε, ἄγγελον ἀτρεκίης ἐριηχέα, ὄμμα φαεινὸν Χριστιανοῖς, ψυχῆς κάλλεσι λαμπόμενον, Πόντου Καππαδοκῶν τε μέγα κλέος· εἰσέτι καὶ νῦν, λίσσομ᾽, ὑπὲρ κόσμου ἵστασο δῶρ᾽ ἀνάγων.
Ἐνθάδε Βασιλίοιο Βασίλιον ἀρχιερῆα θέντο με Καισαρέες, Γρηγορίοιο φίλον, ὃν περὶ κῆρι φίλησα· Θεὸς δέ οἱ ὄλβια δοίη ἄλλα τε καὶ ζωῆς ὡς τάχος ἀντιάσαι ἡμετέρης. τί δ᾽ ὄνειαρ ἐπὶ χθονὶ δηθύνοντα τήκεσθ᾽ οὐρανίης μνωόμενον φιλίης;
Τυτθὸν ἔτι πνείεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ δῶκας ἄγων, ψυχήν, σῶμα, λόγον, παλάμας, Βασίλιε, Χριστοῖο μέγα κλέος, ἕρμ᾽ ἱερήων, ἕρμα πολυσχίστου νῦν πλέον ἀτρεκίης. Ὦ μύθοι, ὦ ξυνὸς φιλίης δόμος, ὦ φίλ᾽ Ἀθῆναι, ὦ θείου βιότου τηλόθε συνθεσίαι, ἴστε τόδ᾽, ὡς Βασίλειος ἐς οὐρανόν, ὡς ποθέεσκεν, Γρηγόριος δ᾽ ἐπὶ γῆς χείλεσι δεσμὰ φέρων.
Καισαρέων μέγ᾽ ἄεισμα, φαάντατε ὦ Βασίλειε, βροντὴ σεῖο λόγος, ἀστεροπὴ δὲ βίος· ἀλλὰ καὶ ὣς ἕδρην ἱερὴν λίπες· ἤθελεν οὕτω Χριστός, ὅπως μίξῃ ὡς τάχος οὐρανίοις. Βένθε᾽ ἅπαντ᾽ ἐδάης τὰ πνεύματος, ὅσσα τ᾽ ἔασιν τῆς χθονίης σοφίης· ἔμπνοον ἱρὸν ἔης. ὀκτάετες λαοῖο θεόφρονος ἡνία τείνας, τοῦτο πόνων τῶν σῶν, ὦ Βασίλει᾽, ὀλίγον.
Χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, ἔμπης· Γρηγορίου τόδε σοι γράμμ᾽ ἐπιτυμβίδιον, μῦθος ὅδ᾽, ὃν φιλέεσκες· ἔχεις χρέος, ὦ Βασίλειε, τῆς φιλίης καίτοι δῶρον ἀπευκτότατον. Γρηγόριος, Βασίλειε, τεῇ κόνι τήνδ᾽ ἀνέθηκα τῶν ἐπιγραμματίων, θεῖε, δυωδεκάδα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.