Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιγράμματα

Γρηγόριος ὁ Ναζιανζηνός

Επιτύμβια και εγκωμιαστικά επιγράμματα στους γονείς του Γρηγορίου

Ποιητικές αφιερώσεις στον βίο και την αρχιερατεία του Γρηγορίου του Πρεσβυτέρου, καθώς και στην ευσέβεια, τα θαύματα και τη μακάρια κοίμηση της Νόννας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 8

Ἔνθ᾽ ἑκατονταέτης, ζωῆς βροτέης καθύπερθε, Πνεύματι καὶ θώκῳ τεσσαρακονταέτης, μείλιχος, ἡδυεπής, λαμπρὸς Τριάδος ὑποφήτης, νήδυμον ὕπνον ἔχω Γρηγορίοιο δέμας, ψυχὴ δὲ πτερόεσσα λάχεν Θεόν. ἀλλ᾽ ἱερῆες ἁζόμενοι κείνου καὶ τάφον ἀμφέπετε.

Ἔκ με πικρῆς ἐκάλεσσε Θεὸς μέγας ἀγριελαίης· ποίμνης ἡγεμόνα θῆκε τὸν οὐδ᾽ ὀίων ἔσχατον, ἐκ πλευρῆς δὲ θεόφρονος ὄλβον ἔνειμεν. γῆρας δ᾽ ἐς λιπαρὸν ἱκόμεθ᾽ ἀμφότεροι· ἱρὸς ἐμῶν τεκέων ἀγανώτατος· εἰ δὲ τελευτὴν ἔτλην Γρηγόριος, οὐ μέγα· θνητὸς ἔην.

Εἴ τις ὄρους καθύπερθεν ἁγνῆς ὀπὸς ἔπλετο μύστης Μωσῆς, καὶ μεγάλου Γρηγορίοιο νόος, ὅν ποτε τηλόθ᾽ ἐόντα χάρις μέγαν ἀρχιερῆα θήκατο· νῦν δ᾽ ἱερῆς ἐγγὺς ἔχει Τριάδος. Αὐτὸς νηὸν ἔρεψα Θεῷ καὶ δῶχ᾽ ἱερῆα Γρηγόριον καθαρῇ λαμπόμενον Τριάδι, ἄγγελον ἀτρεκίης ἐριηχέα, ποιμένα λαῶν, ἠίθεον σοφίης ἀμφοτέρης πρύτανιν.

Τέκνον ἐμόν, τὰ μὲν ἄλλα πατρὸς καὶ φέρτερος εἴης, τὴν δ᾽ ἀγανοφροσύνην ἄξιος· οὔ τι πλέον εὔξασθαι θέμις ἐστί· καὶ ἐς βαθὺ γῆρας ἵκοιο, τοίου κηδεμόνος, ὦ μάκαρ, ἀντιάσας. Οὐκ ὄις, εἶτ᾽ ὀίων προφερέστατος, αὐτὰρ ἔπειτα ποιμήν, εἶτα πατὴρ καὶ νομέων νομέας, θνητοὺς ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων, κεῖμαι Γρηγόριος, Γρηγορίου γενέτης. ὄλβιος, εὐγήρως, εὔπαις θάνον, ἀρχιερῆος ἀρχιερεύς τε πατήρ, Γρηγόριος· τί πλέον;

Οὔτι μὲν ἐς πολύκαρπον ἀλωὴν ὄρθριος ἦλθον, ἔμπα δὲ τῶν προτέρων πλείονα μισθὸν ἔχω Γρηγόριος, ποιμήν τε καλὸς καὶ πλείονα ποίμνην Χριστῷ ἀναθρέψας ἤθεσι μειλιχίοις. Οὐχ ὁσίης ῥίζης μὲν ἐγὼ θάλος, εὐαγέος δὲ συζυγίης κεφαλὴ καὶ τεκέων τριάδος ποίμνης ἡγεμόνευσα ὁμόφρονος· ἔνθεν ἀπῆλθον πλήρης καὶ χθονίων κοὐρανίων ἐτέων.

Γρηγόριος, τὸ δὲ θαῦμα, χάριν καὶ πνεύματος αἴγλην ἔνθεν ἀειρόμενος ῥῖψ᾽ ἐπὶ παιδὶ φίλῳ. Τυτθὴ μάργαρός ἐστιν, ἀτὰρ λιθάκεσσιν ἀνάσσει· τυτθὴ καὶ Βηθλέμ, ἔμπα δὲ χριστοφόρος. ὣς δ᾽ ὀλίγην μὲν ἐγὼ ποίμνην λάχον, ἀλλὰ φερίστην Γρηγόριος, τὴν σύ, παῖ φίλε, λίσσομ᾽ ἄγοις.

Ποιμενίην σύριγγα τεαῖς ἐν χερσὶν ἔθηκα Γρηγόριος· σὺ δέ μοι, τέκνον, ἐπισταμένως σημαίνειν· ζωῆς δὲ θύρας πετάσειας ἅπασιν, ἐς δὲ τάφον πατέρος ὥριος ἀντιάσαις. Στράψε μέν, οἷς τὸ πάροιθεν ἐν οὔρεϊ Χριστὸς ἀμείφθη, στράψε δὲ Γρηγορίου τοῦ καθαροῖο νόῳ, τῆμος ὅτ᾽ εἰδώλων ἔφυγε ζόφον· ὡς δ᾽ ἐκαθάρθη, ᾗσι θυηπολίαις λαὸν ὃν εἰσέτ᾽ ἄγει.

Παντός σοι μύθοιο καὶ ἔργματος ἦεν ἄριστον ἦμαρ κυριακόν· πένθεϊ πένθος ἅπαν, μῆτερ ἐμή, τίουσα μόναις ὑπόεικες ἑορταῖς· εὐφροσύνης, ἀχέων ἵστορα νηὸν ἔχεις· χῶρος ἅπας δάκρυσι τεοῖς σφρηγίζετο, μῆτερ· μούνῳ δὲ σταυρῷ πήγνυτο καὶ δάκρυα.

Οὔποτε σεῖο τράπεζα θυηδόχος ἔδρακε νῶτα, οὐδὲ διὰ στομάτων ἦλθε βέβηλον ἔπος, οὐδὲ γέλως μαλακῇσιν ἐφίζανε, μύστι, παρειαῖς. σιγήσω κρυφίους σεῖο, μάκαιρα, πόνους. καὶ τὰ μὲν ἔνδοθι τοῖα, τὰ δ᾽ ἔκτοθι πᾶσι πέφανται· τοὔνεκα καὶ θείῳ σῶμ᾽ ἀπέλειπες ἕδει.

Πῶς ἐλύθη Νόννης καλὰ γούνατα, πῶς δὲ μέμυκεν χείλεα, πῶς ὄσσων οὐ προχέει λιβάδας; ἄλλοι δ᾽ αὖ βοόωσι παρ᾽ ἠρίον· ἡ δὲ τράπεζα οὐκέτ᾽ ἔχει καρποὺς τῆς μεγάλης παλάμης· χῶρος δ᾽ ἐστὶν ἔρημος ἁγνοῦ ποδός, οἱ δ᾽ ἱερῆες οὐκέτ᾽ ἐπὶ τρομερὴν κρατὶ βαλοῦσι χέρα. χῆραι δ᾽ ὀρφανικοί τε, τί ῥέξετε; παρθενίη δὲ καὶ γάμος εὐζυγέων, κέρσατ᾽ ἄπο πλοκάμους, τοῖσιν ἀγαλλομένη κρατὸς φέρε πάντα χαμᾶζε, τῆμος ὅτ᾽ ἐν νηῷ ῥικνὸν ἀφῆκε δέμας.

Σάρρα σοφὴ τίουσα φίλον πόσιν· ἀλλὰ σύ, μῆτερ, πρῶτα Χριστιανόν, εἶθ᾽ ἱερῆα μέγαν σὸν πόσιν ἐσθλὸν ἔθηκας ἀπόπροθι φωτὸς ἐόντα. Ἄννα, σὺ δ᾽ υἷα φίλον καὶ τέκες εὐξαμένη καὶ νηῷ μιν ἔδωκας ἁγνὸν θεράποντα Σαμουήλ· ἡ δ᾽ ἑτέρη κόλποις Χριστὸν ἔδεκτο μέγαν· Νόννα δ᾽ ἀμφοτέρων ἔλαχε κλέος, ὑστάτιον δὲ νηῷ λισσομένη πάρθετο σῶμα φίλον.

Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκ᾽ ἐτώσια φυσιόωντα καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν· Νόννα δ᾽ οὐ κρητῆρας ἐσήλατο, πρὸς δὲ τραπέζῃ τῇδέ ποτ᾽ εὐχομένη καθαρὸν θύος ἔνθεν ἀέρθη, καὶ νῦν θηλυτέρῃσι μεταπρέπει εὐσεβέεσσι, Σουσάννῃ Μαριάμ τε καὶ Ἄνναις, ἕρμα γυναικῶν.

Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, εἴξατε μύθων, καὶ σύ γ᾽, Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε· ὑμεῖς μὲν θνητοὶ καὶ οὐ μάκαρες παθέεσσι· θυμῷ δ᾽ ἄρρενι Νόννα βίου τμήξασα κέλευθον, χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων, ἥλατ᾽ ἐπουρανίην εἰς ἄντυγα, ὡς ποθέεσκεν, τρὶς μάκαρ ἐν νηῷ σῶμ᾽ ἀποδυσαμένη.

Γρηγόριον βοόωσα παρ᾽ ἀνθοκόμοισιν ἀλωαῖς ἤντεο, μῆτερ ἐμή, ξείνης ἄπο νισσομένοισι, χεῖρας δ᾽ ἀμπετάσασα φίλας τεκέεσσι φίλοισι, Γρηγόριον βοόωσα· τὸ δ᾽ ἔζεεν αἷμα τεκούσης ἀμφοτέροις ἐπὶ παισί, μάλιστα δὲ θρέμματι θηλῆς· τοὔνεκα καὶ σὲ τόσοις ἐπιγράμμασι, μῆτερ, ἔτισα.

Ἄλλη μὲν κλεινή τις ἐνοικιδίοισι πόνοισιν, ἄλλη δ᾽ ἐκ χαρίτων ἠδὲ σαοφροσύνης, ἄλλη δ᾽ εὐσεβίης ἔργοις καὶ σαρκὸς ἀνίαις, δάκρυσιν, εὐχωλαῖς, χερσὶ πενητοκόμοις· Νόννα δ᾽ ἐν πάντεσσιν ἀοίδιμος· εἰ δὲ τελευτὴν τοῦτο θέμις καλέειν, κάτθανεν εὐχομένη.

Τέκνον ἐμῆς θηλῆς, ἱερὸν θάλος, ὥς σε ποθοῦσα, οἴχομαι εἰς ζωήν, Γρηγόρι᾽, οὐρανίην· καὶ γὰρ πόλλ᾽ ἐμόγησας ἐμὸν κομέων πατέρος τε γῆρας, ἃ καὶ Χριστοῦ βίβλος ἔχει μεγάλη. ἀλλά, φίλος, τοκέεσσιν ἐφέσπεο, καί σε τάχιστα δεξόμεθ᾽ ἡμετέροις φάεσι προφρονέως.

Ψυχὴ μὲν πτερόεσσα πρὸς οὐρανὸν ἤλυθε Νόννης, σῶμα δ᾽ ἄρ᾽ ἐκ νηοῦ Μάρτυσι παρθέμεθα. Μάρτυρες, ἀλλ᾽ ὑπόδεχθε θύος μέγα, τὴν πολύμοχθον σάρκα καὶ ὑμετέροις αἵμασιν ἑσπομένην, αἵμασιν ὑμετέροισιν, ἐπεὶ ψυχῶν ὀλετῆρος δηναιοῖσι πόνοις κάρτος ἔπαυσε μέγα.

Οὐ μόσχων θυσίην σκιοειδέα οὐδὲ χιμάρρων οὐδὲ πρωτοτόκων Νόνν᾽ ἀνέθηκε Θεῷ· ταῦτα νόμος προτέροισιν, ὅτ᾽ εἰκόνες· ἡ δ᾽ ἄρ᾽ ἑαυτὴν δῶκεν ὅλην· βιότῳ μάνθανε καὶ θανάτῳ. Εὐχομένη βοόωσα παρ᾽ ἁγνοτάτῃσι τραπέζαις Νόννα λύθη, φωνὴ δ᾽ ἐδέθη καὶ χείλεα καλὰ γηραλέης. τί τὸ θαῦμα; Θεὸς θέλεν ὑμνήτειραν γλῶσσαν ἐπ᾽ εὐφήμοισι λόγοις κληῖδα βαλέσθαι· καὶ νῦν οὐρανόθεν μέγ᾽ ἐπεύχεται ἡμερίοισιν.

Εὐχωλαῖς καὶ πόντον ἐκοίμισε Νόννα θεουδὴς οἷς τεκέεσσι φίλοισι, καὶ ἐκ περάτων συνάγειρεν ἀντολίης δύσιός τε, μέγα κλέος, οὐ δοκέοντας μητρὸς ἔρως· νοῦσόν τε πικρὴν ἀποέργαθεν ἀνδρὸς λισσομένη, τὸ δὲ θαῦμα, λίπεν βίον ἔνδοθι νηοῦ.

Πολλάκις ἔκ με νόσων τε καὶ ἀργαλέων ὀρυμαγδῶν σεισμῶν τε κρυερῶν καὶ ἄγρια κυμαίνοντος οἴδματος ἐξεσάωσας, ἐπεὶ Θεὸν ἵλαον εἶχες· ἀλλὰ σάω καὶ νῦν με, πάτερ, μεγάλῃσι λιτῇσι καὶ σύ, τεκοῦσα, μάκαιρα, ἐν εὐχωλῇσι θανοῦσα.

Νόνναν, ἐπουρανίοισιν ἀγαλλομένην φαέεσσι καὶ ῥίζης ἱερῆς πτόρθον ἀειθαλέα, Γρηγορίου ἱερῆος ὁμόζυγα καὶ πραπίδεσσιν εὐαγέων τεκέων μητέρα, τύμβος ἔχω. Εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄυπνοι καὶ νηοῖο πέδον δάκρυσι δευόμενον σοί, Νόννα, ζαθέην τοίην βιότοιο τελευτὴν ὤπασαν, ἐν νηῷ ψῆφον ἑλεῖν θανάτου.

Μούνη σοὶ φωνὴ περιλείπετο, Νόννα φαεινή, πάντ᾽ ἄμυδις ληνοῖς ἐνθεμένη μεγάλῃς, ἐκ καθαρῆς κραδίης ἁγνὸν θύος· ἀλλ᾽ ἄρα καὶ τὴν ὑστατίην νηῷ λεῖπες ἀειρομένη. Οὐδὲ θάνεν νηοῖο θυώδεος ἔκτοθι Νόννα, φωνὴν δὲ προτέρην ἥρπασε Χριστὸς ἄναξ λισσομένης· πόθεεν γὰρ ἐν εὐχωλῇσι τελέσσαι τόνδε βίον πάσης ἁγνότερον θυσίης.

Νόνν᾽ ἱερή, σὺ δὲ πάντα Θεῷ βίον ἀντείνασα ὑστάτιον ψυχὴν δῶκας ἁγνὴν θυσίην· τῇδε γὰρ εὐχομένη ζωὴν λίπες· ἡ δὲ τράπεζα, μῆτερ ἐμή, τῷ σῷ δῶκε κλέος θανάτῳ. Τῆσδε πατὴρ μὲν ἐμὸς λάτρις μέγας ἦε τραπέζης, μήτηρ δ᾽ εὐχομένη πὰρ ποσὶ λῆξε βίου, Γρηγόριος Νόννα τε μεγακλέες. εὔχομ᾽ ἄνακτι τοῖαν ἐμοὶ ζωὴν καὶ τέλος ἀντιάσαι. “Πολλά, τράπεζα πίλη, Νόννης καὶ δάκρυ᾽ ἐδέξω· δέχνυσο καὶ ψυχήν, τὴν πυμάτην θυσίην,„ εἶπε, καὶ ἐκ μελέων κέαρ ἔπτατο· ἓν δ᾽ ἄρα μοῦνον, παῖδ᾽, ἐπόθει, τεκέων τὸν ἔτι λειπόμενον.

Ἔνθα ποτ᾽ εὐχομένης τόσσον νόος ἔπτατο Νόννης, μέσφ᾽ ὅτε καὶ ψυχὴ ἕσπετ᾽ ἀειρομένῳ, εὐχομένης δὲ νέκυς ἱερῇ παρέκειτο τραπέζῃ, γράψατ᾽ ἐπερχομένοις θαῦμα τόδ᾽, εὐσεβέες. Τίς θάνεν, ὡς θάνε Νόννα, παρ᾽ εὐαγέεσσι τραπέζαις τῶν ἱερῶν σανίδων χερσὶν ἐφαπτομένη; τίς λύσεν εὐχομένης Νόννης τύπον; ὡς ἐπὶ δηρὸν ἤθελεν ἔνθα μένειν καὶ νέκυς εὐσεβέων.

Ἔνθα ποτ᾽ εὐχομένῃ Νόννῃ Θεὸς εἶπεν ἄνωθεν· “Ἔρχεο.„ ἡ δ᾽ ἐλύθη σώματος ἀσπασίως, χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσα τράπεζαν, τῇ δ᾽ ἔτι λισσομένη· “Ἵλαθι, Χριστὲ ἄναξ.„ Ῥίζης εὐσεβέος γενόμην καὶ σὰρξ ἱερῆος καὶ μήτηρ· Χριστῷ σῶμα, βίον, δάκρυα, πάντ᾽ ἐκένωσα φέρουσα· τὸ δ᾽ ἔσχατον, ἔνθεν ἀέρθην νηῷ γηραλέον Νόννα λιποῦσα δέμας.

Πίστις Ἐνὼχ μετέθηκε καὶ Ἠλίαν, ἐν δὲ γυναιξὶ μητέρ᾽ ἐμὴν πρώτην· οἶδε τράπεζα τόδε, ἔνθεν ἀναιμάκτοισιν ὁμοῦ θυέεσσιν ἀέρθη εἰσέτι λισσομένη σώματι Νόννα φίλη. Οὐ νόσος οὐδέ σε γῆρας ὁμοίιον, οὔ σέ γ᾽ ἀνίη, καίπερ γηραλέην, μῆτερ ἐμή, δάμασεν· ἀλλ᾽ ἄτρωτος, ἄκαμπτος ἁγνοῖς ὑπὸ ποσσὶ τραπέζης εὐχομένη Χριστῷ, Νόνν᾽, ἀπέδωκας ὄπα.

Δῶκε Θεῷ θυσίην Ἀβραὰμ πάιν, ὣς δὲ θύγατρα κλεινὸς Ἰεφθάε, ἀμφότεροι μεγάλην. μῆτερ ἐμή, σὺ δ᾽ ἔδωκας ἁγνὸν βίον, ὑστάτιον δὲ ψυχήν, εὐχωλῆς, Νόννα, φίλον σφάγιον. Σάρρα φίλη, πῶς τὸν σὸν Ἰσαὰκ λίπες, ἡ ποθέουσα τῶν Ἀβραὰμ κόλπων ὡς τάχος ἀντιάσαι, Νόννα Γρηγορίοιο θεόφρονος; ἦ μέγα θαῦμα μηδὲ θανεῖν νηῶν ἔκτοθι καὶ θυέων.

Μάρτυρες, ἱλήκοιτε· μόγοις γε μὲν οὔτι χερείων Νόννα φίλη, κρυπτῷ κἀμφαδίῳ πολέμῳ. τοὔνεκα καὶ τοίης κύρσεν βιότοιο τελευτῆς, εὐχῆς καὶ ζωῆς ἓν τέλος εὑραμένη. Ἡ Τριάς, ἣν ποθέεσκες, ὁμὸν σέλας ἕν τε σέβασμα ἐκ νηοῦ μεγάλου σε πρὸς οὐρανὸν ἥρπασε, Νόννα, εὐχομένην· ζωῆς δὲ τέλος καθαρώτερον εὗρες. οὔποτε χείλεα μίξας ἀνάγνοις χείλεσιν ἁγνὰ οὐδ᾽ ἀθέῳ παλάμῃ καθαρὰν χέρα μέχρις ἐδωδῆς, μῆτερ ἐμή· μισθὸς δὲ λιπεῖν βίον ἐν θυέεσσιν.

Ἄγγελος αἰγλήεις σὲ φαάντατος ἥρπασε, Νόννα, ἔνθα ποτ᾽ εὐχομένην, καθαρὴν μελέεσσι νόῳ τε· καὶ τὸ μὲν ἥρπασε σεῖο, τὸ δ᾽ ἐνθάδε κάλλιπε νηῷ. Νηὸς ὅδ᾽—οὐ γὰρ ὅλην Νόνναν θέμις ἦεν ἐρύξαι— ψυχῆς οἰχομένης μοῦνον ἐπέσχε δέμας, ὡς πάλιν ἐγρομένη καθαρώτερον ἔνθεν ἀερθῇ, σώματι τῷ μογερῷ δόξαν ἐφεσσομένη.

Ἄλλοις μὲν Νόννης τις ἁγνῶν ἐσθλοῖσιν ἐρίζοι, εὐχωλῆς δὲ μέτροισιν ἐριζέμεν οὐ θέμις ἐστίν· τέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος. Ὢ στοναχῶν δακρύων τε καὶ ἐννυχίων μελεδώνων· ὢ Νόννης ζαθέης τετρυμένα γυῖα πόνοισι, 〈ποῦ ποτ᾽ ἔην; νηὸς μόχθων λύσε γῆρας ἄκαμπτον〉.

Νόννα Φιλτατίου. —“Καὶ ποῦ θάνε;„ —Τῷδ᾽ ἐνὶ νηῷ. — “Καὶ πῶς;„ —Εὐχομένη. —“Πηνίκα;„ —Γηραλέη. — “Ὢ καλοῦ βιότοιο καὶ εὐαγέος θανάτοιο.„ Ἅρματι μὲν πυρόεντι πρὸς οὐρανὸν Ἠλίας ἦλθεν· Νόνναν δ᾽ εὐχομένην Πνεῦμ᾽ ὑπέδεκτο μέγα.

Ἐνθάδε Νόννα φίλη κοιμήσατο τὸν βαθὺν ὕπνον, ἵλαος ἑσπομένη ᾧ πόσι Γρηγορίῳ. Τάρβος ὁμοῦ καὶ χάρμα· πρὸς οὐρανὸν ἔνθεν ἀέρθη εὐχῆς ἐκ μεσάτης Νόννα λιποῦσα βίον. Εὐχῆς καὶ βιότου Νόννῃ τέλος· ἡ δὲ τράπεζα μάρτυς, ἀφ᾽ ἧς ἤρθη ἄπνοος ἐξαπίνης.

Νόννης ἠρίον εἰμὶ σαόφρονος, ἥ ῥα πύλῃσιν ἔχριμψ᾽ οὐρανίαις, πρὶν βιότοιο λυθῇ. Δακρύετε θνητούς, θνητῶν γένος· εἰ δέ τις οὕτως ὡς Νόνν᾽ εὐχομένη κάτθανεν, οὐ δακρύω. Νόννης ἁζόμενος ἁγνὸν βίον, ἅζεο μᾶλλον καὶ τέλος· ἐν νηῷ κάτθανεν εὐχομένη.

Ἔνθα ποτ᾽ εὐχομένη πρηνὴς θάνε Νόννα φαεινή νῦν δ᾽ ἄρ᾽ ἐν εὐσεβέων λίσσεται ἱσταμένη. Στήλη σοι θανάτου μελιηδέος ἥδε τράπεζα, Νόννα, παρ᾽ ᾗ λύθης εὐχομένη πύματα. Μικρὸν ἔτι ψυχῆς ἦν τὸ πνέον· ἀλλ᾽ ἄρα καὶ τὸ Νόνν᾽ ἀπέδωκε Θεῷ ἔνθα ποτ᾽ εὐχομένη.

Πέμψατε ἐκ νηοῦ θεοειδέα Νόνναν ἅπαντες, πρέσβειραν μεγάλην πέμψατ᾽ ἀειρομένην. Ἔκ με Θεὸς καθαροῖο πρὸς οὐρανὸν ἥρπασε νηοῦ Νόνναν ἐπειγομένην οὐρανίοις πελάσαι. Νόνν᾽ ἀπανισταμένη νηοῦ μεγάλου τόδ᾽ ἔειπε· “Τῶν πολλῶν καμάτων μείζονα μισθὸν ἔχω.„ Νόννα φίλης εὐχῆς ἱερήιον ἐνθάδε κεῖται· Νόννα ποτ᾽ εὐχομένη τῇδ᾽ ἐλύθη βιότου.

Ἔνθα ποτ᾽ εὐχομένης ψυχὴ δέμας ἔλλιπε Νόννης· ἔνθεν ἀνηέρθη Νόννα λιποῦσα δέμας. Ἐκ νηοῦ μεγάλοιο θύος μέγα Νόνν᾽ ἀπανέστη· νηῷ Νόνν᾽ ἐλύθη· χαίρετε, εὐσεβέες. Ἥδε τράπεζα Θεῷ θεοειδέα Νόνναν ἔπεμψεν.

Εἴη σοι βίος ἐσθλὸς ἐπ᾽ εὐλογίῃσιν ἁπάσαις ὁσσάτιαι τοκέων υἱέσι γηροκόμοις καὶ κούφης βιότοιο τυχεῖν ὁσίης τε τελευτῆς, οἵην ἡμετέρῳ γήραϊ δῶκεν Ἄναξ, ἠιθέων λογίων τὸ μέγα κράτος ἠδ᾽ ἱερήων καὶ πολιῆς σκίπων, Γρηγόρι᾽, ἡμετέρης.

Ἀσπάσιοι χθόνα τήνδε φίλαις ὑπὸ χείρεσι παιδὸς ἑσσάμεθ᾽ εὐσεβέος Γρηγορίου τοκέες, ὃς καὶ γῆρας ἔθηκεν ἑοῖς μόχθοισιν ἐλαφρὸν ἡμέτερον καὶ νῦν ἀμφιέπει θυσίαις. ἄμπνεε γηροκόμων καμάτων, μέγα φέρτατε παίδων Γρηγόρι᾽, εὐαγέας Μάρτυσι παρθέμενος σοὺς τοκέας· μισθὸς δὲ μέγαν Πατέρ᾽ ἵλαον εἶναι πνευματικῶν τε τυχεῖν εὐσεβέων τεκέων.