Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιγράμματα

Γρηγόριος ὁ Ναζιανζηνός

Αυτοβιογραφικά και επιτύμβια επιγράμματα στα αδέλφια του Γρηγορίου

Αναφορές στον προσωπικό βίο του αγίου Γρηγορίου, καθώς και επιτάφιοι θρήνοι για τον πρόωρο θάνατο του Καισαρίου και μνημόνευση της Γοργονίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 8

Λᾶας ὁ μὲν γενέτην τε καὶ υἱέα κυδήεντας κεύθω Γρηγορίους, εἷς λίθος ἶσα φάη, ἀμφοτέρους ἱερῆας. —Ὁ δ᾽ εὐπατέρειαν ἐδέγμην Νόνναν σὺν μεγάλῳ υἱέι Καισαρίῳ. τὼς ἐδάσαντο τάφους τε καὶ υἱέας· ἡ δὲ πορείη, πάντες ἄνω· ζωῆς εἷς πόθος οὐρανίης.

Πρῶτος Καισάριος ξυνὸν ἄχος· αὐτὰρ ἔπειτα Γοργόνιον· μετέπειτα πατὴρ φίλος· οὐ μετὰ δηρὸν μήτηρ. ὦ λυπρὴ παλάμη καὶ γράμματα πικρά. Γρηγορίου γράψω καὶ ἐμὸν μόρον ὑστατίου περ. Πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ· δεύτερον, ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον· τὸ τρίτον αὖ, θνῄσκοντά μ᾽ ἁγνὴ ἐσάωσε τράπεζα· τέτρατον, ἀμφήκη μῦθον ἔδωκε Λόγος· πέμπτον, παρθενίη με φίλοις προσπτύξατ᾽ ὀνείροις· ἕκτον, Βασιλίῳ σύμπνοα ἦρα φέρον· ἕβδομον, ἐκ βυθίων με Φερέσβιος ἥρπασε κόλπων· ὄγδοον αὖ, ὁσίοις ἐξεκάθηρα χέρας· εἴνατον, ὁπλοτέρῃ Τριάδ᾽ ἤγαγον, ὦ Ἄνα, Ῥώμῃ· βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις.

Ἑλλὰς ἐμὴ νεότης τε φίλη καὶ ὅσσα πεπάμην καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως. εἰ δ᾽ ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ καὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλά, μάκαρ, σοῖς με, Χριστέ, χοροῖσι δέχου καὶ κῦδος ὀπάζοις υἱέι Γρηγορίου, σῷ λάτρι Γρηγορίῳ.

Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖται τῆς ἱερῆς Τριάδος Γρηγόριος θεράπων καὶ σοφίῃ Σοφίης δεδραγμένος ἠίθεός τε οἶον πλοῦτον ἔχων ἐλπίδ᾽ ἐπουρανίην. Τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ δῶκας ἑκών, σὺν τοῖς καὶ πτερόεντα λόγον· νῦν δ᾽ ἱερῆα μέγαν σε καὶ οὐρανίοιο χορείης οὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε.

Ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις· ἤλυθον ἐς σοφίης πείρατα· σάρκα Λόγῳ ἥγνισα καὶ κραδίην· κόσμου φλόγα γυμνὸς ἀλύξας ἔστην σὺν Ἀαρών, Γρηγορίῳ γενέτῃ. Πατρὸς ἐγὼ ζαθέοιο καὶ οὔνομα καὶ θρόνον ἔσχον καὶ τάφον· ἀλλά, φίλος, μνώεο Γρηγορίου, Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστὸς φάσμασιν ἐννυχίοις, δῶκε δ᾽ ἔρον σοφίης.

Σχέτλιός ἐστιν ὁ τύμβος. ἔγωγε μὲν οὔποτ᾽ ἐώλπειν, ὥς ῥα κατακρύψει τοὺς πυμάτους προτέρους· αὐτὰρ ὃ Καισάριον, ἐρικυδέα υἷα, τοκήων τῶν προτέρων πρότερον δέξατο. ποῖα δίκη; Οὐκ ἔσθ᾽ ὁ τύμβος αἴτιος· μὴ λοιδόρει.

Φθόνου τόδ᾽ ἐστὶν ἔργον. πῶς δ᾽ ἤνεγκεν ἂν νέον γερόντων εἰσορῶν σοφώτερον; Γρηγόριε, θνητῶν μὲν ὑπείροχον ἔλλαχες υἷα κάλλεϊ καὶ σοφίῃ καὶ βασιλῆι φίλον, κρείσσονα δ᾽ οὐκέτι πάμπαν ἀπηλεγέος θανάτοιο. ἦ μὴν ὠιόμην. ἀλλὰ τί φησὶ τάφος; “Τέτλαθι· Καισάριος μὲν ἀπέφθιτο, ἀλλὰ μέγιστον υἱέος εὖχος ἔχεις υἱέος ἀντὶ φίλου.„ Ὥριοι εἰς τάφον ἦμεν, ὅτ᾽ ἐνθάδε τοῦτον ἔθηκαν λᾶαν ἐφ᾽ ἡμετέρῳ γήραϊ λαοτόμοι· ἀλλ᾽ ἡμῖν μὲν ἔθηκαν, ἔχει δέ μιν οὐ κατὰ κόσμον Καισάριος, τεκέων ἡμετέρων πύματος. ἔτλημεν πανάποτμα, τέκος, τέκος· ἀλλὰ τάχιστα δέξαι ἐς ἡμέτερον τύμβον ἐπειγομένους.

Τόνδε λίθον τοκέες μὲν ἑὸν τάφον ἐστήσαντο ἐλπόμενοι ζωῆς μοῖραν ἔχειν ὀλίγην· Καισαρίῳ δ᾽ υἱῆι πικρὴν χάριν οὐκ ἐθέλοντες δῶκαν, ἐπεὶ πρότερος τοῦδε λύθη βιότου. Γῆρας ἐμὸν δήθυνεν ἐπὶ χθονί· ἀντὶ δὲ πατρὸς λᾶαν ἔχεις, τεκέων φίλτατε, Καισάριε. τίς νόμος; οἷα δίκη; θνητῶν ἄνα, πῶς τόδ᾽ ἔνευσας; ὢ μακροῦ βιότου, ὢ ταχέος θανάτου.

Οὐκ ἄγαμ᾽, οὐκ ἄγαμαι δῶρον τόδε· τύμβον ἐδέξω μοῦνον ἀφ᾽ ἡμετέρων, Καισάριε, κτεάνων, γηραλέων τοκέων πικρὸν λίθον· ὁ Φθόνος οὕτως ἤθελεν. ὢ ζωῆς πήμασι μακροτέρης. Πᾶσαν ὅση σοφίη λεπτῆς φρενὸς ἐν μερόπεσσιν ἀμφὶ γεωμετρίην καὶ θέσιν οὐρανίων καὶ λογικῆς τέχνης τὰ παλαίσματα γραμματικήν τε ἠδ᾽ ἰητορίην ῥητορικῆς τε μένος Καισάριος πτερόεντι νόῳ μοῦνος καταμάρψας, αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις ἐστ᾽ ὀλίγη.

Πάντα κασιγνήτοισιν ἑοῖς λίπες, ἀντὶ δὲ πάντων τύμβον ἔχεις ὀλίγον, κύδιμε Καισάριε· ἡ δὲ γεωμετρίη τε καὶ ἀστέρες, ὧν θέσιν ἔγνως, ἥ τ᾽ ἰητορίη οὐδὲν ἄκος θανάτου. Κάλλιμον ἐκ πατρίης σέ, μεγακλέα τηλόθ᾽ ἐόντα, ἄκρα φέροντα πάσης, Καισάριε, σοφίης πέμψαντες βασιλῆι, τὸν ἔξοχον ἰητήρων, φεῦ, κόνιν ἐκ Βιθυνῶν δεξάμεθ᾽ αὖ σε πέδου.

Σεισμῶν μὲν κρυερῶν ἔφυγες στονόεσσαν ἀπειλήν, ἡνίκα Νικαίης ἄστυ μίγη δαπέδῳ· νούσῳ δ᾽ ἀργαλέῃ ζωὴν λίπες. ὢ νεότητος σώφρονος, ὢ σοφίης, κάλλιμε Καισάριε. Γρηγορίου Νόννης τε θεουδέος υἷα φέριστον τύμβος ὅδ᾽ εὐγενέτην Καισάριον κατέχω ἔξοχον ἐν λογίοισιν, ὑπείροχον ἐν βασιλῄοις, ἀστεροπὴν γαίης πείρασι λαμπομένην.

Καισαρίου φθιμένοιο κατήφησαν βασιλῆος αὐλαί, Καππαδόκαι δ᾽ ἤμυσαν ἐξαπίνης· καὶ καλὸν εἴ τι λέλειπτο μετ᾽ ἀνθρώποισιν, ὄλωλεν, οἱ δὲ λόγοι σιγῆς ἀμφεβάλοντο νέφος. Εἴ τινα δένδρον ἔθηκε γόος καὶ εἴ τινα πέτρην, εἴ τις καὶ πηγὴ ῥεῦσεν ὀδυρομένη, πέτραι καὶ ποταμοὶ καὶ δένδρεα λυπρὰ πέλοισθε, πάντες Καισαρίῳ γείτονες ἠδὲ φίλοι· Καισάριος πάντεσσι τετιμένος, εὖχος ἀνάκτων, αἰαῖ τῶν ἀχέων, ἤλυθεν εἰς Ἀίδην.

Χεὶρ τάδε Γρηγορίοιο· κάσιν ποθέων τὸν ἄριστον κηρύσσω θνητοῖς τόνδε βίον στυγέειν. Καισαρίῳ τίς κάλλος ὁμοίιος; ἢ τίς ἁπάντων τόσσος ἐὼν τόσσης εἷλε κλέος σοφίης; οὔτις ἐπιχθονίων· ἀλλ᾽ ἔπτατο ἐκ βιότοιο ὡς ῥόδον ἐξ ἀκανθῶν, ὡς δρόσος ἐκ πετάλων.

Γείτονες εὐμενέοιτε καὶ ἐν κόλποισι δέχοισθε, Μάρτυρες, ὑμετέροις αἷμα τὸ Γρηγορίου, Γρηγορίου Νόννης τε μεγακλέος εὐσεβίῃ τε καὶ τύμβοις ἱεροῖς εἰς ἓν ἀγειρομένους. Κλῦθι, Ἀλεξάνδρεια· Φιλάγριος ὤλεσε μορφὴν τῆς λογικῆς ψυχῆς οὔτι χερειοτέρην· Καισάριον δὲ νέον Φθόνος ἥρπασεν· οὔποτε τοῖα πέμψεις εὐίπποις ἄνθεα Καππαδόκαις.

Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖμαι Γοργόνιον, ζωῆς μύστις ἐπουρανίης. Οὐδὲν Γοργόνιον γαίῃ λίπεν, ὀστέα μοῦνα· πάντα δ᾽ ἔθηκεν ἄνω, Μάρτυρες ἀθλοφόροι. Κτῆσιν ἑὴν σάρκας τε καὶ ὀστέα πάντ᾽ ἀναθεῖσα Γοργόνιον Χριστῷ μοῦνον ἀφῆκε πόσιν· οὐ μὰν οὐδὲ πόσιν δηρὸν χρόνον, ἀλλ᾽ ἄρα καὶ τὸν ἥρπασεν ἐξαπίνης κύδιμον Ἀλύπιον. ὄλβιε ὀλβίστης ἀλόχου πόσι· τοῖς ῥα λοετροῖς λύματ᾽ ἀπωσάμενοι ζῆτε παλιγγενέες.